[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§10. All his insulting epithets are shewn by facts to be false.

I therefore pass over everything else, as mere insolent mockery and scoffing abuse, and hasten to the question of his doctrine. Should any one say that I decline to be abusive only because I cannot pay him back in his own coin, let such an one consider in his own case what proneness there is to evil generally, what a mechanical sliding into sin, dispensing with the need of any practice. The power of becoming bad resides in the will; one act of wishing is often the sufficient occasion for a finished wickedness; and this ease of operation is more especially fatal in the sins of the tongue. Other classes of sins require time and occasion and co-operation to be committed; but the propensity to speak can sin when it likes. The treatise of Eunomius now in our hands is sufficient to prove this; one who attentively considers it will perceive the rapidity of the descent into sins in the matter of phrases: and it is the easiest thing in the world to imitate these, even though one is quite unpractised in habitual defamation. What need would there be to labour in coining our intended insults into names, when one might employ upon this slanderer his own phrases? He has strung together, in fact, in this part of his work, every sort of falsehood and evil-speaking, all moulded from the models which he finds in himself; every extravagance is to be found in writing these. He writes “cunning,” “wrangling,” “foe to truth,” “high-flown33    σοφίστης,” “charlatan,” “combating general opinion and tradition,” “braving facts which give him the lie,” “careless of the terrors of the law, of the censure of men,” “unable to distinguish the enthusiasm for truth from mere skill in reasoning;” he adds, “wanting in reverence,” “quick to call names,” and then “blatant,” “full of conflicting suspicions,” “combining irreconcileable arguments,” “combating his own utterances,” “affirming contradictories;” then, though eager to speak all ill of him, not being able to find other novelties of invective in which to indulge his bitterness, often in default of all else he reiterates the same phrases, and comes round again a third and a fourth time and even more to what he has once said; and in this circus of words he drives up and then turns down, over and over again, the same racecourse of insolent abuse; so that at last even anger at this shameless display dies away from very weariness. These low unlovely street boys’ jeers do indeed provoke disgust rather than anger; they are not a whit better than the inarticulate grunting of some old woman who is quite drunk.

Must we then enter minutely into this, and laboriously refute all his invectives by showing that Basil was not this monster of his imagination? If we did this, contentedly proving the absence of anything vile and criminal in him, we should seem to join in insulting one who was a ‘bright particular star’ to his generation. But I remember how with that divine voice of his he quoted the prophet34    Jeremiah iii. 3. with regard to him, comparing him to a shameless woman who casts her own reproaches on the chaste. For whom do these reasonings of his proclaim to be truth’s enemy and in arms against public opinion? Who is it who begs the readers of his book not ‘to look to the numbers of those who profess a belief, or to mere tradition, or to let their judgment be biassed so as to consider as trustworthy what is only suspected to be the stronger side?’ Can one and the same man write like this, and then make those charges, scheming that his readers should follow his own novelties at the very moment that he is abusing others for opposing themselves to the general belief? As for ‘brazening out facts which give him the lie, and men’s censure,’ I leave the reader to judge to whom this applies; whether to one who by a most careful self-restraint made sobriety and quietness and perfect purity the rule of his own life as well as that of his entourage, or to one who advised that nature should not be molested when it is her pleasure to advance through the appetites of the body, not to thwart indulgence, nor to be so particular as that in the training of our life; but that a self-chosen faith should be considered sufficient for a man to attain perfection. If he denies that this is his teaching, I and any right-minded person would rejoice if he were telling the truth in such a denial. But his genuine followers will not allow him to produce such a denial, or their leading principles would be gone, and the platform of those who for this reason embrace his tenets would fall to pieces. As for shameless indifference to human censure, you may look at his youth or his after life, and you would find him in both open to this reproach. The two men’s lives, whether in youth or manhood, tell a widely-different tale.

Let our speech-writer, while he reminds himself of his youthful doings in his native land, and afterwards at Constantinople, hear from those who can tell him what they know of the man whom he slanders. But if any would inquire into their subsequent occupations, let such a person tell us which of the two he considers to deserve so high a reputation; the man who ungrudgingly spent upon the poor his patrimony even before he was a priest, and most of all in the time of the famine, during which he was a ruler of the Church, though still a priest in the rank of presbyters35    ἔτι ἐν τῷ κληρῳ τῶν πρεσβυτερων ιερατεύων; and afterwards did not hoard even what remained to him, so that he too might have made the Apostles’ boast, ‘Neither did we eat any man’s bread for nought36    2 Thess. iii. 8.;’ or, on the other hand, the man who has made the championship of a tenet a source of income, the man who creeps into houses, and does not conceal his loathsome affliction by staying at home, nor considers the natural aversion which those in good health must feel for such, though according to the law of old he is one of those who are banished from the inhabited camp because of the contagion of his unmistakeable37    According to Ruffinus (Hist. Eccl. x. 25), his constitution was poisoned with jaundice within and without. disease.

Basil is called ‘hasty’ and ‘insolent,’ and in both characters ‘a liar’ by this man who ‘would in patience and meekness educate those of a contrary opinion to himself;’ for such are the airs he gives himself when he speaks of him, while he omits no hyperbole of bitter language, when he has a sufficient opening to produce it. On what grounds, then, does he charge him with this hastiness and insolence? Because ‘he called me a Galatian, though I am a Cappadocian;’ then it was because he called a man who lived on the boundary in an obscure corner like Corniaspine38    ἐν ἀνωνύμῳ τινι Κορνιασπινῆς ἐσχατί& 139·. Cf. μεγὰ χρῆμα ὑ& 232·ς (Herod.) for the use of this genitive. In the next sentence εἰ ἀντὶ, though it gives the sense translated in the text, is not so good as ᾗ ἀντὶ (i.e. ἐσχατία), which Oehler suggests, but does not adopt.   With regard to Eunomius’ birthplace, Sozomen and Philostorgius give Dacora (which the former describes as on the slopes of Mt. Argæus: but that it must have been on the borders of Galatia and Cappadocia is certain from what Gregory says here): ‘Probably Dacora was his paternal estate: Oltiseris the village to which it belonged’ (Dict. Christ. Biog.; unless indeed Corniaspa, marked on the maps as a town where Cappadocia, Galatia and Pontus join, was the spot, and Oltiseris the district. Eunomius died at Dacora. a Galatian instead of an Oltiserian; supposing, that is, that it is proved that he said this. I have not found it in my copies; but grant it. For this he is to be called ‘hasty,’ ‘insolent,’ all that is bad. But the wise know well that the minute charges of a faultfinder furnish a strong argument for the righteousness of the accused; else, when eager to accuse, he would not have spared great faults and employed his malice on little ones. On these last he is certainly great, heightening the enormity of the offence, and making solemn reflections on falsehood, and seeing equal heinousness in it whether in great or very trivial matters. Like the fathers of his heresy, the scribes and Pharisees, he knows how to strain a gnat carefully and to swallow at one gulp the hump-backed camel laden with a weight of wickedness. But it would not be out of place to say to him, ‘refrain from making such a rule in our system; cease to bid us think it of no account to measure the guilt of a falsehood by the slightness or the importance of the circumstances.’ Paul telling a falsehood and purifying himself after the manner of the Jews to meet the needs of those whom he usefully deceived did not sin the same as Judas for the requirement of his treachery putting on a kind and affable look. By a falsehood Joseph in love to his brethren deceived them; and that too while swearing ‘by the life of Pharaoh39    Gen. xlii. 15.;’ but his brethren had really lied to him, in their envy plotting his death and then his enslavement. There are many such cases: Sarah lied, because she was ashamed of laughing: the serpent lied, tempting man to disobey and change to a divine existence. Falsehoods differ widely according to their motives. Accordingly we accept that general statement about man which the Holy Spirit uttered by the Prophet40    Psalm cxv. 11., ‘Every man is a liar;’ and this man of God, too, has not kept clear of falsehood, having chanced to give a place the name of a neighbouring district, through oversight or ignorance of its real name. But Eunomius also has told a falsehood, and what is it? Nothing less than a misstatement of Truth itself. He asserts that One who always is once was not; he demonstrates that One who is truly a Son is falsely so called; he defines the Creator to be a creature and a work; the Lord of the world he calls a servant, and ranges the Being who essentially rules with subject beings. Is the difference between falsehoods so very trifling, that one can think it matters nothing whether the falsehood is palpable41    ἐψεῦσθαι δοκεῖν. in this way or in that?

Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγον. εἰ δέ τις παραιτεῖσθαί με τὸ λοιδορεῖν δι' ἀπειρίαν τῆς τῶν ὁμοίων ἀντιδόσεως λέγοι, σκεψάσθω ἑαυτόν, ὅση πρὸς τὸ χεῖρόν ἐστιν ἡ εὐκολία δίχα τινὸς πραγματείας αὐτομάτως πρὸς τὴν ἁμαρτίαν κατολισθαίνουσα. τὸ γὰρ γίνεσθαι κακὸν ἐν τῷ προελέσθαι μόνον ἀπόκειται καὶ ἤρκεσε πολλάκις πρὸς τελείωσιν κακίας ἡ βούλησις. πολὺ δὲ πλέον τὸ εὔκολον ἐν τοῖς κατὰ τὴν γλῶσσάν ἐστι πλημμελήμασι. τὰ μὲν γὰρ λοιπὰ τῶν ἁμαρτημάτων καὶ χρόνου καὶ πραγμάτων καὶ τῆς ἔξωθεν συνεργίας εἰς τὸ γενέσθαι προσδέεται, ἡ δὲ τοῦ λόγου πρόσφυσις κατ' ἐξουσίαν ἔχει τὸ πλημμελεῖν. ἀπόδειξις δὲ τῶν λεγομένων αὐτὸς ὁ ἐν χερσὶν ἡμῶν τοῦ Εὐνομίου λόγος, ὃν ὁ μὴ παρέργως κατανοήσας εὑρήσει τὸ κάταντες τῆς ἐν τοῖς ῥήμασιν ἁμαρτίας, ἣν μιμεῖσθαι πάντως τῶν εὐπορωτάτων ἐστί, κἂν παντελῶς τις ἀμελετήτως ἔχῃ τῆς τοῦ βλασφημεῖν ἐμπειρίας. τί γὰρ δεῖ κάμνειν ὀνοματοποιοῦντα τὰς ὕβρεις, ἐξὸν τοῖς ῥηθεῖσιν αὐτοῖς ἐπὶ τὸν ὑβρίσαντα χρήσασθαι; πάντα γὰρ ἐν τῷ μέρει τούτῳ τοῦ λόγου ψευδῆ καὶ βλάσφημα πρὸς τὰ ἐν αὐτῷ παραδείγματα συμπεπλασμένα διερραψῴδησε, καὶ οὐκ ἔστιν ὅ τι οὐκ ἐγγέγραπται τῶν ἀτόπων. « δεινός », φησίν, « ἐριστικός, ἀληθείας ἐχθρός, σοφιστής, ἀπατεών, ταῖς τῶν πολλῶν δόξαις καὶ μνήμαις ἀντιταττόμενος, τὸν ἐκ τῶν πραγμάτων οὐκ αἰσχυνόμενος ἔλεγχον, οὐ φόβον ἐκ τῶν νόμων, οὐ ψόγον ἐξ ἀνθρώπων διευλαβούμενος, ἀλήθειαν δεινότητος διακρίνειν οὐκ ἐπιστάμενος »: προστίθησι τούτοις καὶ « ἀναίδειαν καὶ πρὸς τὸ λοιδορεῖν ἑτοιμότητα »: εἶτα « ἐκμελῆ » φησι « καὶ μαχομένων ὑπονοιῶν πλήρη καὶ ἐξ ἀναρμόστων τὸν λόγον ἁρμόζοντα καὶ ταῖς ἰδίαις φωναῖς μαχόμενον καὶ τὰ ἐναντία φθεγγόμενον ». καὶ πολλὰ εἰπεῖν περὶ αὐτοῦ κακὰ θέλων, εἶτα τὴν πικρίαν τῆς ψυχῆς ἐμπλῆσαι ἐν τῇ καινότητι τῶν ὕβρεων οὐ δυνάμενος, ἐπειδὴ οὐκ ἔχει ὅ τι καὶ εἴπῃ, πολλάκις ἐπὶ τὰ αὐτὰ ἐπανέρχεται καὶ ἅπαξ εἰπὼν ἐπανακυκλοῖ πάλιν καὶ ἐκ τρίτου τὰ αὐτὰ καὶ ἐκ τετάρτου καὶ ὑπὲρ τοῦτο, ὥσπερ τινὰ δίαυλον ἀνακάμπτων τῷ λόγῳ διὰ τῶν αὐτῶν ὕβρεων καὶ τῆς λοιδορίας ληρημάτων, ἄνω καὶ κάτω διὰ τῶν ὁμοίων περιχωρῶν: ὥστε μηκέτι χαλεπαίνειν αὐτοῦ τῇ ἀναισχυντίᾳ τῶν ὕβρεων, ἐν τῷ προσκορεῖ τῶν λεγομένων τὸν θυμὸν ὑπεκλύοντα. βδελύξαιτο γὰρ ἄν τις μᾶλλον ἢ εἰς ὀργὴν ἔλθοι: οὕτως ἀνδραποδώδη καὶ χαρίτων ἄμοιρα καὶ ἀπὸ τῆς τριόδου τὰ σκώμματα, γραός τινος διακωθωνιζομένης καὶ ὑπ' ὀδόντα γρυζούσης οὐδ' ὁτιοῦν διαφέροντα.
Τί οὖν; ἆρα ἐπεξελθεῖν δεῖ τοῖς καθ' ἕκαστον καὶ περὶ πάντων τῶν ἐφ' ὕβρει ῥηθέντων φιλοπόνως ἀπολογήσασθαι, ὅτι οὐκ ἦν τοιοῦτος καθ' οὗ ταῦτα συμπέπλασται; ἀλλ' οὕτω γ' ἂν καὶ ἡμεῖς συγκαθυβρίζειν δοκοίημεν τὸν ἀντὶ φωστῆρος τῇ γενεᾷ διαλάμψαντα, ἀγαπητῶς τὸ μὴ κακοῦργον καὶ κατεγνωσμένον εἶναι διὰ τῶν λόγων ἀποδεικνύοντες. ἀλλὰ μέμνημαι τῆς θείας ἐκείνης φωνῆς, ὡς προφητικῶς περὶ αὐτοῦ τὰ ἐκ τῆς προφητείας ἐφθέγξατο, ὅπου ταῖς ἀναισχύντοις αὐτὸν τῶν γυναικῶν παρεικάζει, αἳ τὰ ἴδια ὀνείδη ταῖς σωφρονούσαις προφέρουσι. τίνα γὰρ ἐχθρὸν τῆς ἀληθείας οἱ λόγοι κηρύσσουσι; τίνα ταῖς τῶν πολλῶν δόξαις ἀντιτασσόμενον; τίς αἰτεῖται παρὰ τῶν ἐντυγχανόντων αὐτοῦ τῷ συγγράμματι μὴ πρὸς τὸ πλῆθος τῶν μαρτυρούντων ὁρᾶν μηδὲ πρὸς τὴν ἀρχαιότητα βλέπειν μηδὲ πρὸς τὸ ἀξιόπιστον τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ῥέπειν ταῖς γνώμαις; ἆρα τοῦ αὐτοῦ ἐστι καὶ ταῦτα γράφειν καὶ ἐκεῖνα προφέρειν, καὶ ταῖς μὲν ἑαυτοῦ καινοτομίαις ζητεῖν τοὺς ἀκούοντας ἕπεσθαι, φαυλίζειν δὲ πάλιν ἑτέρους ὡς ταῖς κοιναῖς ὑπολήψεσιν ἀντιβαίνοντας; τὸ δὲ « μὴ αἰσχύνεσθαι τὸν ἐκ τῶν πραγμάτων ἔλεγχον » καὶ « τὸν ἀνθρώπινον ψόγον » καὶ ὅσα τοιαῦτα κατὰ ταὐτὸ διεξέρχεται, ταῖς τῶν ἀκουόντων γνώμαις καταλείπω σκοπεῖν ἐπὶ τίνος ἀληθές ἐστι λέγειν, ἆρα τοῦ σωφροσύνην καὶ κοσμιότητα καὶ πᾶσαν καθαρότητα ψυχῆς τε καὶ σώματος διὰ τῆς ἀκριβεστάτης ἐγκρατείας νομοθετοῦντος ὁμοίως ἑαυτῷ τε καὶ τοῖς πλησιάζουσιν, ἢ τοῦ κελεύοντος μὴ παρέχειν πράγματα τῇ φύσει πρὸς τὸ δοκοῦν διὰ τῶν τοῦ σώματος ὀρέξεων προϊούσῃ μηδὲ ἀντιβαίνειν ταῖς ἡδοναῖς μηδὲ ἀκριβολογεῖσθαι περὶ τὴν τοιαύτην τοῦ βίου σπουδήν; οὐδὲ γὰρ εἶναί τινα βλάβην ψυχῆς διὰ τῶν τοιούτων συνισταμένην, ἀλλὰ μόνην ἀρκεῖν τῷ ἀνθρώπῳ τὴν αἱρετικὴν πίστιν πρὸς τελειότητα. εἰ δὲ ἀρνεῖται τὸ μὴ οὕτως ἔχειν αὐτοῖς τὰ διδάγματα, εὐξαίμην ἂν ἔγωγε καὶ τῶν εὖ φρονούντων ἕκαστος ἀληθεύειν αὐτὸν ἐν τοῖς τοιούτοις ἀρνούμενον: ἀλλ' οὐκ ἐάσουσιν αὐτῷ προχωρῆσαι τὴν ἄρνησιν οἱ γνήσιοι μαθηταί, ἢ τὸ μέγιστον αὐτοῦ θεώρημα πεσεῖται καὶ καταλυθήσεται ἡ συσκευὴ τῶν διὰ τοῦτο μάλιστα προσεδρευόντων τῷ δόγματι. « ἀναιδὴς » δὲ τίς καὶ « τὸν ἀνθρώπινον ψόγον οὐκ εὐλαβούμενος », ἐκ τῶν ἐν νεότητι βεβιωμένων ἢ ἐκ τῶν μετὰ ταῦτα βούλει σκοπήσωμεν; ἀλλὰ δι' ἀμφοτέρων ἐπ' αὐτὸν ἂν εὕροις ἐπανιοῦσαν τῆς ἀναιδείας τὴν μέμψιν. οὐ τὰ αὐτὰ γὰρ ἑκατέροις οὔτε ἡ νεότης οὔτε ὁ μετὰ ταῦτα μαρτυρεῖ βίος. ὑπομνησάτω ἑαυτὸν ὁ λογογράφος τῶν τε ἐπὶ τῆς πατρίδος κατὰ τὸν τῆς νεότητος καιρὸν καὶ τῶν ἐν Κωνσταντινουπόλει βεβιωμένων αὐτῷ, καὶ ἀκουσάτω παρὰ τῶν εἰδότων οἷα τῷ συκοφαντουμένῳ συνίσασιν. εἰ δὲ ἐκ τῶν ἐφεξῆς ἐπιτηδευμάτων τις ἐθέλοι σκοπεῖν, αὐτὸς εἰπάτω, τίς ἄξιος τοιούτου ὀνόματος, ὁ τὴν πατρῴαν οὐσίαν καὶ πρὸ τῆς ἱερωσύνης ἀφειδῶς ἀναλώσας τοῖς πένησι καὶ μάλιστα ἐν τῷ τῆς σιτοδείας καιρῷ, καθ' ὃν ἐπεστάτει τῆς ἐκκλησίας, ἔτι ἐν τῷ κλήρῳ τῶν πρεσβυτέρων ἱερατεύων, καὶ μετὰ ταῦτα μηδὲ τῶν ὑπολειφθέντων φεισάμενος, ὡς ἂν καὶ αὐτὸς τὸ τοῦ ἀποστόλου καυχήσαιτο ὅτι Δωρεὰν ἄρτον οὐκ ἔφαγον, ἢ ὁ προσόδων ἀφορμὴν τὴν τοῦ δόγματος προστασίαν πεποιημένος, ὁ εἰσδύνων εἰς τὰς οἰκίας αὐτόκλητος οὐδὲ τὴν ἐκ τοῦ πάθους ἀηδίαν τῇ καθ' ἑαυτὸν διαγωγῇ περιστέλλων οὐδὲ τὴν φυσικὴν τῶν ὑγιαινόντων πρὸς τοὺς τοιούτους ἀποστροφὴν λογιζόμενος, ὁ κατὰ τὸν παλαιὸν νόμον διὰ τὴν ἁφὴν τῆς σημασίας ἔξω τῆς παρεμβολῆς τῶν οἰκούντων ἀφοριζόμενος.
« Προπετὴς » δὲ πάλιν καὶ « ὑβριστὴς » καὶ « καθ' ἑκάτερον ψεύστης » ὀνομάζεται παρὰ τοῦ « μακροθύμως ἐν πραΰτητι τοὺς ἀντιδιατιθεμένους παιδεύοντος ». οὕτω γὰρ ἐν τῷ συγγράμματι τοῖς περὶ αὐτοῦ λόγοις ἐνδιαθρύπτεται ὁ μηδεμίαν πικρίας ὑπερβολὴν ἀφιεὶς ἐν οἷς ἄν τι προενεγκεῖν ἐξισχύσῃ. πόθεν τοίνυν καὶ ἐκ ποίων πραγμάτων τὴν ὕβριν αὐτοῦ καὶ τὸ προπετὲς διελέγχει; « ὅτι », φησί, « καὶ Καππαδόκην ὄντα με Γαλάτην ὠνόμασεν ». εἶτα τὸν ἐν τῷ μεθορίῳ τῶν πατρίδων τὴν οἴκησιν ἔχοντα ἐν ἀνωνύμῳ τινὶ τῆς Κορνιασπινῆς ἐσχατιᾷ εἰ ἀντὶ τοῦ Ὀλτισηρέως Γαλάτην ὠνόμασεν (εἴπερ δὴ ὅλως καὶ τοῦτο προσειπὼν ἐπιδείκνυται: οὐ γὰρ εὗρον ἐν τοῖς ἡμετέροις βιβλίοις τοῦτο προσκείμενον, δεδόσθω δὲ ὅμως εἰρῆσθαι) ὑπὲρ τούτων « προπετὴς » καὶ « ὑβριστὴς » καὶ « ψεύστης » καὶ πάντα ὀνομάζεται τὰ δεινότατα; καὶ οὐ συνίησιν ὁ σοφός, ὅτι ἡ ἐπὶ μικροῖς παρὰ τοῦ συκοφάντου κατηγορία μεγάλην συνηγορίαν τῆς δεξιότητος τοῦ κατηγορουμένου παρίστησιν; οὐ γὰρ ἂν πρὸς κατηγορίαν κεκινημένος τῶν μειζόνων φειδόμενος ἐν τοῖς μικροτέροις ἀπησχόλει τὴν πονηρίαν: ὑπὲρ ὧν καὶ πολύς ἐστιν ἐπαίρων καὶ δεινῶν τὸ ἀδίκημα καὶ σεμνῶς περὶ τοῦ ψεύδους φιλοσοφῶν, ἴσον εἰς ἀτοπίαν κρίνων, ἐάν τε περὶ μειζόνων ἐάν τε περὶ μικροτέρων ὁ λόγος. οἶδε γὰρ κατὰ τοὺς πατέρας αὐτοῦ τῆς αἱρέσεως, τοὺς γραμματεῖς λέγω καὶ Φαρισαίους, ἀκριβῶς μὲν διϋλίζειν τὸν κώνωπα, ἀφειδῶς δὲ καταπίνειν τὴν σκολιὰν κάμηλον τὴν τῷ βάρει τῆς πονηρίας πεφορτισμένην. πρὸς ὃν οὐκ ἄτοπον ἦν ἴσως εἰπεῖν ὅτι φείδου τῆς τοιαύτης νομοθεσίας ἐν τῇ καθ' ἡμᾶς πολιτείᾳ, τὸ παρ' οὐδὲν ἡγεῖσθαι κελεύειν βραχύτητι πραγμάτων καὶ μεγέθει διακρίνειν τὴν πρὸς τὸ ψεῦδος διαβολήν. οὐ γὰρ ὁμοίως ἁμαρτάνει Παῦλος ψευδόμενος καὶ Ἰουδαϊκῶς ἁγνιζόμενος ἐπὶ καιροῦ τῶν χρησίμως ἀπατωμένων, καὶ Ἰούδας ἐν τῷ τῆς προδοσίας καιρῷ φίλον καὶ προσήγορον σχῆμα ὑποδυόμενος. ἐψεύσατο καὶ Ἰωσὴφ ἐν φιλανθρωπίᾳ τοὺς ἀδελφοὺς διαπαίζων, καὶ ταῦτα τὴν ὑγείαν τοῦ Φαραὼ ἐπομνύμενος: ἀλλ' ἐψεύσαντο καὶ οἱ ἀδελφοὶ κατ' αὐτοῦ πρότερον μὲν θάνατον, μετὰ ταῦτα δὲ δουλείαν διὰ τὸν φθόνον βουλεύσαντες, καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν: ψεύδεται Σάρρα ἐπερυθριῶσα τῷ γέλωτι: ψεύδεται καὶ ὁ ὄφις εἰς θείαν μεταβαίνειν φύσιν τὸν ἄνθρωπον ἐκ τῆς παρακοῆς εἰσηγούμενος. πολλὴ « μὲν οὖν » τοῦ ψεύδους ἡ πρὸς τὰς ὑποθέσεις διαφορά, καὶ οὐδὲ ἔστιν εἰπεῖν ὅση, εἴτε ἐκ τῶν ἀρχαίων διηγημάτων εἴτε ἐκ τοῦ νῦν βίου δοκιμάζοις τὸν λόγον. οὐκοῦν καὶ ἡμεῖς δεξώμεθα, ὅτι κατὰ τὴν κοινὴν περὶ τῶν ἀνθρώπων ἀπόφασιν, ἣν διὰ τοῦ προφήτου τὸ πνεῦμα τὸ ἅγιον ἀπεφήνατο ὅτι Πᾶς ἄνθρωπος ψεύστης, καὶ ὁ τοῦ θεοῦ ἄνθρωπος συνηνέχθη τῷ ψεύδει, τὴν ὅμορόν τινι χώραν ἀγνοίᾳ ἢ ὑπεροψίᾳ τῆς τοῦ τόπου προσηγορίας κατὰ τὸ συμβὰν ἐπιφημίσας. ἀλλ' ἐψεύσατο καὶ Εὐνόμιος, καὶ τί τὸ ψεῦδος; αὐτῆς τῆς ἀληθείας παραγραφή. τὸν ἀεὶ ὄντα ποτὲ μὴ εἶναι λέγει, τὸν ἀληθῶς υἱὸν ψευδώνυμον ἔχειν τὴν προσηγορίαν κατασκευάζει, τὸν κτίστην πάντων αὐτὸν κτίσμα εἶναι καὶ ποίημα διορίζεται, τὸν κυριεύοντα τῶν ὅλων δοῦλον προσαγορεύει, τὸν ἐκ φύσεως τὸ ἄρχειν ἔχοντα τῇ δουλευούσῃ φύσει συγκατατάσσει. ἆρα μικρὰ τοῦ ψεύδους ἡ διαφορὰ καὶ τοσαύτη, ὡς ἀντ' οὐδενὸς οἴεσθαί τινα τὸ οὕτως ἢ ἑτέρως ἐψεῦσθαι δοκεῖν;