[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§33. He declares falsely that ‘the manner of the generation is to be known from the intrinsic worth of the generator’.

He goes back, for instance, to the begetting being, and from thence takes a survey of the begotten; “for,” says he, “the manner of the generation is to be known from the intrinsic worth of the generator.” Again, we find this bold unqualified generalization of his causing the thought of the inquirer to be dissipated in every possible direction; it is the nature of such general statements, to extend in their meanings to every instance, and allow nothing to escape their sweeping assertion. If then ‘the manner of the generation is to be known from the intrinsic worth of the generator,’ and there are many differences in the worth of generators according to their many classifications112    ᾽Επίνοια is the opposite of ἔννοια, ‘the intuitive idea.’ It means an “afterthought,” and, with the notion of unnecessary addition, a ‘conceit.’ Here it is applied to conventional, or not purely natural difference. See Introduction to Book XIII. for the fuller meaning of ᾽Επίνοια. to be found (for one may be born Jew, Greek, barbarian, Scythian, bond, free), what will be the result? Why, that we must expect to find as many “manners of generation” as there are differences in intrinsic worth amongst the generators; and that their birth will not be fulfilled with all in the same way, but that their nature will vary with the worth of the parent, and that some peculiar manner of birth will be struck out for each, according to these varying estimations. For a certain inalienable worth is to be observed in the individual parent; the distinction, that is, of being better or worse off according as there has fallen to each race, estimation, religion, nationality, power, servitude, wealth, poverty, independence, dependence, or whatever else constitutes the life-long differences of worth. If then “the manner of the generation” is shown by the intrinsic worth of the parent, and there are many differences in worth, we shall inevitably find, if we follow this opinion-monger, that the manners of generation are various too; in fact, this difference of worth will dictate to Nature the manner of the birth.

But if he should not113    μὴ δέχοιτο. This use of the optative, where the subjunctive with ἐαν might have been expected, is one of the few instances in Gregory’s Greek of declension from Classic usage; in the latter, when ει with the optative does denote subjective possibility, it is only when the condition is conceived of as of frequent repetition, e.g. 1 Peter iii. 14. The optative often in this Greek of the fourth century invades the province of the subjunctive. admit that such worth is natural, because they can be put in thought outside the nature of their subject, we will not oppose him. But at all events he will agree to this; that man’s existence is separated by an intrinsic character from that of brutes. Yet the manner of birth in these two cases presents no variation in intrinsic character; nature brings man and the brute into the world in just the same way, i.e. by generation. But if he apprehends this native dignity only in the case of the most proper and supreme existence, let us see what he means then. In our view, the ‘native dignity’ of God consists in godhead itself, wisdom, power, goodness, judgment, justice, strength, mercy, truth, creativeness, domination, invisibility, everlastingness, and every other quality named in the inspired writings to magnify his glory; and we affirm that everyone of them is properly and inalienably found in the Son, recognizing difference only in respect of unoriginateness; and even that we do not exclude the Son from, according to all its meanings. But let no carping critic attack this statement as if we were attempting to exhibit the Very Son as ungenerate; for we hold that one who maintains that is no less impious than an Anomœan. But since the meanings of ‘origin’ are various, and suggest many ideas, there are some of them in which the title ‘unoriginate’ is not inapplicable to the Son114    μὴ ἀπεμφαίνειν. When, for instance, this word has the meaning of ‘deriving existence from no cause whatever,’ then we confess that it is peculiar to the Father; but when the question is about ‘origin’ in its other meanings (since any creature or time or order has an origin), then we attribute the being superior to origin to the Son as well, and we believe that that whereby all things were made is beyond the origin of creation, and the idea of time, and the sequence of order. So He, Who on the ground of His subsistence is not without an origin, possessed in every other view an undoubted unoriginateness; and while the Father is unoriginate and Ungenerate, the Son is unoriginate in the way we have said, though not ungenerate.

What, then, is that native dignity of the Father which he is going to look at in order to infer thereby the ‘manner of the generation.’ “His not being generated, most certainly,” he will reply. If, then, all those names with which we have learnt to magnify God’s glory are useless and meaningless to you, Eunomius, the mere going through the list of such expressions is a gratuitous and superfluous task; none of these other words, you say, expresses the intrinsic worth of the God over all. But if there is a peculiar force fitting our conceptions of the Deity in each of these words, the intrinsic dignities of God must plainly be viewed in connexion with this list, and the likeness of the two beings will be thereby proved; if, that is, the characters inalienable from the beings are an index of the subjects of those characters. The characters of each being are found to be the same; and so the identity on the score of being of the two subjects of these identical dignities is shown most clearly. For if the variation in a single name is to be held to be the index of an alien being, how much more should the identity of these countless names avail to prove community of nature!

What, then, is the reason why the other names should all be neglected, and generation be indicated by the means of one alone? Why do they pronounce this ‘Ungeneracy’ to be the only intrinsic character in the Father, and thrust all the rest aside? It is in order that they may establish their mischievous mode115    See Note on ᾽Αγέννητος, p. 100. of unlikeness of Father and Son, by this contrast as regards the begotten. But we shall find that this attempt of theirs, when we come to test it in its proper place, is equally feeble, unfounded, and nugatory as the preceding attempts.

Still, that all his reasonings point this way, is shown by the sequel, in which he praises himself for having fittingly adopted this method for the proof of his blasphemy, and yet for not having all at once divulged his intention, nor shocked the unprepared hearer with his impiety, before the concatenation of his delusive argument was complete, nor displayed this Ungeneracy as God’s being in the early part of his discourse, nor to weary us with talk about the difference of being. The following are his exact words: “Or was it right, as Basil commands, to begin with the thing to be proved, and to assert incoherently that the Ungeneracy is the being, and to talk about the difference or the sameness of nature?” Upon this he has a long intervening tirade, made up of scoffs and insulting abuse (such being the weapons which this thinker uses to defend his own doctrines), and then he resumes the argument, and turning upon his adversary, fixes upon him, forsooth, the blame of what he is saying, in these words; “For your party, before any others, are guilty of this offence; having partitioned out this same being between Begetter and Begotten; and so the scolding you have given is only a halter not to be eluded which you have woven for your own necks; justice, as might have been expected, records in your own words a verdict against yourselves. Either you first conceive of the beings as sundered, and independent of each other116    ἀνάρχως.; and then bring down one of them, by generation, to the rank of Son, and contend that One who exists independently nevertheless was made by means of the Other existence; and so lay yourselves open to your own reproaches: for to Him whom you imagine as without generation you ascribe a generation by another:—or else you first allow one single causeless being, and then marking this out by an act of causation into Father and Son, you declare that this non-generated being came into existence by means of itself.”

ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς γεννήσεως τρόπον ». πάλιν τοῦτο ἁπλῶς καὶ ἀδιορίστως παραρριφὲν ἐπὶ πάντα παραπλησίως διαχεῖσθαι παρασκευάζει τοῦ ζητοῦντος τὴν ἔννοιαν. τοιαῦτα γάρ ἐστι καθολικῶς τὰ δογματιζόμενα, ὡς ἐπὶ πάντα φέρεσθαι ταῖς ὑπονοίαις καὶ μηδὲν ὑπεξαιρεῖσθαι τῆς περιληπτικῆς ἀποφάσεως. εἰ οὖν πάντως ὁ τῆς γεννήσεως τρόπος τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ γνωρίζεται, πολλαὶ δὲ τῶν τικτόντων αἱ κατὰ τὰς ἀξίας διαφοραὶ καὶ κατὰ πολλὰς ἐπινοίας καταλαμβάνονται (γεννᾶται γὰρ Ἰουδαῖος Ἕλλην βάρβαρος Σκύθης δοῦλος ἐλεύθερος), τί ἐκ τούτων κατασκευάζεται; ὅτι ὅσαι εἰσὶ τῶν γεννώντων κατὰ τὰς φυσικὰς ἀξίας διαφοραί, τοσοῦτοι καὶ τρόποι γεννήσεως κατὰ τὸ εἰκὸς εὑρεθήσονται: ὡς μὴ κατὰ τὸν αὐτὸν τρόπον πληροῦσθαι πᾶσι τὴν γέννησιν, ἀλλὰ ταῖς τῶν γεννώντων ἀξίαις τὰς φύσεις συμμεταβάλλεσθαι καὶ δεῖν ἑκάστῳ τῶν τικτομένων κατὰ τὴν τῶν ἀξιωμάτων διαφορὰν ἰδιάζοντά τινα γεννήσεως τρόπον καινοτομεῖσθαι. πᾶσι γὰρ συμφυεῖς ἀξίαι τινές εἰσι πάντως ἐπιθεωρούμεναι τοῖς καθ' ἕκαστον, διαφέρουσαι δὲ ἀλλήλων πρὸς τὸ κρεῖττον ἢ καταδεέστερον, ὅπως ἂν ἑκάστῳ συμπέσῃ γένος ἀξίωμα θρησκεία πατρὶς δυναστεία δουλεία πλοῦτος πενία τὸ αὐτεξούσιον τὸ ὑποχείριον, πάντα ὅσα τὰς κατὰ τὸν βίον διαφορὰς ἐν ταῖς ἀξίαις ἐργάζεται. εἰ οὖν « τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ », καθώς φησιν ὁ Εὐνόμιος, « ὁ τῆς γεννήσεως δείκνυται τρόπος », πολλαὶ δὲ αἱ κατὰ τὰς ἀξίας διαφοραί, πολλοὶ πάντως καὶ οἱ τῆς γεννήσεως τρόποι κατὰ τὸν δογματιστὴν εὑρεθήσονται καὶ ἄλλος ἄλλως ἀποτεχθήσονται, τῆς κατὰ τὰς ἀξίας διαφορᾶς νομοθετούσης τῇ φύσει τὸν τόκον.
Εἰ δὲ μὴ δέχοιτο φυσικὰς εἶναι τὰς τοιαύτας ἀξίας ὡς ἔξω τῆς φύσεως θεωρουμένας, οὐδὲ ἡμεῖς ἀντιλέγομεν. ἐκείνῳ μέντοι πάντως συνθήσεται, ὅτι φυσικῇ τινι πάντως ἀξίᾳ τῆς ἀλόγου ζωῆς ἡ ἀνθρωπίνη κεχώρισται. ἀλλ' ὁ τοῦ τόκου τρόπος οὐδεμίαν ἐν τῇ κατὰ τὴν φυσικὴν ἀξίαν διαφορᾷ τὴν παραλλαγὴν ἔχει, ὁμοιοτρόπως τῆς φύσεως τά τε λογικὰ καὶ τὰ ἄλογα διὰ τῆς γεννήσεως εἰς τὴν ζωὴν παραγούσης. εἰ δὲ ἐπὶ μόνης ἐκείνης τῆς οὐσίας τῆς, ὡς αὐτὸς ὀνομάζει, « κυριωτάτης καὶ ἀνωτάτης » τὸ συμφυὲς ἀξίωμα καταλαμβάνει, ἴδωμεν ὅ τι καὶ νοῶν τοῦτο λέγει. ὡς μὲν γὰρ ὁ ἡμέτερος λόγος, συμφυές ἐστιν ἀξίωμα τῷ θεῷ αὐτὴ ἡ θεότης ἡ σοφία ἡ δύναμις τὸ ἀγαθὸν εἶναι κριτὴν δίκαιον ἰσχυρὸν μακρόθυμον ἀληθινὸν κτίστην ἐξουσιαστὴν ἀόρατον ἀτελεύτητον καὶ εἴ τι ἄλλο τῶν εἰς δοξολογίαν παρὰ τῆς θεοπνεύστου γραφῆς εἰρημένων ἐστίν, ἅπερ πάντα καὶ τῷ μονογενεῖ υἱῷ κυρίως καὶ συμφυῶς ἐνθεωρεῖσθαί φαμεν, ἐν μόνῃ τῇ κατὰ τὸ ἄναρχον ἐννοίᾳ τὴν διαφορὰν ἐπιστάμενοι, καὶ ταύτην οὐ κατὰ πᾶσαν ὑπόνοιαν τοῦ μονογενοῦς ἀποτέμνομεν. μηδεὶς διασπαρασσέτω διὰ συκοφαντίας τὸν λόγον, ὡς ἀγέννητον ἡμῶν ἀποδεικνύειν ἐπιχειρούντων τὸν ἀληθῶς υἱόν: οὐδὲν γὰρ ἔλαττον ἀσεβεῖν τοὺς τὰ τοιαῦτα λέγοντας τῶν τὸ ἀνόμοιον δογματιζόντων διοριζόμεθα. ἀλλ' ἐπειδὴ πολύσημος ὁ τῆς ἀρχῆς λόγος καὶ εἰς πολλὰ ταῖς ὑπονοίαις φερόμενος, ἔστιν ἐν οἷς φαμεν καὶ τῷ μονογενεῖ υἱῷ μὴ ἀπεμφαίνειν τὴν τοῦ ἀνάρχου προσηγορίαν. ὅταν μὲν γὰρ τὸ μὴ ἐξ αἰτίου τινὸς τὴν ὑπόστασιν ἔχειν ἐκ τῆς φωνῆς τοῦ ἀνάρχου νοῆται, τοῦτο μόνου τοῦ πατρὸς ἴδιον ὁμολογοῦμεν τοῦ ἀγεννήτως ὄντος: ὅταν δὲ κατὰ τὰ λοιπὰ τῶν ἐπὶ τῆς ἀρχῆς σημαινομένων ἡ ἐξέτασις ᾖ, ἐπειδὴ καὶ κτίσεώς τις ἐπινοεῖται ἀρχὴ καὶ χρόνου καὶ τάξεως, κἂν τούτοις καὶ τῷ μονογενεῖ προσμαρτυροῦμεν τὸ ὑψηλότερον ἀρχῆς εἶναι, ὡς ὑπὲρ πᾶσαν καὶ κτίσεως ἀρχὴν καὶ χρόνου ἔννοιαν καὶ τάξεως ἀκολουθίαν εἶναι πιστεύειν τὸν δι' οὗ τὰ πάντα ἐγένετο: ὥστε τὸν τῷ λόγῳ τῆς ὑποστάσεως μὴ ἄναρχον ἐν τοῖς ἄλλοις πᾶσιν ὁμολογούμενον ἔχειν τὸ ἄναρχον, καὶ τὸν μὲν πατέρα καὶ ἄναρχον καὶ ἀγέννητον, τὸν δὲ υἱὸν ἄναρχον μὲν κατὰ τὸν εἰρημένον τρόπον, οὐ μὴν καὶ ἀγέννητον.
Εἰς ποῖον οὖν συμφυὲς ἀξίωμα τοῦ πατρὸς βλέπων δι' ἐκείνου τὸν τῆς γεννήσεως τρόπον ἀναλογίζεται; εἰς τὴν ἀγεννησίαν πάντως ἐρεῖ. οὐκοῦν εἰ μὲν πάντα τὰ ὀνόματα, ὅσα εἰς δοξολογίαν τοῦ θεοῦ τῶν ὅλων ἐμάθομεν, ἀργά σοι καὶ ἀσήμαντα λέγομεν, περιττή τίς ἐστι καὶ παρέλκουσα ἡ τῶν τοιούτων φωνῶν ἀπαρίθμησις ἐν ψιλῷ τῷ καταλόγῳ προφερομένη, εἴπερ οὐδεμία τῶν λοιπῶν προσηγοριῶν τὴν φυσικὴν ἀξίαν τοῦ ἐπὶ πάντων παρίστησιν. εἰ δὲ ἑκάστου τῶν λεγομένων ἰδιάζουσά τις ἔννοια καὶ πρέπουσα τῇ περὶ τοῦ θεοῦ ὑπολήψει γνωρίζεται, δηλονότι κατὰ τὸν ἀριθμὸν τῶν ὀνομάτων καὶ αἱ συμφυεῖς ἀξίαι τοῦ θεοῦ θεωροῦνται καὶ διὰ τούτων ἡ τῶν οὐσιῶν ὁμοιότης κατασκευάζεται, εἴπερ τὰ συμφυῆ ταῖς οὐσίαις ἀξιώματα γνωριστικὰ τῶν ὑποκειμένων ἐστί. τῶν δὲ ἀξιωμάτων ἐφ' ἑκατέρου τῶν αὐτῶν φαινομένων, ἡ κατὰ τὴν οὐσίαν ταὐτότης τῶν ταῖς αὐταῖς ἀξίαις ὑποκειμένων πραγμάτων σαφῶς ἐπιδείκνυται. εἰ γὰρ ἱκανὴ νομίζεται ἑνὸς ὀνόματος παραλλαγὴ τὸ ξένον τῆς οὐσίας ἐνδείξασθαι, πόσῳ μᾶλλον ἰσχύσει ἡ τῶν μυρίων ὀνομάτων ταὐτότης τὸ κοινὸν παραστῆσαι τῆς φύσεως; τίς οὖν ἡ αἰτία δι' ἣν τὰ μὲν λοιπὰ τῶν ὀνομάτων περιορᾶται, μόνῳ δὲ τῷ ἑνὶ τεκμηριοῦται ἡ γέννησις; καὶ διὰ τί μόνον συμφυὲς ἀξίωμα τὴν « ἀγεννησίαν » ἐπὶ τοῦ πατρὸς δογματίζουσι, τὰ λοιπὰ παρωσάμενοι; ἵνα τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ τὸν τῆς ὁμοιότητος κακουργήσωσι τρόπον, ὅπερ καὶ αὐτὸ κατὰ τὸν προσήκοντα καιρὸν εὐθυνόμενον ἐπίσης τοῖς προειρημένοις ἀδρανές τε καὶ ἀνυπόστατον καὶ ἀντ' οὐδενὸς εὑρεθήσεται.
Ὅτι δὲ εἰς τοῦτο βλέπουσιν αἱ κατασκευαὶ πᾶσαι, τὸ ἐπιφερόμενον δείκνυσιν, ἐν οἷς ἑαυτὸν ἀποδέχεται ὡς προσηκόντως τῇ ὁδῷ ἐκείνῃ πρὸς τὴν κατασκευὴν τῆς βλασφημίας χρησάμενος καὶ οὐκ εὐθὺς ἀπογυμνώσας τοῦ λόγου τὸ βούλημα οὐδὲ πρὸ τοῦ συναρτῆσαι τὴν κατασκευὴν τῆς ἀπάτης ἀγυμνάστοις ἔτι ταῖς ἀκοαῖς προσβαλὼν τὴν ἀσέβειαν οὐδὲ ἐν προοιμίοις τῶν λόγων τὴν ἀγεννησίαν οὐσίαν ἀποφηνάμενος καὶ τὴν τῆς οὐσίας ἑτερότητα διαθρυλήσας, οὑτωσὶ λέγων ταῦτα κατὰ τὴν λέξιν: « ἢ καθὼς νομοθετεῖ Βασίλειος, ἀπ' αὐτῶν ἄρξασθαι τῶν ζητουμένων ἔδει ἀσυναρτήτως τὴν ἀγεννησίαν οὐσίαν λέγοντας καὶ τὴν τῆς οὐσίας ἑτερότητα θρυλεῖν ἢ ταὐτότητα »; περὶ ὧν πολλὰ διὰ μέσου διεξελθὼν ἐν σκώμμασι καὶ λοιδορίαις καὶ ὕβρεσιν (οὕτω γὰρ οἶδεν ὁ σοφὸς ὑπὲρ τῶν ἰδίων δογμάτων διαγωνίζεσθαι) πάλιν ἐπαναλαμβάνει τὸν λόγον καὶ πρὸς τὸν ἀντίπαλον δῆθεν ἀποτεινόμενος κἀκείνῳ τῶν λεγομένων τὴν αἰτίαν ἀνατιθεὶς τοιάδε φησίν: « ἐπεὶ καὶ πρὸ τῶν ἄλλων ὑμεῖς ἔνοχοι τούτοις τοῖς πλημμελήμασιν οἱ τὴν αὐτὴν οὐσίαν τῷ γεννήσαντι καὶ τῷ γεννηθέντι διακληρώσαντες, διὸ καὶ τὴν ἐπὶ τούτοις λοιδορίαν ὥσπερ τινὰ πάγην ἄφυκτον καθ' ἑαυτῶν ἐτεκτήνασθε, τῆς δίκης ὡς εἰκὸς τοῖς ὑμετέροις καθ' ὑμῶν αὐτῶν ἐπιψηφιζούσης. ἤτοι γὰρ ἀνάρχως ἀλλήλων κεχωρίσθαι τὰς οὐσίας ταύτας ὑπολαμβάνοντες, τούτων δὲ τὴν ἑτέραν εἰς υἱοῦ τάξιν διὰ γεννήσεως ἄγοντες καὶ τὸν ἀνάρχως ὄντα ὑπὸ τοῦ ὄντος γενέσθαι διατεινόμενοι τοῖς ἰδίοις ὑπόκεισθε λοιδορήμασιν (ὃν γὰρ ἀγέννητον εἶναι φαντάζεσθε, τούτῳ τὴν παρ' ἑτέρου γέννησιν ἐπιφημίζετε), ἢ μίαν καὶ μόνην ἄναρχον ὁμολογοῦντες οὐσίαν, εἶτα ταύτην εἰς πατέρα καὶ υἱὸν τῇ γεννήσει περιγράφοντες, αὐτὴν παρ' ἑαυτῆς γεγεννῆσθαι τὴν ἀγέννητον οὐσίαν φήσετε ».