[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§27. He falsely imagines that the same energies produce the same works, and that variation in the works indicates variation in the energies.

Of the same strain is that which he adds in the next paragraph; “the same energies producing sameness of works, and different works indicating difference in the energies as well.” Finely and irresistibly does this noble thinker plead for his doctrine. “The same energies produce sameness of works.” Let us test this by facts. The energy of fire is always one and the same; it consists in heating: but what sort of agreement do its results show? Bronze melts in it; mud hardens; wax vanishes: while all other animals are destroyed by it, the salamander is preserved alive99    is preserved alive; ξωογονεῖται. This is the LXX., not the classical use, of the word. Cf. Exod. i. 17; Judges viii. 19, &c. It is reproduced in the speech of S. Stephen, Acts vii. 19: cf. Luke xvii. 33, “shall preserve (his life).”; tow burns, asbestos is washed by the flames as if by water; so much for his ‘sameness of works from one and the same energy.’ How too about the sun? Is not his power of warming always the same; and yet while he causes one plant to grow, he withers another, varying the results of his operation in accordance with the latent force of each. ‘That on the rock’ withers; ‘that in deep earth’ yields an hundredfold. Investigate Nature’s work, and you will learn, in the case of those bodies which she produces artistically, the amount of accuracy there is in his statement that ‘sameness of energy effects sameness of result.’ One single operation is the cause of conception, but the composition of that which is effected internally therein is so varied that it would be difficult for any one even to count all the various qualities of the body. Again, imbibing the milk is one single operation on the part of the infant, but the results of its being nourished so are too complex to be all detailed. While this food passes from the channel of the mouth into the secretory ducts100    ἀποκριτικοὺς, activè, so, the Medical writers. The Latin is ‘in meatus destinato descendit’ takes it passivè (ἀποκριτίκους)., the transforming power of Nature forwards it into the several parts proportionately to their wants; for by digestion she divides its sum total into the small change of multitudinous differences, and into supplies congenial to the subject matter with which she deals; so that the same milk goes to feed arteries, veins, brain and its membranes, marrow, bones, nerves101    νεῦρα. So since Galen’s time: not ‘tendon.’, sinews, tendons, flesh, surface, cartilages, fat, hair, nails, perspiration, vapours, phlegm, bile, and besides these, all useless superfluities deriving from the same source. You could not name either an organ, whether of motion or sensation, or anything else making up the body’s bulk, which was not formed (in spite of startling differences) from this one and selfsame operation of feeding. If one were to compare the mechanic arts too it will be seen what is the scientific value of his statement; for there we see in them all the same operation, I mean the movement of the hands; but what have the results in common? What has building a shrine to do with a coat, though manual labour is employed on both? The house-breaker and the well-digger both move their hands: the mining of the earth, the murder of a man are results of the motion of the hands. The soldier slays the foe, and the husbandman wields the fork which breaks the clod, with his hands. How, then, can this doctrinaire lay it down that the ‘same energies produce sameness of work?’ But even if we were to grant that this view of his had any truth in it, the essential union of the Son with the Father, and of the Holy Spirit with the Son, is yet again more fully proved. For if there existed any variation in their energies, so that the Son worked His will in a different manner to the Father, then (on the above supposition) it would be fair to conjecture, from this variation, a variation also in the beings which were the result of these varying energies. But if it is true that the manner of the Father’s working is likewise the manner always of the Son’s, both from our Lord’s own words and from what we should have expected a priori—(for the one is not unbodied while the other is embodied, the one is not from this material, the other from that, the one does not work his will in this time and place, the other in that time and place, nor is there difference of organs in them producing difference of result, but the sole movement of their wish and of their will is sufficient, seconded in the founding of the universe by the power that can create anything)—if, I say, it is true that in all respects the Father from Whom are all things, and the Son by Whom are all things in the actual form of their operation work alike, then how can this man hope to prove the essential difference between the Son and the Holy Ghost by any difference and separation between the working of the Son and the Father? The very opposite, as we have just seen, is proved to be the case102    Punctuating παρασκευάζεται, ἐπείδὴ, κ.τ.λ. instead of a full stop, as Oehler.; seeing that there is no manner of difference contemplated between the working of the Father and that of the Son; and so that there is no gulf whatever between the being of the Son and the being of the Spirit, is shewn by the identity of the power which gives them their subsistence; and our pamphleteer himself confirms this; for these are his words verbatim: “the same energies producing sameness of works.” If sameness of works is really produced by likeness of energies, and if (as they say) the Son is the work of the Father and the Spirit the work of the Son, the likeness in manner103    Gregory replaces ‘sameness’ (in the case of the energies in Eunomius argument) by ‘likeness’ since the Father and the Son could not be said to be the same, and their energies, therefore, are not identical but similar. of the Father’s and the Son’s energies will demonstrate the sameness of these beings who each result from them.

But he adds, “variation in the works indicates variation in the energies.” How, again, is this dictum of his corroborated by facts? Look, if you please, at plain instances. Is not the ‘energy’ of command, in Him who embodied the world and all things therein by His sole will, a single energy? “He spake and they were made. He commanded and they were created.” Was not the thing commanded in every case alike given existence: did not His single will suffice to give subsistence to the nonexistent? How, then, when such vast differences are seen coming from that one energy of command, can this man shut his eyes to realities, and declare that the difference of works indicates difference of energies? If our dogmatist insists on this, that difference of works implies difference of energies, then we should have expected the very contrary to that which is the case; viz., that everything in the world should be of one type. Can it be that he does see here a universal likeness, and detects unlikeness only between the Father and the Son?

Let him, then, observe, if he never did before, the dissimilarity amongst the elements of the world, and how each thing that goes to make up the framework of the whole hangs on to its natural opposite. Some objects are light and buoyant, others heavy and gravitating; some are always still, others always moving; and amongst these last some move unchangingly on one plan104    ἐπὶ τὸ ἓν., as the heaven, for instance, and the planets, whose courses all revolve the opposite way to the universe, others are transfused in all directions and rush at random, as air and sea for instance, and every substance which is naturally penetrating105    ὐγρᾶς.. What need to mention the contrasts seen between heat and cold, moist and dry, high and low position? As for the numerous dissimilarities amongst animals and plants, on the score of figure and size, and all the variations of their products and their qualities, the human mind would fail to follow them.

Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας ἀποφαινόντων ». καλῶς ὁ γεννάδας ἦλθεν ἐπὶ τὴν ἄμαχον συνηγορίαν τοῦ λόγου. « αἱ αὐταὶ ἐνέργειαι τὴν ταὐτότητα τῶν ἔργων ἀποτελοῦσι », φησίν. ἴδωμεν τοίνυν ἐπὶ τῶν πραγμάτων τὸν λόγον. μία τοῦ πυρὸς ἡ διὰ τοῦ θερμαίνειν ἐνέργεια, ἀλλὰ τὰ ἔργα οἵαν ἔχει τὴν συμφωνίαν ἐπισκεψώμεθα. τήκεται ὁ χαλκός, ὁ πηλὸς πήγνυται, ὁ κηρὸς ἀναλίσκεται, τὰ λοιπὰ τῶν ζῴων εἰ ἐν αὐτῷ γένοιτο φθείρεται, ἡ σαλαμάνδρα ζῳογονεῖται, τὸ στυππεῖον καίεται, τὸ ἀμίαντον ὥσπερ ἐν ὕδατι τῇ φλογὶ καταπλύνεται: τοσαύτη ἡ ταὐτότης τῶν ἔργων ἐκ τῆς μιᾶς ἐνεργείας. τί δὲ ὁ ἥλιος; ἆρ' οὐχὶ καὶ αὐτὸς ἐκ τῆς αὐτῆς δυνάμεως ὁμοίως ἐπιθάλπων τὰ πάντα τὸ μέν τι τῶν φυτῶν ηὔξησε, τὸ δὲ κατεμάρανε, πρὸς τὴν ὑποκειμένην δύναμιν ὑπαλλάσσων τῆς ἐνεργείας τὸ τέλος; τὸ μὲν γὰρ ἐπὶ τῆς πέτρας ἐξήρανε, τὸ δὲ ἐκ τῆς βαθείας γῆς ἑκατοντάχουν ἐποίησεν. εἰ δὲ εἰσέλθοις εἰς τὰ τῆς φύσεως ἔργα καὶ ἴδοις ἐν τοῖς σώμασιν ὅσα φιλοτεχνοῦσα ἐργάζεται, μᾶλλον ἂν τὸ περιεσκεμμένον καταμάθοις τοῦ λέγοντος, ὅτι « ἡ αὐτὴ ἐνέργεια τὴν ταὐτότητα τῶν ἔργων ἀποτελεῖ ». μία ἐνέργεια τῆς συλλήψεώς ἐστιν ἡ αἰτία, ἀλλὰ τὸ σύγκριμα τοῦ ἔνδον οἰκονομουμένου πολυειδές, ὡς ἂν μὴ δυνηθῆναι ῥᾳδίως τινὰ τὴν διαφορὰν τῶν ἐν τῷ σώματι ποιοτήτων ἀπαριθμήσασθαι. μία πάλιν ἐνέργεια ἐπὶ τῶν νηπίων ἡ τοῦ γάλακτός ἐστιν ὁλκή, τὸ δὲ ποικίλον τῶν ἀποτελεσμάτων τῆς τοιαύτης τροφῆς τίς ἂν διεξέλθοι λόγος; ἡ μὲν γὰρ καθάπερ διὰ σωλῆνος ἐκ τοῦ στόματος ἐπὶ τοὺς ἀποκριτικοὺς διεξέρχεται πόρους, ἡ δὲ ἀλλοιωτικὴ τῆς φύσεως δύναμις ἑκάστῳ τῶν μελῶν καταλλήλως προσάγει τὸ γάλα, διὰ τῆς πέψεως εἰς μυρίας διαφορὰς τὴν τροφὴν κερματίζουσα καὶ τοῖς ὑποκειμένοις ὁμοφυὲς ἀπεργαζομένη τὸ ἑκάστῳ κατάλληλον. ἐκ γὰρ τῆς αὐτῆς τρέφονται βρώσεως ἀρτηρίαι φλέβες ἐγκέφαλος μήνιγγες μυελὸς ὀστᾶ νεῦρα σύνδεσμοι τένοντες σάρκες ἐπιφάνεια χόνδροι πιμελαὶ τρίχες ὄνυχες ἱδρῶτες ἀτμοὶ φλέγμα χολὴ καὶ ὅσα λοιπὰ περιττὰ καὶ ἀχρεῖα τῆς αὐτῆς αἰτίας ἐξῆπται. κἂν τὰ τῶν μελῶν εἴπῃς ὀνόματα τά τε ὀργανικὰ καὶ τὰ αἰσθητήρια καὶ ὅσα ἄλλα πληροῖ τὸν τοῦ σώματος ὄγκον, ἐκ μιᾶς καὶ τῆς αὐτῆς κατὰ τὴν τροφὴν ἐνεργείας εἰς τὰς τοσαύτας διαφορὰς ἀλλοιοῦται. εἰ δέ τις καὶ τὰς τέχνας ἀναλογίσαιτο, εὑρήσει καὶ διὰ τούτων τὸ κατεξητασμένον τοῦ δόγματος: μίαν γὰρ ὡς ἐπὶ τὸ πολὺ τῶν διὰ χειρός τι ποιούντων ἐπὶ πάσης τέχνης ὁρῶμεν ἐνέργειαν, αὐτὴν λέγω τῆς χειρὸς τὴν κίνησιν, ἀλλὰ τίς ἡ κοινωνία τῶν ἀποτελεσμάτων, σκοπήσωμεν. τί κοινὸν ἔχει ναοῦ κατασκευὴ πρὸς ἱμάτιον, τῆς ἐν ἑκατέρῳ τέχνης κινήσει χειρὸς ἐνεργουμένης; κινεῖ τὴν χεῖρα καὶ ὁ τοιχωρύχος, κινεῖ καὶ ὁ φρεωρύχος, καὶ γῆ μεταλλεύεται καὶ φονεύεται ἄνθρωπος: κινήσεως χειρὸς ἔργα τὰ πάντα. ὅ τε γὰρ πολεμιστὴς ἐπὶ τῆς μάχης διὰ χειρὸς ἐνεργεῖ τὴν τῶν ἐναντίων σφαγήν, καὶ ὁ γεωπόνος πάλιν τῇ χειρὶ διὰ τῆς δικέλλης ἐπιθρύπτει τὴν βῶλον. πῶς οὖν ἡμῖν ὁ δογματιστὴς ἀποφαίνεται « τὰς αὐτὰς ἐνεργείας τὴν ταὐτότητα τῶν ἔργων ἀποτελεῖν »; ἐὰν δὲ δοθῇ τι καὶ ἀληθὲς ἔχειν τὰ εἰρημένα, πάλιν καὶ διὰ τούτου τὸ κατὰ τὴν οὐσίαν οἰκεῖον τοῦ τε υἱοῦ πρὸς τὸν πατέρα καὶ τοῦ πνεύματος πρὸς τὸν υἱὸν πλέον συνίσταται. εἰ μὲν γὰρ ἦν τις τῶν ἐνεργειῶν παραλλαγή, ὡς ἄλλως μὲν τοῦ πατρός, ἑτέρως δὲ τοῦ υἱοῦ τὸ δοκοῦν ἐργαζομένου, καλῶς εἶχεν ἐκ τοῦ παρηλλαγμένου τῶν ἐνεργειῶν καὶ τὸ τῆς ἐργασθείσης ὑφ' ἑκατέρου τούτων οὐσίας παρηλλαγμένον τεκμαίρεσθαι. εἰ δὲ ᾧ τρόπῳ ἐνεργεῖ ὁ πατήρ, πάντα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ, κατά τε τὴν αὐτοῦ τοῦ κυρίου φωνὴν καὶ κατὰ τὸν εἰκότα λόγον (οὐ γὰρ ὁ μὲν ἀσωμάτως, ὁ δὲ διὰ σώματος, οὐδὲ ἐκεῖνος μὲν ἐκ τῆσδε τῆς ὕλης, ἐκ δὲ τῆς ἑτέρας ὁ ἕτερος, οὐδὲ ἐν χρόνῳ οὐδὲ ἐν τόπῳ ἄλλος ἄλλῳ τὸ δοκοῦν κατεργάζεται, οὐδ' αἱ τῶν ὀργάνων διαφοραὶ τὸ παρηλλαγμένον κατασκευάζουσιν: ἀλλ' ἀρκεῖ μόνη θελήματος κίνησις καὶ προαιρέσεως ὁρμή, σύνδρομον ἔχουσα καὶ ἐπακολουθοῦσαν πρὸς τὴν τῶν ὄντων ὑπόστασιν τὴν ὑφιστῶσαν τὰ πάντα δύναμιν), καὶ ἐν πᾶσιν ὁμοίως ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ὁ υἱὸς δι' οὗ τὰ πάντα κατὰ ταὐτὸ τῆς ἐνεργείας εἶδος ἐργάζονται, πῶς οὗτος τὴν κατὰ τὰς οὐσίας διαφορὰν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἀποδεικνύειν οἴεται διὰ τοῦ παρηλλαγμένου τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐνεργείας ἀπ' ἀλλήλων χωριζομένης; τοὐναντίον γάρ, καθὼς προέφην, κατασκευάζεται: ἐπειδὴ οὐδεὶς τρόπος τῆς τῶν ἐνεργειῶν παραλλαγῆς ἐν πατρὶ καὶ υἱῷ θεωρεῖται, καὶ τὸ μηδεμίαν ἐν ταῖς οὐσίαις τοῦ υἱοῦ καὶ τοῦ πνεύματος εἶναι διάστασιν ἐν τῇ ταὐτότητι τῆς ὑποστησαμένης δυνάμεως ἐπιδείκνυται, καθὼς καὶ ἡ τοῦ λογογράφου μαρτυρία βεβαιοῖ τὸν λόγον οὕτως ἐπὶ λέξεως ἔχουσα: « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν ». ὥστε εἰ ταὐτότης ἐπιτελεῖται τῶν ἔργων ἐν τῇ τῶν ἐνεργειῶν ὁμοιότητι, ἔργον δὲ κατ' αὐτοὺς τοῦ μὲν πατρὸς ὁ υἱός, τούτου δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἡ ὁμοιοτροπία τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐνεργείας τὴν ταὐτότητα πάντως τῆς ἀποτελεσθείσης οὐσίας ἐνδείξεται.
Ἀλλὰ προστίθησι: « καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας ἐμφαινόντων ». πάλιν τοίνυν καὶ τοῦτο σκοπήσωμεν, τίνι τὸ ἰσχυρὸν ὁ λόγος ἔχει, καὶ εἰ δοκεῖ διὰ τῶν ἐναργῶν ὑποδειγμάτων ταῦτα κατανοήσωμεν. ἆρ' οὐχὶ μία ἐστὶν ἡ διὰ τοῦ προστάσσειν ἐνέργεια τοῦ πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ συστησαμένου διὰ μόνου θελήματος; Αὐτὸς γὰρ εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. οὐκ ἐπὶ πάντων ὁμοίως οὐσιώθη τὸ πρόσταγμα καὶ ἤρκεσεν ἡ βούλησις μόνη τὸ μὴ ὂν ὑποστήσασθαι; πῶς οὖν ἐκ μιᾶς τῆς διὰ τοῦ προστάσσειν ἐνεργείας τοσαύτης τῆς διαφορᾶς καθορωμένης οὗτος ὥσπερ οὐχ ὁρῶν τὰ πράγματα τὴν τῶν ἔργων παραλλαγὴν τὸ παρηλλαγμένον τῆς ἐνεργείας ἐνδείκνυσθαι λέγει; τοὐναντίον γὰρ ἔδει μονοειδῆ πάντα τὰ ἐν τῷ κόσμῳ εἶναι, εἴπερ κατὰ τὸν δογματιστὴν τῷ διαλλάσσοντι τῶν ἔργων καὶ τὸ τῶν ἐνεργειῶν παρηλλαγμένον ἐμφαίνεται. ἢ ταῦτα ὅμοια πάντα βλέπει, ἐν μόνῳ δὲ τῷ πατρὶ καὶ τῷ υἱῷ ἐνθεωρεῖ τὸ ἀνόμοιον;
Οὐκοῦν ἐπισκεψάσθω νῦν, εἰ καὶ μὴ πρότερον, τὴν ἐν τοῖς στοιχείοις διαφορὰν καὶ ὡς ἕκαστον τῶν ἐν τῷ κόσμῳ πρὸς τὴν τοῦ παντὸς σύστασιν συντελούντων πρὸς τὸ ἐναντίον ἀπῆκται τῆς φύσεως. τὰ μὲν γὰρ κοῦφά τε καὶ ἀνωφερῆ πέφυκε, τὰ δὲ βαρέα καὶ εἰς τὸ κάτω βρίθοντα, καὶ τὰ μὲν ἀεὶ ἑστῶτα, τὰ δὲ διόλου κινούμενα, καὶ ἐν τοῖς κινουμένοις τὰ μὲν ἀπαράβατον ἐπὶ τὸ ἓν ἔχει τὴν κίνησιν, ὡς ὁ οὐρανὸς καὶ τῶν ἀστέρων οἱ πλανώμενοι, οἷς ὁ δρόμος εἰς τὸ ἔμπαλιν τοῦ παντὸς ἀνελίσσεται, τὰ δὲ πανταχόθεν διαχεόμενα κατὰ τὸ συμβαῖνον ἀεὶ φέρεται, ὡς ὁ ἀὴρ καὶ ἡ θάλασσα καὶ ἡ πᾶσα τῆς ὑγρᾶς οὐσίας φύσις. τί δ' ἂν εἴποι τις τὴν τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν ἐναντίωσιν ἢ τοῦ ὑγροῦ τὴν πρὸς τὸ ξηρὸν διαφορὰν τοῦ τε ἄνω τὴν πρὸς τὸ κάτω διάστασιν; ὅσαι δὲ τῶν ζῴων αἱ κατὰ τὴν φύσιν ἀνομοιότητες, τὰς δὲ ἐν τοῖς φυτοῖς κατά τε τὰ σχήματα καὶ τὰ μεγέθη καὶ τὰς τῶν καρπῶν καὶ ποιοτήτων παραλλαγὰς τίς ἂν ἐπέλθοι λόγος ἀνθρώπινος;