[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§12. His charge of cowardice is baseless: for Basil displayed the highest courage before the Emperor and his Lord-Lieutenants.

He treats our words so; and in the rest of his presumptuous statements can there be shown to be a particle of truth? In these he calls him ‘cowardly,’ ‘spiritless,’ ‘a shirker of severer labours,’ exhausting the list of such terms, and giving with laboured circumstantiality every symptom of this cowardice: ‘the retired cabin, the door firmly closed, the anxious fear of intruders, the voice, the look, the tell-tale change of countenance,’ everything of that sort, whereby the passion of fear is shown. If he were detected in no other lie but this, it alone would be sufficient to reveal his bent. For who does not know how, during the time when the Emperor Valens was roused against the churches of the Lord, that mighty champion of ours rose by his lofty spirit superior to those overwhelming circumstances and the terrors of the foe, and showed a mind which soared above every means devised to daunt him? Who of the dwellers in the East, and of the furthest regions of our civilized world did not hear of his combat with the throne itself for the truth? Who, looking to his antagonist, was not in dismay? For his was no common antagonist, possessed only of the power of winning in sophistic juggles, where victory is no glory and defeat is harmless; but he had the power of bending the whole Roman government to his will; and, added to this pride of empire, he had prejudices against our faith, cunningly instilled into his mind by Eudoxius42    Afterwards of Antioch, and then 8th Bishop of Constantinople (360–370), one of the most influential of all the Arians. He it was who procured for Eunomius the bishopric of Cyzicus (359). (The latter must indeed have concealed his views on that occasion, for Constantius hated the Anomœans). of Germanicia43    A town of Commagene., who had won him to his side; and he found in all those who were then at the head of affairs allies in carrying out his designs, some being already inclined to them from mental sympathies, while others, and they were the majority, were ready from fear to indulge the imperial pleasure, and seeing the severity employed against those who held to the Faith were ostentatious in their zeal for him. It was a time of exile, confiscation, banishment, threats of fines, danger of life, arrests, imprisonment, scourging; nothing was too dreadful to put in force against those who would not yield to this sudden caprice of the Emperor; it was worse for the faithful to be caught in God’s house than if they had been detected in the most heinous of crimes.

But a detailed history of that time would be too long; and would require a separate treatment; besides, as the sufferings at that sad season are known to all, nothing would be gained for our present purpose by carefully setting them forth in writing. A second drawback to such an attempt would be found to be that amidst the details of that melancholy history we should be forced to make mention of ourselves; and if we did anything in those struggles for our religion that redounds to our honour in the telling, Wisdom commands us to leave it to others to tell. “Let another man praise thee, and not thine own mouth44    Proverbs xxvii. 2.;” and it is this very thing that our omniscient friend has not been conscious of in devoting the larger half of his book to self-glorification.

Omitting, then, all that kind of detail, I will be careful only in setting forth the achievement of our Master. The adversary whom he had to combat was no less a person than the Emperor himself; that adversary’s second was the man who stood next him in the government; his assistants to work out his will were the court. Let us take into consideration also the point of time, in order to test and to illustrate the fortitude of our own noble champion. When was it? The Emperor was proceeding from Constantinople to the East elated by his recent successes against the barbarians, and not in a spirit to brook any obstruction to his will; and his lord-lieutenant directed his route, postponing all administration of the necessary affairs of state as long as a home remained to one adherent of the Faith, and until every one, no matter where, was ejected, and others, chosen by himself to outrage our godly hierarchy, were introduced instead. The Powers then of the Propontis were moving in such a fury, like some dark cloud, upon the churches; Bithynia was completely devastated; Galatia was very quickly carried away by their stream; all in the intervening districts had succeeded with them; and now our fold lay the next to be attacked. What did our mighty Basil show like then, ‘that spiritless coward,’ as Eunomius calls him, ‘shrinking from danger, and trusting to a retired cabin to save him?’ Did he quail at this evil onset? Did he allow the sufferings of previous victims to suggest to him that he should secure his own safety? Did he listen to any who advised a slight yielding to this rush of evils45    ‘The metropolitan remained unshaken. The rough threats of Modestus succeeded no better than the fatherly counsel of Enippius.’ Gwatkins Arians., so as not to throw himself openly in the path of men who were now veterans in slaughter? Rather we find that all excess of language, all height of thought and word, falls short of the truth about him. None could describe his contempt of danger, so as to bring before the reader’s eyes this new combat, which one might justly say was waged not between man and man, but between a Christian’s firmness and courage on the one side, and a bloodstained power on the other.

The lord-lieutenant kept appealing to the commands of the Emperor, and rendering a power, which from its enormous strength was terrible enough, more terrible still by the unsparing cruelty of its vengeance. After the tragedies which he had enacted in Bithynia, and after Galatia with characteristic fickleness had yielded without a struggle, he thought that our country would fall a ready prey to his designs. Cruel deeds were preluded by words proposing, with mingled threats and promises, royal favours and ecclesiastical power to obedience, but to resistance all that a cruel spirit which has got the power to work its will can devise. Such was the enemy.

So far was our champion from being daunted by what he saw and heard, that he acted rather like a physician or prudent councillor called in to correct something that was wrong, bidding them repent of their rashness and cease to commit murders amongst the servants of the Lord; ‘their plans,’ he said, ‘could not succeed with men who cared only for the empire of Christ, and for the Powers that never die; with all their wish to maltreat him, they could discover nothing, whether word or act, that could pain the Christian; confiscation could not touch him whose only possession was his Faith; exile had no terrors for one who walked in every land with the same feelings, and looked on every city as strange because of the shortness of his sojourn in it, yet as home, because all human creatures are in equal bondage with himself; the endurance of blows, or tortures, or death, if it might be for the Truth, was an object of fear not even to women, but to every Christian it was the supremest bliss to suffer the worst for this their hope, and they were only grieved that nature allowed them but one death, and that they could devise no means of dying many times in this battle for the Truth46    Other words of Basil, before Modestus at Cæsarea, are also recorded; “I cannot worship any created thing, being as I am God’s creation, and having been bidden to be a God.”.’

When he thus confronted their threats, and looked beyond that imposing power, as if it were all nothing, then their exasperation, just like those rapid changes on the stage when one mask after another is put on, turned with all its threats into flattery; and the very man whose spirit up to then had been so determined and formidable adopted the most gentle and submissive of language; ‘Do not, I beg you, think it a small thing for our mighty emperor to have communion with your people, but be willing to be called his master too: nor thwart his wish; he wishes for this peace, if only one little word in the written Creed is erased, that of Homoousios.’ Our master answers that it is of the greatest importance that the emperor should be a member of the Church; that is, that he should save his soul, not as an emperor, but as a mere man; but a diminution of or addition to the Faith was so far from his (Basil’s) thoughts, that he would not change even the order of the written words. That was what this ‘spiritless coward, who trembles at the creaking of a door,’ said to this great ruler, and he confirmed his words by what he did; for he stemmed in his own person this imperial torrent of ruin that was rushing on the churches, and turned it aside; he in himself was a match for this attack, like a grand immoveable rock in the sea, breaking the huge and surging billow of that terrible onset.

Nor did his wrestling stop there; the emperor himself succeeds to the attack, exasperated because he did not get effected in the first attempt all that he wished. Just, accordingly, as the Assyrian effected the destruction of the temple of the Israelites at Jerusalem by means of the cook Nabuzardan, so did this monarch of ours entrust his business to one Demosthenes, comptroller of his kitchen, and chief of his cooks47    This cook is compared to Nabuzardan by Gregory Naz. also (Orat. xliii. 47). Cf. also Theodoret, iv. 19, where most of these events are recorded. The former says that ‘Nabuzardan threatened Basil when summoned before him with the μαχαίρα of his trade, but was sent back to his kitchen fire.’, as to one more pushing than the rest, thinking thereby to succeed entirely in his design. With this man stirring the pot, and with one of the blasphemers from Illyricum, letters in hand, assembling the authorities with this end in view, and with Modestus48    Modestus, the Lord Lieutenant or Count of the East, had sacrificed to the images under Julian, and had been re-baptized as an Arian. kindling passion to a greater heat than in the previous excitement, every one joined the movement of the Emperor’s anger, making his fury their own, and yielding to the temper of authority; and on the other hand all felt their hopes sink at the prospect of what might happen. That same lord-lieutenant re-enters on the scene; intimidations worse than the former are begun; their threats are thrown out; their anger rises to a still higher pitch; there is the tragic pomp of trial over again, the criers, the apparitors, the lictors, the curtained bar, things which naturally daunt even a mind which is thoroughly prepared; and again we see God’s champion amidst this combat surpassing even his former glory. If you want proofs, look at the facts. What spot, where there are churches, did not that disaster reach? What nation remained unreached by these heretical commands? Who of the illustrious in any Church was not driven from the scene of his labours? What people escaped their despiteful treatment? It reached all Syria, and Mesopotamia up to the frontier, Phœnicia, Palestine, Arabia, Egypt, the Libyan tribes to the boundaries of the civilized world; and all nearer home, Pontus, Cilicia, Lycia, Lydia, Pisidia, Pamphylia, Caria, the Hellespont, the islands up to the Propontis itself; the coasts of Thrace, as far as Thrace extends, and the bordering nations as far as the Danube. Which of these countries retained its former look, unless any were already possessed with the evil? The people of Cappadocia alone felt not these afflictions of the Church, because our mighty champion saved them in their trial.

Such was the achievement of this ‘coward’ master of ours; such was the success of one who ‘shirks all sterner toil.’ Surely it is not that of one who ‘wins renown amongst poor old women, and practises to deceive the sex which naturally falls into every snare,’ and ‘thinks it a great thing to be admired by the criminal and abandoned;’ it is that of one who has proved by deeds his soul’s fortitude, and the unflinching and noble manliness of his spirit. His success has resulted in the salvation of the whole country, the peace of our Church, the pattern given to the virtuous of every excellence, the overthrow of the foe, the upholding of the Faith, the confirmation of the weaker brethren, the encouragement of the zealous, everything that is believed to belong to the victorious side; and in the commemoration of no other events but these do hearing and seeing unite in accomplished facts; for here it is one and the same thing to relate in words his noble deeds and to show in facts the attestation of our words, and to confirm each by the other—the record from what is before our eyes, and the facts from what is being said.

Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται; ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς τραχυτέρους τῶν πόνων ἀποδιδράσκοντα » καὶ πάντα τὰ τοιαῦτα κατ' αὐτοῦ διεξέρχεται, φιλοπόνως διασκευάζων τῆς δειλίας τὰ πάθη, « οἰκίσκον λανθάνοντα » καὶ « θύραν ἀσφαλῶς ἐπικειμένην » καὶ « πτόησιν πρὸς τὸν φόβον τῶν εἰσιόντων » καὶ « φωνὴν » καὶ « βλέμμα » καὶ « τὰ ἐπὶ τοῦ προσώπου γνωρίσματα » καὶ πάντα τὰ τοιαῦτα, δι' ὧν τῆς δειλίας τὸ πάθος διασημαίνεται. ἀλλ' εἰ καὶ μηδὲν ἕτερον κατεψευσμένος ἠλέγχετο, ἱκανὸν ἂν ἦν τοῦτο μόνον αὐτοῦ διελέγξαι τὸν τρόπον. τίς γὰρ οὐκ οἶδε τὸν μέγαν ἐκεῖνον ἀγωνιστὴν ἐν τῷ καιρῷ τῆς τοῦ βασιλέως Οὐάλεντος κατὰ τῶν ἐκκλησιῶν τοῦ κυρίου φιλονεικίας ὅπως ὑπερανέστη τῇ μεγαλοφυΐᾳ τῆς γνώμης τοῦ τοσούτου τῶν πραγμάτων ὄγκου καὶ τῶν φοβούντων ὑψηλότερος ἦν, πάσης τῆς ἐπιμηχανηθείσης αὐτῷ καταπλήξεως ὑπεραρθεὶς τῷ φρονήματι; τίς τῶν κατὰ τὴν ἑῴαν ἀνθρώπων, τίς τῶν κατὰ τὰ τελευταῖα τῆς καθ' ἡμᾶς οἰκουμένης οἰκούντων τὴν ὑπὲρ τῆς ἀληθείας αὐτοῦ μάχην πρὸς τοὺς κρατοῦντας ἠγνόησε; τίς οὐ κατεπλάγη πρὸς τὸν ἀντίπαλον ἀπιδών; οὐδὲ γὰρ τῶν ἐπιτυχόντων εἷς ἦν οὐδὲ ἐν σοφισματίοις κιβδήλοις τὴν τοῦ νικᾶν ἐκέκτητο δύναμιν, οὗ καὶ τὸ ὑπερέχειν ἄδοξον καὶ τὸ ἡττηθῆναι ἀζήμιον, ἀλλὰ πᾶσαν μὲν ὑφ' ἑαυτὸν εἶχεν εὐθηνουμένην τότε τὴν Ῥωμαίων ἀρχήν: καὶ τῇ τοσαύτῃ βασιλείᾳ κομῶν προείληπτο τῇ κατὰ τοῦ δόγματος ἡμῶν διαβολῇ, Εὐδοξίου τοῦ Γερμανικείας δι' ἀπάτης αὐτὸν πρὸς ἑαυτὸν μεταστήσαντος: πάντας δὲ τοὺς ἐν τέλει καὶ τοὺς περὶ αὐτὸν θεραπευτὰς καὶ τοὺς ἐπὶ τῶν πραγμάτων παραδυναστεύοντας συναγωνιστὰς εἶχε τῆς ἰδίας ὁρμῆς, τοὺς μὲν ἑκουσίως διὰ τὴν ὁμοιοτροπίαν τῆς γνώμης προσκεκλικότας, τοὺς δὲ πολλοὺς τῷ φόβῳ τῆς δυναστείας τὰ πρὸς ἡδονὴν ἑτοίμως χαριζομένους, καὶ διὰ τῆς ἀποτομίας τῆς κατὰ τῶν ἀντεχομένων τῆς πίστεως τῆς ὑγιαινούσης τὴν πρὸς αὐτὸν ἐνδεικνυμένους σπουδήν. ὅτε φυγαὶ καὶ δημεύσεις καὶ ἐξορίαι ἀπειλαί τε καὶ προστιμήματα κίνδυνοι φυλακαὶ δεσμωτήρια μάστιγες καὶ τί γὰρ οὐχὶ τῶν δεινοτάτων ἐνηργεῖτο κατὰ τῶν μὴ συντεθειμένων τῇ τοῦ βασιλέως ὁρμῇ: ὅτε χαλεπώτερον ἦν ἐν οἴκῳ θεοῦ καταληφθῆναι τοὺς εὐσεβοῦντας ἢ ἐπὶ τοῖς πονηροτάτοις τῶν ἐγκλημάτων ἁλῶναι. ἀλλὰ τὸ μὲν τούτοις πᾶσι καθ' ἕκαστον ἐπεξιέναι μεγάλης τινὸς ἂν δέοιτο συγγραφῆς καὶ χρόνου πολλοῦ καὶ πραγματείας ἰδίας, ἄλλως τε καὶ φανερῶν ἅπασιν ὄντων τῶν τηνικαῦτα κακῶν οὐδὲν ἂν γένοιτο πλέον πρὸς τὸν παρόντα λόγον ἐκ τοῦ μετὰ ἀκριβείας τὰς συμφορὰς ἐκείνας ἐπὶ τῶν πραγμάτων ἐκτίθεσθαι. ὕπεστι δὲ καὶ φορτικὸν ἕτερον ἐν τῷ περὶ αὐτῶν διηγήματι, τὸ καὶ τῶν ἡμετέρων τινὰ μνήμην ἐξ ἀνάγκης ποιήσασθαι καθεξῆς διεξιόντα τὴν τῶν σκυθρωπῶν ἱστορίαν. εἰ γάρ τι καὶ πέπρακται τοιοῦτον ἡμῖν διὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας οἷον φιλοτιμίαν φέρειν τῷ διηγήματι, τοῖς πλησίον καταλιπεῖν ἡ σοφία κελεύει: Ἐγκωμιαζέτω σε γάρ, φησίν, ὁ πέλας καὶ μὴ τὰ σὰ χείλη. ὅπερ ὁ τὰ πάντα περιεσκεμμένος μὴ συνειδὼς τὸ πλεῖστον τῆς συγγραφῆς ἐν ταῖς περὶ ἑαυτοῦ μεγαληγορίαις ἠσχόλησε.
Πάντα τοίνυν ἐγὼ τὰ τοιαῦτα παραδραμὼν τὰ τῆς δειλίας τοῦ διδασκάλου ἡμῶν ἔργα μετὰ ἀκριβείας ἐκθήσομαι. ἦν τοίνυν ὁ ἀντιτεταγμένος αὐτῷ πρὸς ἀντίπαλον τάξιν βασιλεὺς αὐτός, ὁ δὲ ὑπηρετῶν αὐτοῦ ταῖς ὁρμαῖς ὁ πάσης ἄρχων μετ' ἐκεῖνον τῆς βασιλείας, οἱ συνεργοῦντες δὲ πρὸς τὴν τοιαύτην ἐπιθυμίαν οἱ περὶ αὐτὸν πάντες. προσκείσθω τούτοις καὶ ὁ καιρὸς εἰς ἀκριβεστέραν βάσανον καὶ ἐπίδειξιν τῆς γενναίας τοῦ ἀθλητοῦ πεποιθήσεως. τίς οὖν ἦν ὁ καιρός; ἐξήλαυνε μὲν τῆς Κωνσταντινουπόλεως ἐπὶ τὴν ἑῴαν ὁ βασιλεύς, ἄρτι τοῖς κατὰ τῶν βαρβάρων αὐτῷ κατορθωθεῖσιν ἐπῃρμένος τὸ φρόνημα καὶ οὐδὲν ἀντιβαίνειν αὐτοῦ ταῖς ὁρμαῖς ἀξιῶν: προηγεῖτο δὲ αὐτοῦ τῆς πορείας ὁ ὕπαρχος ἀντ' ἄλλου τινὸς τῶν εἰς τὴν ἀρχὴν ἀναγκαίων τοῦτο προδιοικούμενος, τὸ μή τινα τῶν ἐπὶ τῆς πίστεως ὄντων μένειν ἐφέστιον, ἀλλὰ τούτους μὲν ἀπελαύνεσθαι πάντας πανταχόθεν, ἑτέρους δὲ ἀντ' ἐκείνων πάλιν αὐτοχειροτονήτους τινὰς ἐπὶ ὕβρει τῆς θείας οἰκονομίας εἰσάγεσθαι. μετὰ τοιαύτης οὖν γνώμης καθάπερ νέφους τινὸς χαλεποῦ τῆς δυναστείας ἐκ τῆς Προποντίδος κατὰ τῶν ἐκκλησιῶν κινηθείσης καὶ τῆς μὲν Βιθυνίας ἀθρόως ἐρημωθείσης, Γαλατίας δὲ σὺν πολλῇ τῇ ῥᾳστώνῃ παρασυρείσης καὶ πάντων αὐτοῖς κατὰ νοῦν διὰ μέσου κεχωρηκότων, προὔκειτο ἤδη τῇ ἀκολουθίᾳ τοῦ κακοῦ τὸ ἡμέτερον. τί οὖν ὁ μέγας τότε Βασίλειος « ὁ δειλός », ὥς φησιν οὗτος, « καὶ ἄτολμος καὶ ὑποπτήσσων τὰ φοβερὰ καὶ οἰκίσκῳ λανθάνοντι τὴν σωτηρίαν πιστεύων »; ἆρα κατεπλάγη τὴν τοῦ κακοῦ προσβολήν; ἆρα τὸ πάθος τῶν προεαλωκότων σύμβολον πρὸς τὴν ἀσφάλειαν τῶν καθ' ἑαυτὸν ἐποιήσατο; ἆρα κατεδέξατο τοὺς εἶξαι πρὸς ὀλίγον τῇ ῥύμῃ τοῦ κακοῦ συμβουλεύοντας μηδὲ εἰς προὖπτον κίνδυνον ἑαυτὸν ἐμβαλεῖν ἐπὶ ἀνθρώπων καταγυμνασθέντων τοῖς αἵμασιν; ἢ πᾶσα λόγων ὑπερβολὴ καὶ πᾶν ὕψος νοημάτων τε καὶ ῥημάτων κάτω που τῆς ἀληθείας ἐλέγχεται; πῶς γὰρ ἄν τις διεξέλθοι τῷ λόγῳ τὴν τοσαύτην τῶν φοβερῶν καταφρόνησιν; πῶς ἄν τις ὑπ' ὄψιν ἀγάγοι τὸν καινὸν ἐκεῖνον ἀγῶνα, ὃν οὔτε παρὰ ἀνθρώπων οὔτε πρὸς ἀνθρώπους εἰκότως ἄν τις συστῆναι φήσειεν, ἀλλ' ἀρετὴν καὶ παρρησίαν Χριστιανοῦ πρὸς δυναστείαν φονῶσαν ἀνταγωνίζεσθαι;
Ἐκάλει μὲν γὰρ πρὸς ἑαυτὸν προλαβὼν τὴν τοῦ βασιλέως ἐπιστασίαν ὁ ὕπαρχος ὁ καὶ ἄλλως οὖσαν φοβερὰν διὰ τὸ μέγεθος τὴν ἀρχὴν φοβερωτέραν τῇ ἀφειδίᾳ τῶν τιμωριῶν καταστήσας, καὶ μετὰ τὰς τραγῳδίας ἐκείνας, ἃς κατὰ Βιθυνῶν ἐξειργάσατο, Γαλατῶν ὑπὸ τῆς συνήθους εὐκολίας ἀκονιτὶ παραστάντων, ἕτοιμον ᾤετο καὶ τὸ καθ' ἡμᾶς αὐτῷ πρὸς τὸ δοκοῦν ἀπαντήσεσθαι. τῆς δὲ τῶν ἔργων ἀποτομίας προοίμιον ὁ λόγος ἐγίνετο ἀπειλαῖς ὁμοῦ μεμιγμένος καὶ ὑποσχέσεσι, πεισθέντι μὲν τὴν ἐκ βασιλέως τιμὴν καὶ τὴν ἀρχὴν τῆς ἐκκλησίας προτείνων, ἐνισταμένῳ δὲ πάντα ὅσα πικρία ψυχῆς προσλαβοῦσα τὸ δύνασθαι κατ' ἐξουσίαν βουλεύεται. τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. ὁ δὲ ἡμέτερος τοσοῦτον ἀπέσχεν εἰς κατάπληξίν τινα διὰ τῶν ὁρωμένων ἢ λεγομένων ἐλθεῖν, ὥστε καθάπερ τις ἰατρὸς ἢ σύμβουλος ἀγαθὸς εἰς διόρθωσιν πλημμελημάτων παρακληθεὶς καὶ ὑπὲρ τῶν προτετολμημένων αὐτοῖς μεταγινώσκειν ἐνεκελεύετο καὶ τὸ λοιπὸν παύσασθαι κατὰ τῶν δούλων τοῦ κυρίου φονῶντας: εἶναι γὰρ αὐτοῖς τῆς ἐπινοίας πλέον οὐδὲν ἐπὶ τῶν μόνην τὴν τοῦ θεοῦ βασιλείαν καὶ τὸ ἀθάνατον κράτος θεραπευόντων. μηδὲ γὰρ δύνασθαι τοὺς κακοποιεῖν βουλομένους εὑρεῖν τι τοιοῦτον ὃ λυπήσει τὸν Χριστιανὸν ἢ ῥηθὲν ἢ γινόμενον. δήμευσις οὐχ ἅψεται, φησί, τοῦ μόνην κεκτημένου τὴν πίστιν: ὑπερορισμὸς οὐ φοβήσει τὸν πάσης τῆς γῆς μετὰ τῆς αὐτῆς γνώμης ἐπιβατεύοντα καὶ πᾶσαν μὲν ὡς ἀλλοτρίαν διὰ τὸ πρόσκαιρον τῆς ἐνοικήσεως, πᾶσαν δὲ πάλιν ὡς οἰκείαν διὰ τὸ ὁμόδουλον τῆς κτίσεως βλέποντα. τὸ δὲ πληγὰς ἢ πόνους ἢ θάνατον ὑποστῆναι, ὅταν ὑπὲρ τῆς ἀληθείας ἐξῇ, μηδὲ γυναιξὶ τοῦτο φόβον παρέχειν, ἀλλ' εἶναι πᾶσι Χριστιανοῖς τὸν ἀνωτάτω τῆς εὐκληρίας ὅρον τὸ ὑπὲρ τῆς ἐλπίδος τι ταύτης τῶν ἀνηκέστων παθεῖν: λυπεῖσθαι δὲ μόνον ἔλεγεν ὅτι εἷς ἐστιν ἐν τῇ φύσει ὁ θάνατος καὶ οὐδεμίαν μηχανὴν ἐξευρίσκει πολλοῖς δυνηθῆναι θανάτοις τῆς ἀληθείας προαγωνίσασθαι.
Οὕτω δὲ αὐτοῦ πρὸς τὰς ἀπειλὰς ἐκείνας ἑαυτὸν ἀντεπαίροντος καὶ πάντα τὸν ὄγκον τῆς δυναστείας ἐκείνης ἀντ' οὐδενὸς παραβλέποντος, ὥσπερ ἐπὶ σκηνῆς ἀθρόως ἐν ταῖς τῶν προσώπων ὑπαλλαγαῖς ἀνθ' ἑτέρων ἕτερα δείκνυται, τὸν αὐτὸν τρόπον καὶ ἡ πικρία τῶν ἀπειλῶν ἐξαίφνης εἰς κολακείαν μετεσκευάζετο καὶ μεταβαλὼν ὁ τέως βαρὺς καὶ καταπληκτικὸς τῷ φρονήματι τοὺς ἐπιεικεῖς τε καὶ ὑφειμένους τῶν λόγων Σὺ δέ, φησί, μὴ μικρὸν ποιοῦ βασιλέα τὸν μέγαν τῷ σῷ καταμιχθῆναι λαῷ, ἀλλὰ δέξαι κἀκείνου κληθῆναι διδάσκαλος μηδὲ ἀντιβῇς τῷ βουλήματι: βούλεται δὲ μικροῦ τινος τῶν ἐν τῇ πίστει γεγραμμένων ὑφαιρεθέντος, τῆς τοῦ ὁμοουσίου λέξεως, τοῦτο γενέσθαι. ἀλλὰ τὸ μὲν μετασχεῖν τῆς ἐκκλησίας τὸν βασιλέα τῶν μεγίστων εἶναι πάλιν ὁ διδάσκαλος ἀποκρίνεται. μέγα γάρ, φησί, τὸ ψυχὴν περισώσασθαι, οὐχ ὅτι βασιλέως, ἀλλ' ὅτι ὅλως ἀνθρώπου: τῆς δὲ πίστεως τοσοῦτον ἀπέχειν ὑφαίρεσιν ἢ προσθήκην ποιήσασθαι, ὡς μηδὲ τὴν τάξιν ἂν ὑπαλλάξαι τῶν γεγραμμένων. ταῦτα « ὁ δειλός τε καὶ ἄνανδρος. ὁ πρὸς τὸν ψόφον τῆς θύρας ἐπτοημένος », πρὸς τὸν τοσοῦτον τῷ ἀξιώματι καὶ εἶπε τῷ λόγῳ καὶ διὰ τῶν ἔργων τὸ ῥηθὲν ἐπιστώσατο: ὃς τὴν τῶν ἐκκλησιῶν τότε καταστροφὴν οἷόν τινα χειμάρρουν διὰ τῶν δυναστειῶν ῥέουσαν ἔστησεν ἐν ἑαυτῷ καὶ ἀπέστρεψε, μόνος ἀρκέσας τῇ τοῦ κακοῦ προσβολῇ, καθάπερ τις ἐν θαλάσσῃ πέτρα μεγάλη καὶ ἄσειστος ἀντὶ κύματος πολλοῦ καὶ μεγάλου τὴν τῶν δεινῶν προσβολὴν ἐν ἑαυτῷ περιθρύψας.
Καὶ οὐ μέχρι τούτων ἔστη τὰ τῆς ἀγωνίας αὐτῷ, ἀλλ' ἐκδέχεται πάλιν ὁ βασιλεὺς τὴν πεῖραν αὐτός, ἀγανακτῶν ὅτι μὴ κατὰ τὴν πρώτην προσβολὴν τὰ καθ' ἡδονὴν κατειργάσατο. ὥσπερ τοίνυν διὰ τοῦ μαγείρου Ναβουζαρδὰν ἐπὶ τῶν Ἱεροσολύμων ποτὲ ὁ Ἀσσύριος τὴν τοῦ ναοῦ καθαίρεσιν τῶν Ἰσραηλιτῶν κατειργάσατο, οὕτω καὶ οὗτος Δημοσθένει τινὶ τῷ ἐπὶ τῶν ὄψων τεταγμένῳ καὶ τῶν μαγείρων ἄρχοντι ὡς ἰταμωτέρῳ τῶν ἄλλων τὴν τοιαύτην ὑπηρεσίαν προστάξας κρατήσειν ᾤετο τοῦ παντὸς ἐγχειρήματος. πάντα τοίνυν ἐκείνου διακυκῶντος καί τινος τῶν ἐκ τοῦ Ἰλλυρικοῦ θεομάχων πυκτίον ἔχοντος ἐν χερσὶ καὶ τοὺς ἐν τέλει πρὸς τοῦτο πάντας ἀθροίζοντος καὶ χαλεπώτερον τῆς προλαβούσης ὁρμῆς τοῦ Μοδέστου πάλιν τὴν ὀργὴν ἀναφλέξαντος, πάντες μὲν συνεκινοῦντο πρὸς τὴν τοῦ βασιλέως ὀργὴν συναγανακτοῦντες αὐτῷ χαλεπαίνοντι καὶ τῷ τῆς ἐξουσίας θυμῷ χαριζόμενοι, πάντες δὲ τῷ φόβῳ τῶν προσδοκωμένων προκατεβέβληντο. πάλιν γὰρ ἐκεῖνος ὁ ὕπαρχος, πάλιν [φόβων] ἐπαναστάσεις τῶν προτέρων σφοδρότεραι καὶ τῶν ἀπειλῶν προσθῆκαι καὶ ὁ θυμὸς ἀκμαιότερος καὶ ἡ περὶ τὸ δικαστήριον τραγῳδία, κήρυκες εἰσαγωγεῖς ῥαβδοῦχοι κιγκλίδες παραπετάσματα, δι' ὧν εὐκόλως καὶ τὰ τῶν σφόδρα παρεσκευασμένων καταπτοεῖται φρονήματα: καὶ πάλιν ὁ ἀθλητὴς τοῦ θεοῦ τοῖς δευτέροις τῶν ἀγώνων καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσι δόξαν ὑπερβαλλόμενος. εἰ δὲ ζητεῖς τούτων τὰς ἀποδείξεις, εἰς αὐτὰ βλέπε τὰ πράγματα. ποῖον γὰρ οὐκ ἐπενείματο τόπον τῶν ἐκκλησιῶν ἡ τηνικαῦτα καταστροφή; ποῖον ἔμεινεν ἔθνος τῆς τῶν αἱρετικῶν ἐπιστασίας ἀπείρατον; τίς τῶν κατὰ τὰς ἐκκλησίας εὐδοκιμούντων οὐκ ἀπεσείσθη τῶν πόνων; ποῖος διέφυγε λαὸς τὴν τοιαύτην ἐπήρειαν; οὐ Συρία πᾶσα καὶ τῶν ποταμῶν ἡ μέση μέχρι τῶν πρὸς τοὺς βαρβάρους ὅρων, οὐ Φοινίκη καὶ Παλαιστίνη καὶ Ἀραβία καὶ Αἴγυπτος καὶ τὰ ἔθνη τῆς Λιβύης ἕως τοῦ τέρματος τῆς καθ' ἡμᾶς οἰκουμένης, οὐ τὰ ἐπὶ τάδε πάντα, Ποντικοὶ καὶ Κίλικες Λύκιοι Λυδοὶ Πισίδαι Πάμφυλοι Κᾶρες Ἑλλησπόντιοι νησιῶται μέχρι τῆς Προποντίδος αὐτῆς, οὐ τὰ ἐπὶ Θρᾴκης πάντα ἕως ἦν ἡ Θρᾴκη καὶ τὰ περὶ αὐτὴν ἔθνη ἕως πρὸς τὸν Ἴστρον αὐτόν: τί τῶν πάντων ἐπὶ σχήματος ἔμεινε, πλὴν εἰ μή τι προκατείχετο τῷ τοιούτῳ κακῷ; ἀλλὰ μόνος ἐκ πάντων ὁ Καππαδόκειος λαὸς τῆς κοινῆς τῶν ἐκκλησιῶν συμφορᾶς οὐκ ἐπῄσθετο, ὃν ὁ μέγας πρόμαχος ἡμῶν ἐπὶ τῶν πειρασμῶν διεσώσατο.
Ταῦτα τὰ « τῆς δειλίας » τοῦ διδασκάλου ἡμῶν ἀποτελέσματα: ταῦτα τοῦ « κατεπτηχότος τοὺς τραχυτέρους τῶν πόνων » τὰ κατορθώματα, οὐκ ἐν γραϊδίοις δυστήνοις εὐδοκιμοῦντος οὐδὲ ἀπατᾶν γυναικάρια πρὸς πᾶσαν ἀπάτην εὐκόλως ἔχοντα μελετῶντος οὐδὲ ὑπὸ τῶν κατεγνωσμένων καὶ κατεφθαρμένων θαυμάζεσθαι μέγα κρίνοντος, ἀλλὰ διὰ τῶν ἔργων δείξαντος τὴν ἰσχὺν τῆς ψυχῆς καὶ τὸ ἄτρεπτον καὶ ἀνδρεῖον καὶ γεννικὸν τοῦ φρονήματος. οὗ τὸ κατόρθωμα σωτηρία μὲν τῆς πατρίδος ἁπάσης, εἰρήνη δὲ τῆς καθ' ἡμᾶς ἐκκλησίας, ὑπόδειγμα δὲ παντὸς ἀγαθοῦ τοῖς κατ' ἀρετὴν ζῶσιν, ἀνατροπὴ τῶν ἐναντίων, συνηγορία τῆς πίστεως, ἀσφάλεια τῶν ἀσθενεστέρων, βεβαίωσις τῶν προθυμοτέρων, πάντα ὅσα τῆς κρείττονος μοίρας εἶναι πεπίστευται. ἐπὶ τούτων μόνων τῶν διηγημάτων ἀκοή τε καὶ ὄψις [ἐπὶ] τῶν πραγμάτων συμβαίνουσι: ταὐτὸν γάρ ἐστι λόγῳ τε τὰ καλὰ διηγήσασθαι καὶ ἔργῳ δεῖξαι τὴν μαρτυρίαν τῶν λόγων καὶ ἀμφότερα δι' ἀλλήλων πιστώσασθαι, τήν τε μνήμην ἀπὸ τῶν φαινομένων καὶ τὰ πράγματα διὰ τῶν λεγομένων.