[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§16. Examination of the meaning of ‘subjection:’ in that he says that the nature of the Holy Spirit is subject to that of the Father and the Son. It is shewn that the Holy Spirit is of an equal, not inferior, rank to the Father and the Son.

Let us first, then, ascertain the meaning of this word ‘subjection’ in Scripture. To whom is it applied? The Creator, honouring man in his having been made in His own image, ‘hath placed’ the brute creation ‘in subjection under his feet;’ as great David relating this favour (of God) exclaimed in the Psalms53    Psalm viii. 6–8.: “He put all things,” he says, “under his feet,” and he mentions by name the creatures so subjected. There is still another meaning of ‘subjection’ in Scripture. Ascribing to God Himself the cause of his success in war, the Psalmist says54    Psalm xlvii. 3 (LXX.)., “He hath put peoples and nations in subjection under our feet,” and “He that putteth peoples in subjection under me.” This word is often found thus in Scripture, indicating a victory. As for the future subjection of all men to the Only-begotten, and through Him to the Father, in the passage where the Apostle with a profound wisdom speaks of the Mediator between God and man as subject to the Father, implying by that subjection of the Son who shares humanity the actual subjugation of mankind—we will not discuss it now, for it requires a full and thorough examination. But to take only the plain and unambiguous meaning of the word subjection, how can he declare the being of the Spirit to be subject to that of the Son and the Father? As the Son is subject to the Father, according to the thought of the Apostle? But in this view the Spirit is to be ranked with the Son, not below Him, seeing that both Persons are of this lower rank. This was not his meaning? How then? In the way the brute creation is subject to the rational, as in the Psalm? There is then as great a difference as is implied in the subjection of the brute creation, when compared to man. Perhaps he will reject this explanation as well. Then he will have to come to the only remaining one, that the Spirit, at first in the rebellious ranks, was afterwards forced by a superior Force to bend to a Conqueror.

Let him choose which he likes of these alternatives: whichever it is I do not see how he can avoid the inevitable crime of blasphemy: whether he says the Spirit is subject in the manner of the brute creation, as fish and birds and sheep, to man, or were to fetch Him a captive to a superior power after the manner of a rebel. Or does he mean neither of these ways, but uses the word in a different signification altogether to the scripture meaning? What, then, is that signification? Does he lay down that we must rank Him as inferior and not as equal, because He was given by our Lord to His disciples third in order? By the same reasoning he should make the Father inferior to the Son, since the Scripture often places the name of our Lord first, and the Father Almighty second. “I and My Father,” our Lord says. “The grace of our Lord Jesus Christ, and the love of God55    John x. 30; 2 Cor. xiii. 13.,” and other passages innumerable which the diligent student of Scripture testimonies might collect: for instance, “there are differences of gifts, but it is the same Spirit: and there are differences of administration, but it is the same Lord: and there are differences of operations, but it is the same God.” According to this, then, let the Almighty Father, who is mentioned third, be made ‘subject’ to the Son and the Spirit. However we have never yet heard of a philosophy such as this, which relegates to the category of the inferior and the dependent that which is mentioned second or third only for some particular reason of sequence: yet that is what our author wants to do, in arguing to show that the order observed in the transmission of the Persons amounts to differences of more and less in dignity and nature. In fact he rules that sequence in point of order is indicative of unlikeness of nature: whence he got this fancy, what necessity compelled him to it, is not clear. Mere numerical rank does not create a different nature: that which we would count in a number remains the same in nature whether we count it or not. Number is a mark only of the mere quantity of things: it does not place second those things only which have an inferior natural value, but it makes the sequence of the numerical objects indicated in accordance with the intention of those who are counting. ‘Paul and Silvanus and Timotheus’ are three persons mentioned according to a particular intention. Does the place of Silvanus, second and after Paul, indicate that he was other than a man? Or is Timothy, because he is third, considered by the writer who so ranks him a different kind of being? Not so. Each is human both before and after this arrangement. Speech, which cannot utter the names of all three at once, mentions each separately according to an order which commends itself, but unites them by the copula, in order that the juncture of the names may show the harmonious action of the three towards one end.

This, however, does not please our new dogmatist. He opposes the arrangement of Scripture. He separates off that equality with the Father and the Son of His proper and natural rank and connexion which our Lord Himself pronounces, and numbers Him with ‘subjects’: he declares Him to be a work of both Persons56    he declares Him to be a work of both Persons. With regard to Gregory’s own belief as to the procession of the Holy Spirit, it may be said once for all that there is hardly anything (but see p. 99, note 5) clear about it to be found in his writings. The question, in fact, remained undecided until the 9th century, the time of the schism of the East and West. But here, as in other points, Origen had approached the nearest to the teaching of the West: for he represents the procession as from Father and Son, just as often as from one Person or the other. Athanasius does certainly say that the Spirit ‘unites the creation to the Son, and through the Son to the Father,’ but with him this expression is not followed up: while in the Roman Church it led to doctrine. For why does the Holy Spirit unite the creation with God continuously and perfectly? Because, to use Bossuet’s words, “proceeding from the Father and the Son He is their love and eternal union.” Neither Basil, nor Gregory Nazianzen, nor Chrysostom, have anything definite about the procession of the Third Person., of the Father, as supplying the cause of His constitution, of the Only-begotten, as of the artificer of His subsistence: and defines this as the ground of His ‘subjection,’ without as yet unfolding the meaning of ‘subjection.’

Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' εἰκόνα γεγενῆσθαι τοῦ κτίσαντος πᾶσαν αὐτῷ τὴν ἄλογον φύσιν ὑπέταξεν ὁ κτίσας θεός, καθὼς ὁ μέγας Δαβὶδ ἐν ὕμνοις τὴν χάριν ταύτην διεξιὼν ἀνευφήμησε. Πάντα γάρ, φησίν, ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, καὶ ἐπ' ὀνόματος μέμνηται τῶν ὑποτεταγμένων. ἔστι πάλιν ὑποταγῆς παρὰ τῇ θείᾳ γραφῇ καὶ ἄλλο τὸ σημαινόμενον. τῶν γὰρ ἐν τοῖς πολέμοις κατορθωθέντων αὐτῷ τῷ θεῷ τῶν ὅλων ἀνατιθεὶς τὴν αἰτίαν Ὑπέταξε λαούς, φησίν, ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, καὶ πάλιν Ὁ ὑποτάσσων λαοὺς ὑπ' ἐμέ. καὶ πολλάκις ἔστι τὴν φωνὴν ταύτην ἐν ταῖς θείαις εὑρεῖν γραφαῖς τὸ κατὰ τῶν ἀντιτεταγμένων κράτος ὑποσημαίνουσαν. τὸ γὰρ τοῦ ἀποστόλου περὶ τῆς ἐν ὑστέρῳ γενησομένης ὑποταγῆς πάντων τῶν ἀνθρώπων πρὸς τὸν μονογενῆ καὶ δι' αὐτοῦ πρὸς τὸν πατέρα, ἐν οἷς ἐν τῷ βάθει τῆς σοφίας τὸν μεσίτην θεοῦ καὶ ἀνθρώπων αὐτὸν ὑποτάσσεσθαι τῷ πατρὶ λέγει, τὴν πάντων ἀνθρώπων ὑπακοὴν διὰ τῆς τοῦ υἱοῦ τοῦ μετεσχηκότος τῆς ἀνθρωπότητος πρὸς τὸν πατέρα ὑποταγῆς αἰνισσόμενος, ὡς πλείονος καὶ φιλοπονωτέρας δεόμενον τῆς ἐξηγήσεως πρὸς τὸ παρὸν ὑπερθήσομαι. ἀλλ' ἐν τοῖς προδήλοις, ἐν οἷς οὐδεμίαν ἀμφιβολίαν τὸ τῆς ὑποταγῆς σημαινόμενον ἔχει, κατὰ τίνα νοῦν ὑποτετάχθαι τὴν τοῦ πνεύματος οὐσίαν τῇ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἀποφαίνεται; ὡς ὁ υἱὸς τῷ πατρὶ ὑποτάσσεται, καθὼς νοεῖ ὁ ἀπόστολος; οὐκοῦν κατὰ τοῦτο συντάσσεται τῷ υἱῷ τὸ πνεῦμα, οὐχ ὑποτάσσεται, εἴπερ τὰ δύο πρόσωπα τῶν ὑποταττομένων ἐστίν; ἢ οὐχ οὕτως; πῶς οὖν ἑτέρως; ὡς τῇ λογικῇ φύσει τὴν ἄλογον ἐν τῷ ψαλμῷ μεμαθήκαμεν; οὐκοῦν τοσοῦτον παρήλλακται ὅσον ἡ τῶν κτηνῶν πρὸς τὸν ἄνθρωπον. ἀλλὰ παραγράφεται καὶ τοῦτον ἴσως τὸν λόγον. οὐκοῦν ἐπὶ τὸν λειπόμενον ἥξει, ὅτι ἀντιτεταγμένη καὶ ἀντιστατοῦσα τὸ πρότερον μετὰ ταῦτα διὰ βιαιοτέρας ἀνάγκης ὑποκύπτειν κατηναγκάσθη τῷ κατισχύσαντι; ἐπιλεξάσθω τῶν εἰρημένων ὃ βούλεται: ἀλλ' οὐκ οἶδα τί τούτων ἑλόμενος τὴν ἄφυκτον κατάκρισιν τῆς βλασφημίας ἐκφεύξεται, εἴτε ἐν ἴσῳ τοῖς ἀλόγοις ὑποτετάχθαι λέγοι τὸ πνεῦμα, ὡς τῷ ἀνθρώπῳ τοὺς ἰχθύας καὶ τὰ πετεινὰ καὶ τὰ πρόβατα, εἴτε καθ' ὁμοιότητα τῶν ἀφεστώτων ὥσπερ αἰχμάλωτον προσάγοι τῷ πλεονεκτοῦντι κατὰ τὴν δύναμιν.
Ἢ τούτων μὲν οὐδέν, φήσει δὲ μὴ κατὰ τὴν τῆς γραφῆς ἔννοιαν τῷ τῆς ὑποταγῆς ῥήματι χρήσασθαι, ἀλλὰ καθ' ἕτερον σημαινόμενον ὑποτετάχθαι τὸ πνεῦμα τῷ πατρὶ καὶ τῷ υἱῷ λέγειν; τί οὖν ἐστι τοῦτο; ἆρα ὅτι τρίτον κατὰ τὴν τάξιν ἦν « ἣ » παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς παρεδόθη, διὰ τοῦτο ὑποτάσσειν νομοθετεῖ καὶ οὐ συντάσσειν; οὐκοῦν καὶ τὸν πατέρα τῷ μονογενεῖ κατὰ τὸν αὐτὸν λόγον ὑποτασσέτω, ἐπειδὴ πολλαχοῦ προτάξασα τοῦ κυρίου τὸ ὄνομα ἡ θεία γραφὴ ἐν δευτέροις τοῦ ἐπὶ πάντων θεοῦ τὴν μνήμην πεποίηται. Ἐγὼ καὶ ὁ πατήρ, φησὶν ὁ κύριος, τὸ καθ' ἑαυτὸν προτάσσων. καὶ Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ, καὶ μυρία τοιαῦτα τοῖς φιλοπόνως ἀναζητοῦσι τὰς ἐκ τῶν γραφῶν μαρτυρίας πάρεστιν ἀναλέξασθαι, οἷον κἀκεῖνό ἐστι: Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός. ὥστε κατὰ τὸν λόγον τοῦτον ὑποτετάχθω τῷ υἱῷ καὶ τῷ πνεύματι ὁ ἐπὶ πάντων θεός, ἐν τρίτῃ τάξει παρὰ τοῦ Παύλου μνημονευθείς. ἀλλ' οὐδέπω καὶ νῦν ταύτης ἀκηκόαμεν τῆς σοφίας, ἣ τὸ δεύτερον καὶ τρίτον ἔκ τινος ἀκολουθίας λεγόμενον εἰς τὴν τῶν ὑποχειρίων καὶ ὑποτεταγμένων ἀπωθεῖται τάξιν, ὅπερ οὗτος βούλεται, τὴν τῆς παραδόσεως τῶν προσώπων ἀκολουθίαν ἀξιωμάτων καὶ φύσεων ὑπεροχάς τε καὶ ἐλαττώσεις κατασκευάζων ἐνδείκνυσθαι. τῆς γὰρ τῶν φύσεων ἑτερότητος ἐνδεικτικὴν εἶναι τὴν τῆς τάξεως ἀκολουθίαν ὁρίζεται, οὐκ οἶδα πόθεν φαντασθεὶς τὰ τοιαῦτα καὶ ἐκ ποίας ἀνάγκης ἐπὶ τὴν ὑπόνοιαν ταύτην καταπεσών: οὐ γὰρ ἡ κατὰ τὸν ἀριθμὸν τάξις τὴν τῶν φύσεων διαφορὰν κατεργάζεται, ἀλλὰ τὰ μὲν ἀριθμούμενα ὡς ἂν ἔχῃ φύσεως, ἐφ' ἑαυτῶν μένει κἂν ἀριθμῆται κἂν μή. ὁ δὲ ἀριθμὸς σημεῖόν ἐστι γνωριστικὸν τῆς τῶν πραγμάτων ποσότητος, οὐ πάντως ὅσα τῷ ἀξιώματι τῆς φύσεως ὑποβέβηκεν εἰς δευτέραν τάξιν ἀποπεμπόμενος, ἀλλὰ πρὸς τὸ βούλημα τῶν ἐξαριθμούντων τὴν τῶν σημαινομένων διὰ τοῦ ἀριθμοῦ πραγμάτων ἀκολουθίαν ποιούμενος. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τριῶν προσώπων ἐνταῦθα μνημονευθέντων κατὰ τὸ τοῦ μνημονεύσαντος βούλημα, ἆρα τὸν Σιλουανὸν ἐν δευτέροις ταχθέντα μετὰ τὸν Παῦλον ἄλλο τι καὶ οὐχὶ ἄνθρωπον ὁ ἀριθμὸς ἐνεδείξατο; ἢ καὶ ὁ Τιμόθεος ἐν τρίτοις ταχθεὶς εἰς ἑτερότητά τινα φύσεως ἐκ τῆς ἀκολουθίας τοῦ μνημονεύσαντος οὕτως ὑπενοήθη; οὐκ ἔστι ταῦτα. ἄνθρωπος γὰρ τούτων ἕκαστος καὶ πρὸ τοῦ ἀριθμοῦ καὶ μετὰ τοῦτο: ὁ δὲ λόγος ἐπειδὴ μιᾷ φωνῇ τοὺς τρεῖς κατὰ ταὐτὸν ἦν ἀδύνατον ἐνδείξασθαι, μέμνηται μὲν διῃρημένως ἑκάστου κατὰ τὴν ἀρέσασαν τάξιν, συνάπτει δὲ τὰ ὀνόματα διὰ τῶν διὰ μέσου συνδέσμων, ὡς ἂν οἶμαι τὴν τῶν τριῶν πρὸς τὸ ἓν σύμπνοιαν διὰ τῆς τῶν ὀνομάτων συναφείας ἐνδείξηται. ἀλλ' οὐχ οὕτως ἀρέσκει τῷ καινῷ δογματιστῇ, ἀντινομοθετεῖ δὲ τῇ διατάξει τῆς θείας φωνῆς, καὶ τὸ συντεταγμένον ὑπ' αὐτοῦ τοῦ κυρίου πατρὶ καὶ υἱῷ τῆς οἰκείας αὐτῷ καὶ κατὰ φύσιν τάξεως καὶ συναφείας ἀποσχοινίσας ἐν τοῖς ὑποτεταγμένοις ἠρίθμησε καὶ ἔργον ἑκατέρων εἶναί φησι, τοῦ μὲν πατρὸς ὡς τὴν αἰτίαν τῆς κατασκευῆς ὑποβαλόντος, τοῦ δὲ μονογενοῦς ὡς αὐτουργήσαντος αὐτοῦ τὴν ὑπόστασιν, καὶ ταύτην αἰτίαν εἶναι τῆς ὑποταγῆς διορίζεται, αὐτῆς μήπω τῆς ὑποταγῆς ἐκκαλύψας τὸ σημαινόμενον.