ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ. Ἡ Κόρινθός ἐστι μ

 ΟΜΙΛΙΑ Αʹ. Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χ

 ΟΜΙΛΙΑ Βʹ. Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ: ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ. αʹ. Ὃ το

 ΟΜΙΛΙΑ Γʹ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. ἦτε δὲ κατ

 ΟΜΙΛΙΑ Δʹ. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμέ νοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύ ναμις Θεοῦ ἐστι. Γέγραπται γάρ: Ἀπολῶ τὴν σοφίαν τῶ

 ΟΜΙΛΙΑ Εʹ. Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς: ἀλλὰ τὰ μωρὰ τοῦ κό σμου ἐξελέ

 ΟΜΙΛΙΑ Ϛʹ. Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰ δέναι τ

 ΟΜΙΛΙΑ Ζʹ. Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις: σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων: ἀλλὰ λαλοῦμεν Θ

 ΟΜΙΛΙΑ Ηʹ. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶ μα: οὔπω γ

 ΟΜΙΛΙΑ Θʹ. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυ σὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην: ἑκάστου τὸ ἔργον φανερὸν γενήσε ται. Ἡ

 ΟΜΙΛΙΑ Ιʹ. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τού του μωρία

 ΟΜΙΛΙΑ ΙΑʹ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνα κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας: ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω (οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα: ἀλλ' ο

 ΟΜΙΛΙΑ ΙΒʹ. Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. αʹ. Ἕως μὲν αὐτῷ τῶν

 ΟΜΙΛΙΑ ΙΓʹ. Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦ θεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρό νιμοι ἐν Χριστῷ: ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυρο

 ΟΜΙΛΙΑ ΙΔʹ. Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰη σοῦ. αʹ.

 ΟΜΙΛΙΑ ΙΕʹ. Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζε ται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς π

 ΟΜΙΛΙΑ ΙϚʹ. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυ σθαι πόρνοις: καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰ δωλολάτ

 ΟΜΙΛΙΑ ΙΖʹ. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει: πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθή σομαι ὑπό τινος. αʹ. Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττε

 ΟΜΙΛΙΑ ΙΗʹ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χρι στοῦ εἰσιν ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη Μὴ γένοιτο. αʹ. Ἀπὸ τοῦ πεπορνευκ

 ΟΜΙΛΙΑ ΙΘʹ. Περὶ δὲ ὧν ἐγράψατέ μοι: καλὸν ἀνθρώπῳ γυναι κὸς μὴ ἅπτεσθαι: διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄ

 ΟΜΙΛΙΑ Κʹ. Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. αʹ. Ἀναγκαῖον πρῶτον εἰπεῖν τί βούλεται αὐ

 ΟΜΙΛΙΑ ΚΑʹ. Οὐκ εἰμὶ ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ αʹ. Ἐπειδὴ εἶπεν,

 ΟΜΙΛΙΑ ΚΒʹ. Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν οἱ τῷ θυσιαστηρίῳ προσ εδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται Οὕτω καὶ ὁ

 ΟΜΙΛΙΑ ΚΓʹ. Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον αʹ. Δείξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν,

 ΟΜΙΛΙΑ ΚΔʹ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσε

 ΟΜΙΛΙΑ ΚΕʹ. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. αʹ. Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δα

 ΟΜΙΛΙΑ ΚϚʹ. Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν εἰδωλοθύτων λόγο

 ΟΜΙΛΙΑ ΚΖʹ. Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε. αʹ. Ἀναγκαῖον καὶ τοῦ παρόντος ἐγκλήματος πρότερον

 ΟΜΙΛΙΑ ΚΗʹ. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πι νέτω. αʹ. Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσε

 ΟΜΙΛΙΑ ΚΘʹ. Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμε νοι. αʹ. Τ

 ΟΜΙΛΙΑ Λʹ. Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα: οὕτω καὶ ὁ Χριστός. αʹ. Παραμυθησά

 ΟΜΙΛΙΑ ΛΑʹ. Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω: ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. αʹ. Καταστείλας τῶν ἐλαττόν

 ΟΜΙΛΙΑ ΛΒʹ. Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέ ρους. αʹ. Ἵνα γὰρ μή τις λέγῃ, Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα ἐκεῖνο μὲν γὰρ φύσει δουλ

 ΟΜΙΛΙΑ ΛΓʹ. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται. αʹ. Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητ

 ΟΜΙΛΙΑ ΛΔʹ. Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθή σεται. αʹ. Δείξας τῆς ἀγάπης τὴν ὑπεροχὴν ἐκ τοῦ καὶ τὰ

 ΟΜΙΛΙΑ ΛΕʹ. Διώκετε τὴν ἀγάπην: ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε. αʹ. Ἐπειδὴ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν αὐτοῖς κατέλεξεν ἅπασαν

 ΟΜΙΛΙΑ ΛϚʹ. Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γί νεσθε. αʹ. Εἰκότως μετὰ τὴν πολλὴν κατασκευὴν κα

 ΟΜΙΛΙΑ ΛΖʹ. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτω σαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέ γει. αʹ. Περικό

 ΟΜΙΛΙΑ ΛΗʹ. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελι

 ΟΜΙΛΙΑ ΛΘʹ. Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε. αʹ. Ἐπάρας τοὺς ἀποστόλους καὶ καθελὼν ἑαυτὸν, εἶτα πάλιν ὑπὲρ ἐκείνου

 ΟΜΙΛΙΑ Μʹ. Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν αʹ. Ἑτέρῳ πάλιν ἐπιχ

 ΟΜΙΛΙΑ ΜΑʹ. Ἀλλ' ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. αʹ. Ἥμερος ὢν σφόδ

 ΟΜΙΛΙΑ ΜΒʹ. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. αʹ. Ἐπειδὴ ψυχικὸν εἶπε πρῶτον καὶ πνευματικὸν δεύτερον, πάλιν ἄ

 ΟΜΙΛΙΑ ΜΓʹ. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν δο

 ΟΜΙΛΙΑ ΜΔʹ. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. αʹ. Τάχα τις ἡγεῖται ἀνάξιον εἶναι τῆς ἀνδρείας τῆς Τιμοθέου τὴν παρ

Homily XVII.

1 Cor. vi. 12

“All things are lawful for me, but not all things are expedient. All things are lawful for me, but I will not be brought into the power of any.

Here he glances at the gluttons. For since he intends to assail the fornicator again, and fornication arises from luxuriousness and want of moderation, he strongly chastises this passion. It cannot be that he speaks thus with regard to things forbidden, such not being “lawful:” but of things which seem to be indifferent. To illustrate my meaning: “It is lawful,” he says, “to eat and to drink; but it is not expedient with excess.” And so that marvellous and unexpected turn of his, which he is often wont to adopt; (Cf. Rom. xii. 21; 1 Cor. vii. 23.) bringing his argument clear round to its contrary, this he manages to introduce here also; and he signifies that to do what is in one’s power not only is not expedient, but even is not a part of power, but of slavery.

And first, he dissuades them on the ground of the inexpediency of the thing, saying, “they are not expedient:” in the next place, on that of its contrariety to itself, saying, “I will not be brought under the power of any.” This is his meaning: “You are at liberty to eat,” says he; “well then, remain in liberty, and take heed that you do not become a slave to this appetite: for he who uses it properly, he is master of it; but he that exceeds the proper measure is no longer its master but its slave, since gluttony reigns paramount within him.” Do you perceive how, where the man thought he had authority Paul points out that he is under authority? For this is his custom, as I was saying before, to give all objections a turn the contrary way. It is just this which he has done here. For mark; each of them was saying, “I have power to live luxuriously.” He replies, “In doing so, thou art not so much acting as one who had power over a thing, but rather as being thyself subject to some such power. For thou hast not power even over thine own belly, so long as thou art dissolute, but it hath power over thee.” And the same we may say both of riches and of other things.

Ver. 13. “Meats for the belly.” By “the belly” here he means not the stomach, but the stomach’s voraciousness. As when he says, (Philip. iii. 19.) “Whose God is their belly:” not speaking about that part of the body, but about greediness. To prove that so it is, hear what follows: “And the belly for meats; but the body is not for fornication, but for the Lord.” And yet “the belly” also is of “the body.” But he puts down two pairs of things, “meats” and gluttony, (which he terms “the belly;”) “Christ,” and “the body.”

What then is the meaning of, “Meats for the belly?” “Meats,” he says, are on good terms with gluttony, and it with them. It cannot therefore lead us unto Christ, but drags towards these. For it is a strong and brutal passion, and makes us slaves, and puts us upon ministering to the belly. Why then art thou excited and gaping after food, O man? For the end of that service is this, and nothing further shall be seen of it:  but as one was waiting on some mistress, it abides keeping up this slavery, and advances no further, and has no other employment but this same fruitless one. And the two are connected together and destroyed together; “the belly” with “the meats,” and “the meats” with “the belly;” winding out a sort of interminable course; just as from a corrupt body worms may be produced, and again by worms the body consumed; or as it were a wave swoln high and breaking, and having no further effect. But these things he says not concerning food and the body, but it is the passion of greediness and excess in eatables which he is censuring: and what follows shews it. For he proceeds:

“But God shall bring to nought both it and them:” speaking not of the stomach, but of immoderate desire:  not of food but of high feeding. For with the former he is not angry, but even lays down rules about them, saying, (1 Tim. vi. 8.) “Having food and covering we shall be therewith content.” However, thus he stigmatizes the whole thing; its amendment (after advice given) being left by him to prayer.

But some say that the words are a prophecy, declaring the state which shall be in the life to come, and that there is no eating or drinking there. Now if that which is moderate shall have an end, much more ought we to abstain from excess.

Then lest any one should suppose that the body is the object of his censure, and suspect that from a part he is blaming the whole, and say that the nature of the body was the cause of gluttony or of fornication, hear what follows. “I blame not,” he says, “the nature of the body, but the immoderate license of the mind.” And therefore he subjoins, “Now the body is not for fornication, but for the Lord;” for it was not formed for this purpose, to live riotously and commit fornication, as neither was the belly to be greedy; but that it might follow Christ as a Head, and that the Lord might be set over the body. Let us be overcome with shame, let us be horror-struck, that after we have been counted worthy of such great honor as to become members of Him that sitteth on high, we defile ourselves with so great evils.

[2.] Having now sufficiently condemned the glutton, he uses also the hope of things to come to divert us from this wickedness: saying,

Ver. 14. And God both raised up the Lord, and will raise up us also through His power.

Do you perceive again his Apostolical wisdom? For he is always establishing the credibility of the Resurrection from Christ, and especially now. For if our body be a member of Christ, and Christ be risen, the body also shall surely follow the Head.

“Through his power.” For since he had asserted a thing disbelieved and not to be apprehended by reasonings, he hath left entirely to His incomprehensible power the circumstances of Christ’s own Resurrection, producing this too as no small demonstration against them. And concerning the Resurrection of Christ he did not insert this: for he did not say, “And God shall also raise up the Lord;”—for the thing was past and gone;—but how? “And God both raised up the Lord;” nor was there need of any proof. But concerning our resurrection, since it has not yet come to pass, he spoke not thus, but how? “And will raise up us also through His power:” by the reliance to be placed on the power of the Worker, he stops the mouths of the gainsayers.

Further: if he ascribe unto the Father the Resurrection of Christ, let not this at all disturb thee. For not as though Christ were powerless, hath he put this down, for He it is Himself who saith, (S. John ii. 19.) “Destroy this Temple, and in three days I will raise it up:” and again, (S. John x. 18.) “I have power to lay down My life, and I have power to take it again.” And Luke also in the Acts says, (c. i. 3.) “To whom also He shewed Himself alive.” Wherefore then does Paul so speak? Because both the acts of the Son are imputed unto the Father, and the Father’s unto the Son. For He saith, (S. John v. 19.) “Whatsoever things He doeth, these the Son also doeth in like manner.”

And very opportunely he here made mention of the Resurrection, keeping down by those hopes the tyranny of gluttonous desire; and all but saying, Thou hast eaten, hast drunk to excess: and what is the result? Nothing, save only destruction. Thou hast been conjoined unto Christ; and what is the result? A great and marvellous thing: the future Resurrection, that glorious one, and transcending all utterance!

[3.] Let no one therefore go on disbelieving the Resurrection: but if a man disbelieve, let him think how many things He made from nothing, and admit it as a proof also of the other. For the things which are already past are stranger by far, and fraught with overpowering wonder. Just consider. He took earth and mixed it, and made man; earth which existed not before this. How then did the earth become man? And how was it produced from nothing? And, how, all the things that were made from it? the endless sorts of irrational creatures; of seeds; of plants; no pangs of travail having preceded in the one case, no rains having come down upon the others; no tillage seen, no oxen, no plough, nor any thing else contributing to their production?  Why, for this cause the lifeless and senseless thing was made to put forth in the beginning so many kinds of plants and irrational creatures, in order that from the very first He might instruct thee in the doctrine of Resurrection. For this is more inexplicable than the Resurrection. For it is not the same thing to rekindle an extinguished lamp, and to shew fire that has never yet appeared. It is not the same thing to raise up again a house which has fallen down, and to produce one which has never at all had an existence. For in the former case, if nothing else, yet the material was given to work with: but in the latter, not even the substance appeared. Wherefore He made first that which seemed to be the more difficult, to the end that hereby thou mightest admit that which is the more easy; more difficult, I say, not to God, but as far as our reasonings can follow the subject. For with God nothing is difficult: but as the painter who has made one likeness will make ten thousand with ease, so also with God it is easy to make worlds without number and end. Rather, as it is easy for you to conceive a city and worlds without bound, so unto God is it easy to make them; or rather again it is easier by far. For thou consumest time, brief though it be, in thy conception; but God not even this, but as much as stones are heavier than any of the lightest things, yea even than our minds; so much is our mind surpassed by the rapidity of God’s work of creation.

Do you marvel at His power on the earth? Think again how the heaven was made, not yet being; how the innumerable stars, how the sun, how the moon; and all these things not yet being. Again, tell me how after they were made they stood fast, and upon what? What foundation have they? and what the earth?  What comes next to the earth? and again, what after that which came next to the earth? Do you see into what an eddy the eye of your mind is plunged, unless you quickly take refuge in faith and the incomprehensible power of the Maker?

But if you choose from human things also to make conjecture, you will be able by degrees to find wings for your understanding. “What kind of human things?” may be asked. Do you not see the potters, how they fashion the vase which had been broken in pieces and become shapeless? Those who fuse the ore from the mine, how the earth in their hands turns out (τὴν γῆν χρύσιον ἀποφαίνουσι) gold, or silver, or copper? Others again who work in glass, how they transform the sand into one compact and transparent substance? Shall I speak of the dressers of leather, the dyers of purple vestments; how they make that which had received their tint shew as one thing, when it had been another? Shall I speak of the generation of our own race? Doth not a small seed, at first without form and impress, enter into the womb which receives it? Whence then the so intricate formation of the living creature? What is the wheat?  Is it not cast a naked seed into the earth? After it has been cast there, doth it not decay? Whence is the ear, the beard, the stalk, and all the other parts? Doth not often a little grain of a fig fall into the ground, and produce both root, and branches, and fruit? And dost thou hereupon admit each of these and make no curious enquiries, and of God alone dost thou demand account, in His work of changing the fashion of our body? And how can such things be pardonable?

These things and such like we say to the Greeks. For to those who are obedient to the Scriptures, I have no occasion to speak at all.

I say, if you intend to pry curiously into all His doings, what shall God have more than men? And yet even of men there are many about whom we do not so enquire. Much more then ought we to abstain from impertinent inquiry about the wisdom of God, and from demanding accounts of it: in the first place, because He is trustworthy who affirmeth: in the second place, because the matter admits not investigation by reasonings. For God is not so abjectly poor as to work such things only as can be apprehended by the weakness of thy reasonings. And if thou comprehendest not the work of an artisan, much less of God, the best of artificers. Disbelieve not then the Resurrection, for very far will ye be from the hope of that which is to come.

But what is the wise argument of the gain-sayers; rather, I should say, their exceeding senseless one? “Why how, when the body is mixed up with the earth and is become earth, and this again is removed elsewhere, how,” say they, “shall it rise again?” To thee this seems impossible, but not to the unsleeping Eye. For unto that all things are clear. And thou in that confusion seest no distinction of parts; but He knows them all. Since also the heart of thy neighbor thou knowest not, nor the things in it; but He knoweth all. If then, because of thy not knowing how God raiseth men up, thou believest not that He doth raise them, wilt thou disbelieve that He knoweth also what is in thy mind? for neither is that obvious to view. And yet in the body it is visible matter, though it be dissolved: but those thoughts are invisible. Shall He then who knoweth with all certainty the invisible things, not see the things which be visible, and easily distinguish the scattered parts of the body?  I suppose this is plain to every one.

Do not then disbelieve the Resurrection; for this is a doctrine of the Devil. This is what the Devil is earnest for, not only that the Resurrection may be disbelieved, but good works also may be done away with. For the man who does not expect that he shall rise again and give an account of the things which he has done, will not quickly apply himself to virtue; will in turn come to disbelieve the Resurrection entirely: for both these are established by each other; vice by unbelief, and unbelief by vice. For the conscience filled with many wickednesses, fearing and trembling for the recompense to come and not willing to provide itself with comfort by changing to what is most excellent, is fain to repose in unbelief. Thus when thou deniest resurrection and judgment, the other for his part will say, “Then shall I also not have to render account of my bold deeds.”

[4.] But why saith Christ? (St. Matt. xxii. 29.) “Ye do err, not knowing the Scriptures, nor the power of God.” For God would not have wrought so many things, had He intended not to raise us up again, but to dissolve and blot us out in annihilation. He would not have spread out this heaven, He would not have stretched the earth beneath, He would not have made all the rest of the universe only for this short life. But if all these are for the present, what will He not do for that which is to come? If, on the contrary, there is to be no future life, we are in this respect of far meaner account than the things which have been made for our sakes. For both the heaven, and the earth, and the sea, and the rivers, are more lasting than we are: and some even of the brutes; since the raven, and the race of elephants, and many other creatures, have a longer enjoyment of the present life. To us, moreover, life is both short and toilsome, but not to them. Theirs is both long, and freer from grief and cares.

“What then? tell me:  hath he made the slaves better than the masters?” Do not, I beseech thee, do not reason thus, O man, nor be so poverty-stricken in mind, nor be ignorant of the riches of God, having such a Master. For even from the beginning God desired to make thee immortal, but thou wert not willing. Since the things also of that time were dark hints of immortality: the converse with God; the absence of uneasiness from life; the freedom from grief, and cares, and toils, and other things which belong to a temporary existence. For Adam had no need either of a garment or a shelter, or any other provision of this sort; but rather was like to the Angels; and many of the things to come he foreknew, and was filled with great wisdom. Even what God did in secret, he knew, I mean with regard to the woman: wherefore also he said, “This is now bone of my bone, and flesh of my flesh.” (Gen. ii. 23.) Labor came into being afterwards: so did sweat, so did shame, and cowardice, and want of confidence. But on that day there was no grief, nor pain, nor lamentation. But he abode not in that dignity.

What then, saith one, am I to do? must I perish on his account? I reply, first, It is not on his account: for neither hast thou remained without sin: though it be not the same sin, at least there is some other which thou hast committed. And again, you have not been injured by his punishment, but rather have been a gainer. For if you had been to remain altogether mortal, perchance what is said would have had some reason in it. But now thou art immortal, and if thou wilt, thou mayest shine brighter than the sun itself.

[5.] “But,” says one, “had I not received a mortal body, I had not sinned.” Tell me then, had he a mortal body when he sinned? Surely not: for if it had been mortal before, it would not have undergone death as a punishment afterwards. And that a mortal body is no hindrance to virtue, but that it keeps men in order and is of the greatest service, is plain from what follows. If the expectation of immortality alone so lifted up Adam; had he been even immortal in reality, to what a pitch of arrogance would he not have proceeded? And as things are, after sinning you may do away with your sins, the body being abject, falling away, and subject to dissolution: for these thoughts are sufficient to sober a man. But if you had sinned in an immortal body, your sins were likely to have been more lasting.

Mortality then is not the cause of sin: accuse it not: but the wicked will is the root of all the mischief. For why was not Abel at all the worse for his body? Why are the devils not at all the better for being incorporeal? Wilt thou hear why the body’s becoming mortal, so far from hurting, has been positively useful? Mark how much thou gainest thereby, if thou art sober. It drags thee back and pulls thee off from wickedness, by griefs and pains and labors and other such things. “But it tempts men to uncleanness,” perhaps you will say. Not the body, but incontinence, doth this. For all these things which I was mentioning certainly do belong to the body: on which account it is impossible that a man who has entered into this life should escape disease and pain and lowness of spirits: but that he commit no uncleanness is possible. Thus it appears that if the affections of vice were part of the nature of the body they would be universal: since all things natural are so; but to commit fornication is not so. Pain indeed cometh of nature: but to commit fornication proceeds from deliberate purpose.

Blame not the body then; let not the Devil take away thine honor, which God hath given thee. For if we choose, the body is an excellent bridle to curb the wanton sallies of the soul, to pull down haughtiness, to repress arrogance, to minister to us in the greatest achievements of virtue. For tell me not of those who have lost their senses; since we often see horses, after they have thrown out their drivers, dashing with their reins over the precipices, and yet we do not blame the rein. For it is not the breaking of that which caused it all, but the driver not holding them in was the ruin of every thing. Just so do thou reason in this case. If thou seest a young person living in orphanhood and doing innumerable evil things, blame not the body, but the charioteer who is dragged on, I mean, the man’s faculty of reasoning. For as the reins give no trouble to the charioteer, but the charioteer is the cruise of all the mischief through his not holding them properly: (and therefore do they often exact a penalty of him, entangling themselves with him, and dragging him on, and compelling him to partake in their own mishap:)  so is it also in the case before us. “I,” say the reins, “made bloody the horse’s mouth as long as you held me: but since you threw me away, I require satisfaction for your contempt, and I entwine myself about you, and drag you along, so as not to incur the same usage again.” Let no one then blame the reins, but himself and his own corrupt mind. For over us too is a charioteer, even reason: and the reins are the body, connecting the horses with the charioteer; if then these be in good condition, you will suffer no harm: but if you let them go, you have annihilated and ruined every thing. Let us be temperate then, and lay all blame not on the body, but on the evil mind. For this is the Devil’s special work, to make foolish men accuse the body and God and their neighbor, rather than their own perverted minds; lest, having discovered the cause, they get free from the root of the evils.

But do ye, being aware of his design, direct your wrath against him: and having set the charioteer upon the car, bend the eye of your minds towards God. For in all other instances he that appoints the games contributes nothing, but only awaits the end. But in this case, He is all in all, who appointed the contest, even God. Him therefore let us render propitious, and surely we shall obtain the blessings in store; through the grace and loving-kindness of our Lord Jesus Christ, to Whom, with the Father and the Holy Spirit, be glory, power, honor, now, henceforth, and for evermore. Amen.

ΟΜΙΛΙΑ ΙΖʹ. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει: πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθή σομαι ὑπό τινος. αʹ. Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττεται. Ἐπειδὴ γὰρ μέλλει πάλιν ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορνεία ἀπὸ τρυφῆς καὶ ἀμετρίας, σφοδρῶς τὸ πάθος κολάζει. Οὐδὲ γὰρ περὶ τῶν ἀπηγορευμένων λέγει τοῦτο: ἐκεῖνα γὰρ οὐκ ἔξεστιν: ἀλλὰ περὶ τῶν ἀδιαφόρων εἶναι δοκούντων. Οἷόν τι λέγω: Ἔξεστι, φησὶ, φαγεῖν, καὶ πιεῖν, ἀλλ' οὐ συμφέρει μετὰ ἀσωτίας. Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ ποιεῖν εἴωθεν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δείκνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ' οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἀσυμφόρου ἀποτρέπει λέγων: Οὐ συμφέρει: δεύτερον δὲ καὶ ἀπὸ τοῦ ἐναντίου, λέγων, ὅτι Οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Ὃ δὲ λέγει, τοῦτό ἐστι: Κύριος εἶ τοῦ φαγεῖν, φησίν: οὐκοῦν μένε κύριος ὢν, καὶ σκόπει μὴ γένῃ δοῦλος τούτου τοῦ πάθους. Ὁ μὲν γὰρ εἰς δέον αὐτῷ κεχρημένος, αὐτὸς αὐτοῦ κύριός ἐστιν: ὁ δὲ εἰς ἀμετρίαν ἐξιὼν, οὐκέτι κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνεται, τῆς ἀδηφαγίας ἐν αὐτῷ τυραννούσης. Εἶδες πῶς τὸν νομίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπὸ ἐξουσίαν ὄντα; Τοῦτο γὰρ ἔθος τῷ Παύλῳ ποιεῖν, ὅπερ ἔφθην εἰπὼν, εἰς τὸ ἐναντίον περιτρέπειν τὰς ἀντιθέσεις, ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε. Σκόπει δέ: Ἐκείνων ἕκαστος ἔλεγεν: Ἔξεστί μοι τρυφᾷν: αὐτός φησιν, ὅτι Οὐχ οὕτως αὐτὸ ποιεῖς, ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ' ὡς αὐτὸς ὑποκείμενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐδὲ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος ᾖς, ἀλλ' αὐτὴ σοῦ τὴν ἐξουσίαν ἔχει. Τοῦτο καὶ ἐπὶ τῶν χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Τὰ βρώματα τῇ κοιλίᾳ. Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν λέγει: ὡς ὅταν λέγῃ: Ὧν ὁ θεὸς ἡ κοιλία, οὐ περὶ τοῦ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδηφαγίας. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς: Καὶ ἡ κοιλία τοῖς βρώμασι: τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Καὶ μὴν καὶ ἡ κοιλία, σῶμα. Ἀλλὰ δύο συζυγίας ἔθηκε, τὰ βρώματα καὶ τὴν γαστριμαργίαν, ὅπερ κοιλίαν ἐκάλεσε, τὸν Χριστὸν καὶ τὸ σῶμα. Τί δέ ἐστι, Τὰ βρώματα τῇ κοιλίᾳ; Τὰ βρώματα, φησὶ, πρὸς τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς ταῦτα. Οὐ δύναται οὖν πρὸς τὸν Χριστὸν ἡμᾶς ἄγειν, ἀλλὰ πρὸς ταῦτα ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστι, καὶ δούλους ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. Τί τοίνυν περὶ τροφὴν ἐπτόησαι καὶ κέχηνας, ἄνθρωπε; Τὸ γὰρ τέλος ἐκείνης τῆς διακονίας τοῦτο, καὶ πλέον οὐδὲν ἐπιδείξεται: ἀλλ' ὥσπερ δεσποίνῃ τινὶ διακονουμένη μένει διατηροῦσα τὴν δουλείαν ταύτην, καὶ οὐ πρόεισι περαιτέρω, καὶ οὐδὲν ἔργον ἕτερον ἔχει, ἀλλ' αὐτὸ τοῦτο τὸ μάταιον. Καὶ ἀμφότερα ἀλλήλοις συμπέπλεκται καὶ συγκαταλύεται, ἡ κοιλία τοῖς βρώμασι, καὶ τὰ βρώματα τῇ κοιλίᾳ, δρόμον τινὰ ἀνήνυτον ἀνελίττουσα: ὡς ἂν εἰ ἀπὸ σώματος διεφθαρμένου σκώληκες τίκτοιντο, καὶ πάλιν ὑπὸ τῶν σκωλήκων ἀναλίσκοιτο τὸ σῶμα: ἢ ὥσπερ ἂν εἰ κῦμα κορυφούμενον καὶ διαλυόμενον μηδὲν περαίνοι πλέον. Ταῦτα δὲ οὐ περὶ τροφῆς καὶ σώματος λέγει, ἀλλὰ τὸ πάθος τῆς γαστριμαργίας καὶ τὴν ἀμετρίαν τῶν ἐδεσμάτων διαβάλλει. Καὶ δηλοῖ τὰ ἑξῆς: ἐπάγει γάρ: Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει: οὐ τὴν γαστέρα λέγων, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν, οὐδὲ τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν. Πρὸς γὰρ ἐκεῖνα οὐ δυσχεραίνει, ἀλλὰ καὶ νομοθετεῖ περὶ αὐτῶν οὕτω λέγων: Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα: ἀλλὰ ταύτῃ διαβάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν αὐτοῦ μετὰ συμβουλὴν ἐπιτρέψας εὐχῇ. Τινὲς δέ φασιν, ὅτι προφητεία τὸ εἰρημένον ἐστὶ, τὴν ἐν τῷ μέλλοντι αἰῶνι κατάστασιν δηλοῦσα, καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ φαγεῖν οὐδὲ πιεῖν. Εἰ δὲ τὸ σύμμετρον ἕξει τέλος, πολλῷ μᾶλλον τῆς ἀμετρίας ἀπέχεσθαι δεῖ. Εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι τοῦ σώματός ἐστιν ἡ διαβολὴ, μηδὲ ὑποπτεύσῃ ὅτι ἀπὸ τοῦ μέρους τὸ ὅλον διέβαλε, μηδὲ λέγῃ ὅτι ἡ φύσις τοῦ σώματος αἰτία ἦν τῆς πορνείας, ἄκουσον τῶν ἑξῆς. Οὐ γὰρ τὴν φύσιν αἰτιῶμαι, φησὶ, τοῦ σώματος, ἀλλὰ τὴν ἄμετρον τῆς ψυχῆς ἀσωτίαν: διὸ καὶ ἐπάγει: Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἀσώτως ζῇ καὶ πορνεύῃ, ὥσπερ οὐδὲ ἡ κοιλία, ἵνα γαστριμαργῇ, ἀλλ' ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύριος τῷ σώματι ἐπικέηται. Αἰδεσθῶμεν, φρίξωμεν ὅτι τοσαύτης ἀξιωθέντες τιμῆς, ὡς ἐκείνου τοῦ ἄνω καθημένου γενέσθαι μέλη, τοσούτοις κακοῖς καταισχύνομεν ἑαυτούς. Κατηγορήσας τοίνυν ἱκανῶς τῶν γαστριμάργων, καὶ τῇ τῶν μελλόντων ἐλπίδι τῆς κακίας ἀπάγει ταύτης, λέγων: Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. βʹ. Εἶδες πάλιν σοφίαν ἀποστολικήν; τὸ γὰρ ἀξιόπιστον ἀεὶ τῆς ἀναστάσεως ἀπὸ τοῦ Χριστοῦ κατασκευάζει, καὶ μάλιστα νῦν. Εἰ γὰρ τὸ σῶμα ἡμῶν μέλος τοῦ Χριστοῦ, ἀνέστη δὲ ὁ Χριστὸς, καὶ τὸ σῶμα πάντως ἕψεται τῇ κεφαλῇ. Διὰ τῆς δυνάμεως αὐτοῦ. Ἐπειδὴ γὰρ εἶπε πρᾶγμα ἀπιστούμενον καὶ λογισμοῖς οὐ δυνάμενον ὑπονοηθῆναι, τῷ ἀκαταλήπτῳ τῆς δυνάμεως αὐτοῦ παρεχώρησε τὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, οὐ μικρὰν κατ' αὐτῶν ἀπόδειξιν καὶ ταύτην παρεχόμενος. Καὶ ἐπὶ μὲν τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὐ τέθεικεν αὐτό: οὐδὲ γὰρ εἶπεν, Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἐξεγερεῖ: ἐξέβη γὰρ τὸ πρᾶγμα: ἀλλὰ πῶς; Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε: καὶ οὐκ ἐδεῖτο κατασκευῆς. Ἐπὶ δὲ τῆς ἡμετέρας ἀναστάσεως, ἐπειδὴ οὐδέπω γέγονεν, οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ: τῇ ἀξιοπιστίᾳ τῆς τοῦ ποιοῦντος ἰσχύος τοὺς ἀντιλέγοντας ἐπιστομίζων. Εἰ δὲ τῷ Πατρὶ τὴν ἀνάστασιν λογίζεται τοῦ Χριστοῦ, μηδέν σε θορυβείτω τοῦτο. Οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Χριστοῦ, τοῦτο τέθεικεν: αὐτὸς γάρ ἐστιν ὁ λέγων: Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν: καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν: καὶ ὁ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσί φησιν: Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν ὁ Παῦλος οὕτω φησίν; Ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ: Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἀνέμνησε, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδηφαγίας τὴν τυραννίδα, καὶ μονονουχὶ λέγων: Ἔφαγες: ἔπιες ἀσώτως, καὶ τί τὸ πέρας; οὐδὲν, ἀλλ' ἢ φθορὰ μόνον. Συνεζεύχθης τῷ Χριστῷ, καὶ τί τὸ πέρας; Μέγα καὶ θαυμαστὸν ἡ μέλλουσα ἀνάστασις, ἡ ἔνδοξος ἐκείνη καὶ πάντα ὑπερβαίνουσα λόγον. Μηδεὶς τοίνυν διαπιστείτω τῇ ἀναστάσει: εἰ δέ τις ἀπιστεῖ, ἐννοείτω πόσα ἐξ οὐκ ὄντων ἐποίησε, καὶ δεχέσθω καὶ περὶ ἐκείνης ἀπόδειξιν. Τὰ γὰρ ἤδη γενόμενα παραδοξότερα πολλῷ, καὶ θαῦμα ἀμήχανον ἔχοντα. Σκόπει δέ: Γῆν λαβὼν ἔφυρε, καὶ ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρὸ τούτου. Πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; πῶς δὲ τὰ ἐξ αὐτῆς ἅπαντα, τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν, οὐκ ὠδίνων ἐπ' ἐκείνων ἡγησαμένων, οὐχ ὑετῶν κατενεχθέντων ἐπὶ τούτων, οὐχὶ γεωργίας φανείσης, οὐ βοῶν, οὐκ ἀρότρου, οὐκ ἄλλου οὐδενὸς συντελοῦντος εἰς τὴν γένεσιν τούτων; Διὰ τοῦτο γὰρ ἐκ γῆς ἀψύχου καὶ ἀναισθήτου τοσαῦτα ἐν ἀρχῇ γένη καὶ φυτῶν καὶ ἀλόγων ζώων ἀνῆκεν, ἵνα ἄνωθέν σε παιδεύσῃ τὸν τῆς ἀναστάσεως λόγον. Τοῦτο γὰρ τῆς ἀναστάσεως ἀπορώτερον. Οὐ γάρ ἐστιν ἴσον σβεσθέντα ἀνάψαι λύχνον, καὶ μηδαμῶς φαινόμενον δεῖξαι πῦρ: οὐκ ἔστιν ἴσον κατενεχθεῖσαν οἰκίαν ἀναστῆσαι, καὶ μηδὲ ὅλως ὑφεστῶσαν παραγαγεῖν. Ἐνταῦθα μὲν γὰρ, εἰ καὶ μηδὲν ἄλλο, ἀλλ' ἡ ὕλη ὑπέκειτο: ἐκεῖ δὲ οὐδὲ ἡ οὐσία ἐφαίνετο. Διὰ τοῦτο τὸ δυσκολώτερον εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτου τὸ εὐκολώτερον παραδέξῃ. Δυσκολώτερον δὲ εἶπον, οὐχὶ τῷ Θεῷ, ἀλλὰ κατὰ τὴν τῶν ἡμετέρων λογισμῶν ἀκολουθίαν: Θεῷ γὰρ δύσκολον οὐδέν: ἀλλ' ὥσπερ ζωγράφος ὁ μίαν ποιῶν εἰκόνα, μυρίας εὐκόλως ποιήσει, οὕτω καὶ Θεῷ ῥᾴδιον μυρίους ποιῆσαι κόσμους καὶ ἀπείρους: μᾶλλον δὲ, ὥσπερ εὔκολον ἐννοῆσαί σε πόλιν καὶ κόσμους ἀπείρους, οὕτω ποιῆσαι Θεῷ εὔκολον, μᾶλλον δὲ καὶ τούτου πολλῷ πάλιν εὐκολώτερον. Σὺ μὲν γὰρ κἂν βραχὺν χρόνον ἀναλίσκεις ἐν τῇ ἐννοίᾳ: ὁ δὲ Θεὸς οὐδὲ τοῦτο, ἀλλ' ὅσῳ τῶν κουφοτάτων τινὸς, μᾶλλον δὲ καὶ τοῦ νοῦ τοῦ ἡμετέρου οἱ λίθοι βαρύτεροι, τοσούτῳ ὁ νοῦς ἡμῶν τῆς ταχύτητος τῆς ἐν τῷ ποιεῖν ἀπολιμπάνεται τοῦ Θεοῦ. Ἐθαύμασας αὐτοῦ τὴν δύναμιν ἐπὶ τῆς γῆς; Ἐννόησον πάλιν πῶς ὁ οὐρανὸς γέγονεν οὐκ ὢν, πῶς τὰ ἄπειρα ἄστρα, πῶς ὁ ἥλιος, πῶς ἡ σελήνη: καὶ ταῦτα πάντα οὐκ ὄντα. Πάλιν, εἰπέ μοι, πῶς μετὰ τὸ γενέσθαι ἕστηκε, καὶ ἐπὶ τίνος; ποίαν ὑποβάθραν ἔχει, ἡ γῆ δὲ ποίαν; καὶ τί μετὰ τὴν γῆν; καὶ μετ' ἐκεῖνο πάλιν τὸ μετὰ τὴν γῆν, τί; Ὁρᾷς εἰς πόσον ἴλιγγον ἐκπίπτει σου τὸ τῆς διανοίας ὄμμα, ἂν μὴ ταχέως ἐπὶ τὴν πίστιν καταδράμῃς καὶ τὴν ἀκατάληπτον δύναμιν τοῦ ποιήσαντος; Εἰ δὲ βούλει καὶ ἀπὸ τῶν ἀνθρωπίνων στοχάζεσθαι, δυνήσῃ κατὰ μικρὸν πτερῶσαί σου τὴν διάνοιαν. Ποίων ἀνθρωπίνων; φησίν. Οὐχ ὁρᾷς τοὺς κεραμέας, πῶς τὸ διακλασθὲν καὶ γενόμενον ἄμορφον διαπλάττουσι σκεῦος; τοὺς τὴν μεταλλικὴν χωνεύοντας γῆν, πῶς τὴν γῆν χρυσίον ἀποφαίνουσι, καὶ σίδηρον καὶ χαλκόν; πάλιν ἑτέρους τοὺς τὴν ὕελον ἐργαζομένους, πῶς τὴν ἄμμον εἰς ἓν σῶμα συνεχὲς καὶ διαυγὲς μετασκευάζουσι; Εἴπω τοὺς σκυτοδέψας, τοὺς τὰ ἁλουργὰ ἐσθήματα βάπτοντας, πῶς ἕτερον ἀνθ' ἑτέρου τὸ δεξάμενον τὴν βαφὴν ἀποφαίνουσιν; εἴπω τὴν γέννησιν τὴν ἡμετέραν; οὐ σπέρμα βραχὺ πρῶτον ἄμορφον καὶ ἀτύπωτον ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τί δὲ ὁ σῖτος; οὐ κόκκος γυμνὸς εἰς τὴν γῆν καταβάλλεται; οὐ μετὰ τὸ καταβληθῆναι σήπεται; πόθεν ἄσταχυς καὶ ἀνθέρικες καὶ καλάμη καὶ τὰ ἄλλα πάντα; οὐ κεγχρὶς σύκου μικρὰ πολλάκις ἐμπεσοῦσα εἰς γῆν, καὶ ῥίζαν καὶ κλάδους καὶ καρπὸν ἤνεγκεν; Εἶτα τούτων μὲν ἕκαστον δέχῃ καὶ οὐ περιεργάζῃ, τὸν δὲ Θεὸν μόνον ἀπαιτεῖς εὐθύνας μετασκευάζοντα ἡμῶν τὸ σῶμα; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; γʹ. Ταῦτα πρὸς Ἕλληνας λέγωμεν καὶ τὰ τοιαῦτα: πρὸς γὰρ τοὺς ταῖς Γραφαῖς πειθομένους οὐδὲ λόγου μοι δεῖ. Εἰ γὰρ μέλλοις περιεργάζεσθαι πάντα τὰ ἐκείνου, τί πλέον ἕξει τῶν ἀνθρώπων ὁ Θεός; καίτοι γε καὶ ἀνθρώπους πολλοὺς οὐ περιεργαζόμεθα. Εἰ δὲ ἐπ' ἀνθρώπων τοῦτο ποιοῦμεν, καὶ οὐ περιεργαζόμεθα, πολλῷ οὖν μᾶλλον τὴν τοῦ Θεοῦ σοφίαν πολυπραγμονεῖν οὐ χρὴ οὐδὲ λογισμοὺς ἀπαιτεῖν: πρῶτον μὲν, ὅτι ἀξιόπιστος ὁ ἀποφαινόμενος, δεύτερον δὲ, ὅτι οὐ δέχεται λογισμῶν ἔρευναν τὰ πράγματα. Οὐ γὰρ οὕτω πτωχὸς ὁ Θεὸς, ὡς τοιαῦτα ἐργάζεσθαι μόνα, ἃ τῇ τῶν λογισμῶν ἀσθενείᾳ περιληφθῆναι δύναται τῶν σῶν. Εἰ γὰρ τέκτονος ἔργον οὐ καταλαμβάνεις, πολλῷ μᾶλλον τοῦ ἀριστοτέχνου Θεοῦ. Μὴ ἀπιστεῖτε τοίνυν τῇ ἀναστάσει: ἐπεὶ πολλῷ μακρὰν τῆς ἐλπίδος ἔσεσθε τῆς μελλούσης. Ἀλλὰ τί τὸ σοφὸν τῶν ἀντιλεγόντων, μᾶλλον δὲ τὸ σφόδρα ἀνόητον; Καὶ πῶς, ὅταν ἀναμιχθῇ τὸ σῶμα τῇ γῇ καὶ γένηται γῆ, καὶ αὕτη πάλιν ἑτέρως μετενεχθῇ, ἀναστήσεται, φησί; Σοὶ τοῦτο ἄπορον εἶναι δοκεῖ, ἀλλ' οὐ τῷ ἀκοιμήτῳ ὀφθαλμῷ: ἐκείνῳ γὰρ ἅπαντα δῆλα. Καὶ σὺ μὲν οὐχ ὁρᾷς τὴν ἐν τῇ συγχύσει διαίρεσιν, ἐκεῖνος δὲ πάντα οἶδεν: ἐπεὶ καὶ τὰ ἐν τῇ καρδίᾳ σὺ μὲν ἀγνοεῖς τοῦ πλησίον, ἐκεῖνος δὲ πάντα ἐπίσταται. Εἰ τοίνυν ἐπειδὴ ἀγνοεῖς πῶς ἀνίστησιν ὁ Θεὸς, ἀπιστεῖς ὅτι ἀνίστησιν, ἀπιστήσεις ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ οἶδεν; οὐ φαίνεται γὰρ οὐδὲ ταῦτα. Καίτοι ἐπὶ τοῦ σώματος μὲν ὕλη ἐστὶν ὁρατὴ, κἂν διαλυθῇ: ἐκεῖναι δὲ αἱ ἔννοιαι ἀόρατοι. Ὁ τὰ ἀόρατα τοίνυν εἰδὼς μετὰ ἀκριβείας ἁπάσης, τὰ ὁρατὰ οὐκ ὄψεται, καὶ διαιρήσει ῥᾳδίως τὸ σῶμα; Παντί που δῆλον. Μὴ τοίνυν ἀπίστει τῇ ἀναστάσει: διαβολικὸν γὰρ τὸ δόγμα: καὶ σπουδάζει τοῦτο ὁ διάβολος, οὐχ ἵνα ἀνάστασις ἀπιστηθῇ μόνον, ἀλλ' ἵνα καὶ τὰ τῆς ἀρετῆς ἔργα καταλυθῇ καὶ ἀπόληται. Ἄνθρωπος γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι καὶ δώσειν λόγον τῶν πεπραγμένων, οὐχ ἅψεται ταχέως ἀρετῆς: οὐχ ἁπτόμενος δὲ ἀρετῆς, διαπιστήσει τῇ ἀναστάσει πάλιν: ἀμφότερα γὰρ ὑπ' ἀλλήλων κατασκευάζεται, ἡ κακία ὑπὸ τῆς ἀπιστίας, καὶ ἡ ἀπιστία ὑπὸ τῆς κακίας. Πολλῶν γὰρ πεπληρωμένον τὸ συνειδὸς πονηριῶν, δεδοικὸς καὶ τρέμον τὴν μέλλουσαν ἀντίδοσιν, ἐπειδὴ μὴ βούλεται ἀπὸ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ κάλλιστα τὴν παραμυθίαν πορίζεσθαι, ἀπὸ τῆς ἀπιστίας ἀναπαύεσθαι βούλεται. Οὐ λέγοντος γὰρ σοῦ ἀνάστασιν οὐδὲ κρίσιν, κἀκεῖνος ἐρεῖ: Οὐκοῦν οὐδὲ ἐγὼ δώσω λόγον τῶν τετολμημένων. Ἀλλὰ τί φησιν ὁ Χριστός; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἂν τοσαῦτα ἐπραγματεύσατο ὁ Θεὸς, εἴ γε μὴ ἔμελλεν ἀναστήσειν ἡμᾶς, ἀλλὰ διαλύειν καὶ ἀφανίζειν εἰς τὸ μηδέν: οὐκ ἂν τὸν οὐρανὸν ἐξέτεινε τοῦτον, οὐκ ἂν τὴν γῆν ὑπεστόρεσεν, οὐκ ἂν τὰ ἄλλα ἅπαντα ὑπὲρ τῆς βραχείας ζωῆς μόνον ταύτης ἐποίησεν. Εἰ δὲ ὑπὲρ τῆς παρούσης ταῦτα, τί οὐ ποιήσει ὑπὲρ τῆς μελλούσης; Εἰ δὲ μὴ ἔσται μέλλουσα, πολὺ ἡμεῖς τῶν δι' ἡμᾶς γενομένων ἀτιμότεροι κατὰ τοῦτο. Καὶ γὰρ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ ποταμοὶ μονιμώτερα ἡμῶν, καὶ τῶν ἀλόγων δὲ ἔνια: καὶ γὰρ κορώνη καὶ τὸ τῶν ἐλεφάντων γένος καὶ πολλὰ ἕτερα πλείονα χρόνον ἀπολαύει τῆς παρούσης ζωῆς. Ἡμῖν δὲ καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος, ἀλλ' οὐκ ἐκείνοις, ἀλλὰ καὶ μακρὸς, καὶ μᾶλλον ἀθυμίας καὶ φροντίδων ἀπηλλαγμένος. Τί οὖν, εἰπέ μοι, τοὺς δούλους βελτίους ἐποίησε τῶν δεσποτῶν; Μὴ, παρακαλῶ, μὴ ταῦτα λογίζου, μηδὲ πτώχευε τὴν διάνοιαν, ἄνθρωπε, μηδὲ ἀγνόει τὸν πλοῦτον τοῦ Θεοῦ, τοιοῦτον ἔχων Δεσπότην. Καὶ γὰρ ἐξ ἀρχῆς σε ἐβούλετο ἀθάνατον ὁ Θεὸς ποιῆσαι, ἀλλ' οὐκ ἠθέλησας σύ. Καὶ γὰρ ἀθανασίας αἰνίγματα ἐκεῖνα ἦν, ἡ πρὸς τὸν Θεὸν ὁμιλία, τὸ ἀταλαίπωρον τῆς ζωῆς, τὸ λύπης καὶ φροντίδων ἀπηλλάχθαι καὶ πόνων, καὶ τῶν ἄλλων τῶν ἐπικαίρων. Οὔτε γὰρ ἱματίου ἐδεῖτο ὁ Ἀδὰμ, οὐκ ὀρόφου, οὐκ ἄλλης τινὸς τοιαύτης κατασκευῆς, ἀλλ' ἀγγέλοις μᾶλλον ἐῴκει, καὶ πολλὰ τῶν μελλόντων προῄδει, καὶ σοφίας ἐπεπλήρωτο πολλῆς. Καὶ ὃ λάθρα ἐποίησεν ὁ Θεὸς, τοῦτο ἐκεῖνος ἔγνω, τὸ περὶ τῆς γυναικός: διὸ καὶ ἔλεγε: Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ὁ δὲ πόνος ὕστερον γέγονεν, ὕστερον ἱδρὼς, ὕστερον αἰσχύνη καὶ ἡ δειλία καὶ τὸ ἀπαῤῥησίαστον: τότε δὲ οὐ λύπη, οὐκ ὀδύνη, οὐ στεναγμός. Ἀλλ' οὐκ ἔμεινεν ἐπὶ τῆς ἀξίας ἐκείνης. δʹ. Τί οὖν ἐγὼ πάθω, φησί; δι' ἐκεῖνον ἀπόλλυμαι; Μάλιστα μὲν οὐ δι' ἐκεῖνον: οὐδὲ γὰρ σὺ ἀναμάρτητος ἔμεινας, ἀλλ' εἰ καὶ μὴ τὴν αὐτὴν ἁμαρτίαν, ἑτέραν γοῦν ἥμαρτες. Ἄλλως δὲ οὐδὲ ἀπὸ τῆς τιμωρίας ἐβλάβης, ἀλλὰ καὶ ἐκέρδανας. Εἰ μὲν γὰρ ἔμελλες διόλου μένειν θνητὸς, ἴσως εἶχέ τινα λόγον τὸ εἰρημένον: νῦν δὲ καὶ ἀθάνατος εἶ, κἂν ἐθέλῃς, ὑπὲρ τὸν ἥλιον αὐτὸν λάμψαι δυνήσῃ. Ἀλλ' εἰ μὴ θνητὸν ἔλαβον σῶμα, φησὶν, οὐκ ἂν ἥμαρτον. Τί οὖν, εἰπέ μοι; ἐκεῖνος, θνητὸν ἔχων σῶμα, ἥμαρτεν; Οὐδαμῶς: οὐ γὰρ ἂν, εἴ γε θνητὸν ἦν, ὕστερον ἐν κολάσεως τάξει τὸν θάνατον ὑπέμεινεν. Ὅτι δὲ οὔτε θνητὸν σῶμα ἐμποδίζει πρὸς ἀρετὴν, ἀλλὰ καὶ σωφρονίζει καὶ τὰ μέγιστα συντελεῖ, δῆλον ἐκεῖθεν. Εἰ γὰρ προσδοκία ἀθανασίας μόνον οὕτως ἐπῆρε τὸν Ἀδὰμ, εἰ καὶ τῷ ὄντι ἀθάνατος ἐγεγόνει, ποῦ οὐκ ἂν ἀπονοίας ἐξέβη; Καὶ νῦν μὲν ἁμαρτὼν δύνασαι λῦσαι τὰ ἁμαρτήματα, τοῦ σώματος ταπεινοῦ ὄντος καὶ καταπίπτοντος καὶ διαλυομένου: καὶ γὰρ αὗται αἱ ἔννοιαι ἱκαναὶ σωφρονίσαι: εἰ δὲ ἐν ἀθανάτῳ ἐπλημμέλησας, μονιμώτερα ἴσως ἔμελλεν εἶναι τὰ ἁμαρτήματα. Οὐ τοίνυν ἡ θνητότης αἰτία τῆς ἁμαρτίας, μὴ κατηγόρει, ἀλλ' ἡ πονηρὰ προαίρεσίς ἐστιν ἡ ῥίζα τῶν κακῶν. Διὰ τί γὰρ μηδὲν τὸν Ἄβελ τὸ σῶμα ἠδίκησε; διὰ τί μηδὲν τοὺς δαίμονας τὸ ἀσώματον ὤνησε; Βούλει μαθεῖν, ὅτι οὐ μόνον οὐκ ἔβλαψε τὸ σῶμα θνητὸν γενόμενον, ἀλλὰ καὶ ὠφέλησεν; ἄκουσον ὅσα κερδαίνεις, ἐὰν νήφῃς, ἐκ τούτου. Ἀνθέλκει σε καὶ περισπᾷ ἀπὸ τῆς κακίας ὀδύναις καὶ λύπαις καὶ πόνοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. Ἀλλὰ καὶ εἰς πορνείαν ἐξάγει, φησίν; Οὐ τὸ σῶμα, ἀλλ' ἡ ἀκολασία: ταῦτα μὲν γὰρ, ἅπερ εἶπον, πάντως τοῦ σώματός ἐστι. Διόπερ οὐκ ἔστιν ἄνθρωπον εἰς τὸν βίον ἐλθόντα τοῦτον μὴ καὶ νοσεῖν καὶ ἀλγεῖν καὶ ἀθυμεῖν: μὴ πορνεύειν δὲ ἔνι. Ὥστε εἰ τῆς τοῦ σώματος ἦν φύσεως καὶ τὰ τῆς κακίας, καθολικὰ ἂν ἦν: τὰ γὰρ φυσικὰ τοιαῦτα, τὸ δὲ πορνεύειν οὐ τοιοῦτον: ἀλλὰ τὸ μὲν ἀλγεῖν ἐντεῦθεν, τὸ δὲ πορνεύειν ἀπὸ τῆς προαιρέσεως. Μὴ τοίνυν κατηγόρει τοῦ σώματος, μή σου τὴν τιμὴν ἀφαιρείσθω ὁ διάβολος, ἥν σοι ἔδωκεν ὁ Θεός. Ἂν γὰρ θέλωμεν, χαλινός ἐστιν ἄριστος τὸ σῶμα, τὰ σκιρτήματα τῆς ψυχῆς κατέχον, ἀπόνοιαν κατασπῶν, ἀλαζονείαν κωλύον, ἐν τοῖς μεγίστοις κατορθώμασιν ἡμῖν διακονούμενον. Μὴ γάρ μοι τοὺς μαινομένους εἴπῃς: ἐπεὶ καὶ τῶν ἵππων πολλοὺς ὁρῶμεν κατὰ κρημνῶν φερομένους, τὸν ἡνίοχον ῥίψαντας μετὰ τοῦ χαλινοῦ: ἀλλ' οὐ μεμφόμεθα τὸν χαλινόν: οὐ γὰρ ἐκεῖνος διασπασθεὶς τοῦτο εἰργάσατο, ἀλλ' ὁ ἡνίοχος ὁ μὴ κατασχὼν, πάντα ἀπώλεσεν. Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου: ἂν ἴδῃς νέον ἐν ὀρφανίᾳ ζῶντα καὶ μυρία ἐργαζόμενον κακὰ, μὴ τὸ σῶμα αἰτιῶ, ἀλλὰ τὸν ἡνίοχον τὸν συρόμενον, τὸν λογισμὸν λέγω. Ὥσπερ γὰρ αἱ ἡνίαι οὐ παρέχουσι πράγματα τῷ ἡνιόχῳ, ἀλλ' ὁ ἡνίοχος πάντων αἴτιος οὐ καλῶς αὐτὰς κατέχων: διὸ καὶ δίκην αὐτὸν ἀπαιτοῦσι, συμπλεκόμεναι αὐτῷ καὶ παρασύρουσαι πολλάκις καὶ ἀναγκάζουσαι τῆς οἰκείας δυσπραγίας κοινωνεῖν: οὕτω δὴ καὶ ἐνταῦθα. Ἐγὼ μὲν γὰρ, φησὶν, ἵμασσον τὸ στόμα τοῦ ἵππου, ἕως κατεῖχες: ἐπειδὴ δὲ ἔῤῥιψας, ἀπαιτῶ σε τῆς καταφρονήσεως δίκην, καὶ περιπλέκομαι καὶ παρασύρω, ὥστε μηκέτι τὸ αὐτὸ παθεῖν. Μηδεὶς τοίνυν αἰτιάσθω τὰς ἡνίας, ἀλλ' ἑαυτὸν καὶ τὴν διεφθαρμένην γνώμην. Καὶ γὰρ ἐφ' ἡμῶν ἡνίοχός ἐστιν ὁ λογισμός: ἡνίαι δὲ τὸ σῶμα, συνάγουσαι τοὺς ἵππους πρὸς τὸν ἡνίοχον. Ἂν μὲν οὖν καλῶς αὗται διακέωνται, οὐδὲν πείσῃ δεινόν: ἂν δὲ ἀφῇς αὐτὰς, ἠφάνισας καὶ ἀπώλεσας ἅπαντα. Σωφρονῶμεν τοίνυν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλὰ τῆς πονηρᾶς διανοίας. Καὶ γὰρ τοῦ διαβόλου ἔργον τοῦτο, πάντων μᾶλλον ποιεῖν τοὺς ἀνοήτους κατηγορεῖν, καὶ σώματος καὶ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, ἢ τῆς διεφθαρμένης γνώμης: ἵνα μὴ τὴν αἰτίαν εὑρόντες ἀπαλλαγῶσι τῆς ῥίζης τῶν κακῶν. Ἀλλ' ὑμεῖς τὴν ἐπιβουλὴν συνειδότες, τὸν θυμὸν κατ' αὐτοῦ στρέψατε, καὶ τὸν ἡνίοχον ἐπιστήσαντες τῷ ζεύγει, πρὸς τὸν Θεὸν τὸ ὄμμα τῆς διανοίας τείνατε. Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐδὲν ὁ τὸν ἀγῶνα θεὶς εἰσφέρει, ἀλλ' ἀναμένει τὸ τέλος: ἐνταῦθα δὲ τὸ πᾶν ὁ ἀγωνοθέτης ἐστὶ Θεός. Τοῦτον τοίνυν ἔχωμεν ἵλεων, καὶ πάντως ἐπιτευξόμεθα τῶν μελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.