[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§4. He next skilfully confutes the partial, empty and blasphemous statement of Eunomius on the subject of the absolutely existent.

Now the wording of their doctrine is as follows: “We believe in the one and only true God, according to the teaching of the Lord Himself, not honouring Him with a lying title (for He cannot lie), but really existent, one God in nature and in glory, who is without beginning, eternally, without end, alone.” Let not him who professes to believe in accordance with the teaching of the Lord pervert the exposition of the faith that was made concerning the Lord of all to suit his own fancy, but himself follow the utterance of the truth. Since then, the expression of the Faith comprehends the name of the Father and of the Son and of the Holy Ghost, what agreement has this construction of theirs to show with the utterances of the Lord, so as to refer such a doctrine to the teaching of those utterances? They cannot manage to show where in the Gospels the Lord said that we should believe on “the one and only true God:” unless they have some new Gospel. For the Gospels which are read in the churches continuously from ancient times to the present day, do not contain this saying which tells us that we should believe in or baptize into “the one and only true God,” as these people say, but “in the name of the Father and of the Son and of the Holy Ghost.” But as we were taught by the voice of the Lord, this we say, that the word “one” does not indicate the Father alone, but comprehends in its significance the Son with the Father, inasmuch as the Lord said, “I and My Father are one211    S. John x. 30.” In like manner also the name “God” belongs equally to the Beginning in which the Word was, and to the Word Who was in the Beginning. For the Evangelist tells us that “the Word was with God, and the Word was God212    S. John i. 1.” So that when Deity is expressed the Son is included no less than the Father. Moreover, the true cannot be conceived as something alien from and unconnected with the truth. But that the Lord is the Truth no one at all will dispute, unless he be one estranged from the truth. If, then, the Word is in the One, and is God and Truth, as is proclaimed in the Gospels, on what teaching of the Lord does he base his doctrine who makes use of these distinctive terms? For the antithesis is between “only” and “not only,” between “God” and “no God,” between “true” and “untrue.” If it is with respect to idols that they make their distinction of phrases, we too agree. For the name of “deity” is given, in an equivocal sense, to the idols of the heathen, seeing that “all the gods of the heathen are demons,” and in another sense marks the contrast of the one with the many, of the true with the false, of those who are not Gods with Him who is God213    Or, possibly, “and the contrast he makes between the one and the many, &c. is irrelevant” (ἄλλως ἀντιδιαιρεῖ): the quotation is from Ps. xcvi. 6 (LXX.).. But if the contrast is one with the Only-begotten God214    Cf. S. John i. 18, reading (as S. Gregory seems to have done) θεός for υἱ& 231·ς., let our sages learn that truth has its opposite only in falsehood, and God in one who is not God. But inasmuch as the Lord Who is the Truth is God, and is in the Father and is one relatively to the Father215    καὶ ἓν πρὸς τὸν πατέρα ὄντος. It may be questioned whether the text is sound: the phrase seems unusual; perhaps ἓν has been inserted in error from the preceding clause καὶ ἐν τῷ πατρὶ ὄντος, and we should read “is in the Father and is with the Father” (cf. the 2nd verse of the 1st Epistle, and verses 1 and 2 of the Gospel of S. John)., there is no room in the true doctrine for these distinctions of phrases. For he who truly believes in the One sees in the One Him Who is completely united with Him in truth, and deity, and essence, and life, and wisdom, and in all attributes whatsoever: or, if he does not see in the One Him Who is all these it is in nothing that he believes. For without the Son the Father has neither existence nor name, any more than the Powerful without Power, or the Wise without Wisdom. For Christ is “the Power of God and the Wisdom of God216    1 Cor. i. 24.;” so that he who imagines he sees the One God apart from power, truth, wisdom, life, or the true light, either sees nothing at all or else assuredly that which is evil. For the withdrawal of the good attributes becomes a positing and origination of evil.

“Not honouring Him,” he says, “with a lying title, for He cannot lie.” By that phrase I pray that Eunomius may abide, and so bear witness to the truth that it cannot lie. For if he would be of this mind, that everything that is uttered by the Lord is far removed from falsehood, he will of course be persuaded that He speaks the truth Who says, “I am in the Father, and the Father in Me217    S. John xiv. 10,”—plainly, the One in His entirety, in the Other in His entirety, the Father not superabounding in the Son, the Son not being deficient in the Father,—and Who says also that the Son should be honoured as the Father is honoured218    Cf. S. John v. 23, and “He that hath seen Me hath seen the Father219    S. John xiv. 9,” and “no man knoweth the Father save the Son220    S. Matt. xi. 27,” in all which passages there is no hint given to those who receive these declarations as genuine, of any variation221    παραλλαγή (Cf. S. James i. 17). of glory, or of essence, or anything else, between the Father and the Son.

“Really existent,” he says, “one God in nature and in glory.” Real existence is opposed to unreal existence. Now each of existing things is really existent in so far as it is; but that which, so far as appearance and suggestion go, seems to be, but is not, this is not really existent, as for example an appearance in a dream or a man in a picture. For these and such like things, though they exist so far as appearance is concerned, have not real existence. If then they maintain, in accordance with the Jewish opinion, that the Only-begotten God does not exist at all, they are right in predicating real existence of the Father alone. But if they do not deny the existence of the Maker of all things, let them be content not to deprive of real existence Him Who is, Who in the Divine appearance to Moses gave Himself the name of Existent, when He said, “I am that I am222    Or “I am He that is,” Ex. iii. 14.:” even as Eunomius in his later argument agrees with this, saying that it was He Who appeared to Moses. Then he says that God is “one in nature and in glory.” Whether God exists without being by nature God, he who uses these words may perhaps know: but if it be true that he who is not by nature God is not God at all, let them learn from the great Paul that they who serve those who are not Gods do not serve God223    The reference seems to be to Gal. iv. 8..” But we “serve the living and true God,” as the Apostle says224    1 Thess. i. 10.: and He Whom we serve is Jesus the Christ225    There is perhaps a reference here to Col. iii. 24.. For Him the Apostle Paul even exults in serving, saying, “Paul, a servant of Jesus Christ226    Rom. i. 1..” We then, who no longer serve them which by nature are no Gods227    Cf. Gal. iv. 8, have come to the knowledge of Him Who by nature is God, to Whom every knee boweth “of things in heaven and things in earth and things under the earth228    Cf. Phil. ii. 10, 11..” But we should not have been His servants had we not believed that this is the living and true God, to Whom “every tongue maketh confession that Jesus is Lord to the glory of God the Father229    Cf. Phil. ii. 10, 11..”

“God,” he says, “Who is without beginning, eternally, without end, alone.” Once more “understand, ye simple ones,” as Solomon says, “his subtlety230    Prov. viii. 5 (Septuagint).,” lest haply ye be deceived and fall headlong into the denial of the Godhead of the Only-begotten Son. That is without end which admits not of death and decay: that, likewise, is called everlasting which is not only for a time. That, therefore, which is neither everlasting nor without end is surely seen in the nature which is perishable and mortal. Accordingly he who predicates “unendingness” of the one and only God, and does not include the Son in the assertion of “unendingness” and “eternity,” maintains by such a proposition, that He Whom he thus contrasts with the eternal and unending is perishable and temporary. But we, even when we are told that God “only hath immortality231    1 Tim. vi. 16.,” understand by “immortality” the Son. For life is immortality, and the Lord is that life, Who said, “I am the Life232    S. John xiv. 6.” And if He be said to dwell “in the light that no man can approach unto233    1 Tim. vi. 16.,” again we make no difficulty in understanding that the true Light, unapproachable by falsehood, is the Only-begotten, in Whom we learn from the Truth itself that the Father is234    S. John xiv. 11. Of these opinions let the reader choose the more devout, whether we are to think of the Only-begotten in a manner worthy of the Godhead, or to call Him, as heresy prescribes, perishable and temporary.

Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φωνῇ τιμῶντες αὐτόν (ἔστι γὰρ ἀψευδής), ἀλλ' ὄντως ὄντα φύσει τε καὶ δόξῃ θεὸν ἕνα ἀνάρχως ἀϊδίως ἀτελευτήτως μόνον ». ὁ κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν πιστεύειν ἐπαγγειλάμενος μὴ παρατρεπέτω τὴν παρὰ τοῦ δεσπότου τῶν ὅλων γενομένην τῆς πίστεως ἔκθεσιν πρὸς τὸ ἑαυτῷ δοκοῦν, ἀλλ' ἀκολουθείτω ταῖς παρὰ τῆς ἀληθείας φωναῖς. ἐκεῖ τοίνυν τοῦ λόγου τῆς πίστεως περιέχοντος τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τίνα συμφωνίαν ἔχει τὰ νῦν ἐκτεθειμένα πρὸς τὰς τοῦ δεσπότου φωνάς, ὥστε εἰς τὴν ἐκείνου διδασκαλίαν τὸ τοιοῦτον ἀναφέρειν δόγμα; ποῦ τοίνυν εἶπε δεῖν πιστεύειν « εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν » ἐν τοῖς εὐαγγελικοῖς λόγοις ὁ κύριος, οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι, εἰ μή τι νέον ἐστὶ παρ' αὐτοῖς εὐαγγέλιον. ἃ γὰρ ἐξ ἀρχαίων μέχρι τοῦ νῦν κατὰ διαδοχὴν ἐν ταῖς ἐκκλησίαις ἀναγινώσκεται, ταύτην τὴν φωνὴν οὐ περιέχει τὴν λέγουσαν δεῖν πιστεύειν ἢ βαπτίζειν « εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεόν », καθὼς οὗτοι λέγουσιν, ἀλλ' εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὡς δὲ ἡμεῖς παρὰ τῆς τοῦ δεσπότου φωνῆς ἐδιδάχθημεν, τοῦτό φαμεν, ὅτι τὸ ἓν οὐ τὸν πατέρα σημαίνει μόνον, ἀλλὰ καὶ τὸν υἱὸν τῷ πατρὶ συνενδείκνυται, οὕτως εἰπόντος τοῦ κυρίου ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. ὁμοίως δὲ καὶ τὸ θεὸς ὄνομα ἐπίσης ἐπικέκληται τῇ τε ἀρχῇ ἐν ᾗ ὁ λόγος καὶ τῷ ἐν τῇ ἀρχῇ ὄντι λόγῳ (εἶπε γὰρ ὅτι Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος), ὥστε καὶ ἐν τῷ τῆς θεότητος σημαινομένῳ ὁμοίως τῷ πατρὶ καὶ τὸν υἱὸν συνθεωρεῖσθαι. πρὸς τούτοις δὲ καὶ τὸ ἀληθινὸν ἄλλο τι παρὰ τὴν ἀλήθειαν νοηθῆναι οὐ δύναται. ὅτι δὲ ἀλήθεια ὁ κύριος, οὐδεὶς ἀντιλέξει πάντως, εἰ μή τις εἴη τῆς ἀληθείας ἀλλότριος.
Εἰ τοίνυν καὶ ἐν τῷ ἑνὶ ὁ λόγος ἐστὶν καὶ θεός ἐστι καὶ ἀλήθεια, καθὼς ἐν τῷ εὐαγγελίῳ κηρύσσεται, εἰς ποίαν τοῦ κυρίου διδασκαλίαν ἀναφέρει τὸ δόγμα ὁ ταῖς διασταλτικαῖς ταύταις φωναῖς κεχρημένος; ἡ γὰρ ἀντιδιαστολὴ τοῦ μόνου πρὸς τὸν μὴ μόνον ἐστὶ καὶ τοῦ θεοῦ πρὸς τὸν μὴ θεὸν καὶ τοῦ ἀληθινοῦ πρὸς τὸν μὴ ἀληθινόν. εἰ μὲν οὖν πρὸς τὰ εἴδωλα βλέποντες πρὸς ἐκεῖνα ποιοῦνται τὴν τῶν ῥημάτων ἀντιδιαίρεσιν, καὶ ἡμεῖς συντιθέμεθα: καθ' ὁμωνυμίαν γὰρ τὸ τῆς θεότητος ὄνομα τοῖς εἰδώλοις τῶν ἐθνῶν ἐπιλέγεται: πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια [καὶ ἄλλως: πρὸς τὸ πλῆθος ἀντιδιαιρεῖ τὸ μόνον καὶ πρὸς τὰ ψευδῆ τὸ ἀληθινὸν καὶ τοὺς μὴ ὄντας θεοὺς πρὸς τὸν ὄντα θεόν]: εἰ δὲ πρὸς τὸν μονογενῆ θεὸν ἡ ἀντιδιαίρεσις γίνεται, μαθέτωσαν οἱ σοφοὶ ὅτι ἀλήθεια πρὸς μόνον τὸ ψεῦδος τὴν ἀντιδιαστολὴν ἔχει καὶ θεὸς πρὸς τὸν μὴ ὄντα θεόν. τοῦ δὲ κυρίου, ὅς ἐστιν ἀλήθεια, θεοῦ ὄντος καὶ ἐν τῷ πατρὶ ὄντος καὶ ἓν πρὸς τὸν πατέρα ὄντος, αἱ διασταλτικαὶ αὗται φωναὶ ἐπὶ τοῦ δόγματος χώραν οὐκ ἔχουσιν. ὁ γὰρ ἀληθῶς εἰς τὸν ἕνα πιστεύων βλέπει ἐν τῷ ἑνὶ τὸν διὰ πάντων αὐτῷ ἡνωμένον ἐν ἀληθείᾳ τε καὶ θεότητι καὶ οὐσίᾳ καὶ ζωῇ καὶ σοφίᾳ καὶ πᾶσιν ἁπαξαπλῶς ἤ, εἰ μὴ βλέπει ἐν τῷ ἑνὶ τὸν ταῦτα ὄντα, εἰς οὐδὲν ἔχει τὴν πίστιν. χωρὶς γὰρ υἱοῦ πατὴρ οὔτε ἔστιν οὔτε λέγεται οὔτε μὴν χωρὶς δυνάμεως ὁ δυνατὸς οὔτε χωρὶς σοφίας ὁ σοφός: Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία: ὥστε ὁ τῆς δυνάμεως ἢ τῆς σοφίας ἢ τῆς ἀληθείας ἢ τῆς ζωῆς ἢ τοῦ ἀληθινοῦ φωτὸς ἐκτὸς βλέπειν φανταζόμενος ἢ οὐδὲν βλέπει ἢ τὸ κακὸν πάντως βλέπει. ἡ γὰρ τῶν ἀγαθῶν ὑπεξαίρεσις τοῦ κακοῦ θέσις καὶ ὕπαρξις γίνεται. « Οὐκ ἐψευσμένῃ », φησί, « φωνῇ τιμῶντες αὐτόν: ἔστι γὰρ ἀψευδής ». ταύτῃ τῇ φωνῇ εὔχομαι τὸν Εὐνόμιον ἐπιμένειν, μαρτυροῦντα τῇ ἀληθείᾳ ὅτι ἐστὶν ἀψευδής. εἰ γὰρ οὕτω φρονοίη, ὅτι πᾶν τὸ παρὰ τοῦ κυρίου λεγόμενον τοῦ ψεύδους κεχώρισται, πεισθήσεται πάντως ἀληθεύειν τὸν εἰπόντα ὅτι Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι, δηλαδὴ ὅλος ἐν ὅλῳ, οὔτε τοῦ πατρὸς ἐν τῷ υἱῷ περιττεύοντος οὔτε τοῦ υἱοῦ ἐν τῷ πατρὶ λείποντος, καὶ ὅτι οὕτω χρὴ τιμᾶσθαι τὸν υἱόν, καθὼς τιμᾶται ὁ πατήρ, καὶ ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ ὅτι Οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ὅτι Καὶ τὸν πατέρα οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱός: δι' ὧν ἁπάντων οὔτε δόξης οὔτε οὐσίας οὔτε ἄλλου τινὸς παραλλαγὴ ὑπονοεῖται ἐπὶ πατρὸς καὶ υἱοῦ τοῖς ταύτας τὰς φωνὰς ὡς ἀληθινὰς δεξαμένοις. « ὄντως ὄντα », φησί, « φύσει τε καὶ δόξῃ θεὸν ἕνα ». τὸ ὄντως ὂν ἀντιδιαιρεῖται πρὸς τὸ μὴ ὄντως ὄν. ἔστι δὲ ὄντως ὂν ἕκαστον τῶν ὄντων καθὸ ἔστιν: τὸ δὲ μέχρι φαντασίας τινὸς καὶ ὑπονοίας δοκοῦν μὲν εἶναι μὴ ὂν δέ, τοῦτο οὐκ ὄντως ἔστιν, ὡς τὸ ἐνύπνιον φάσμα ἢ ὁ ἐπὶ τῆς εἰκόνος ἄνθρωπος: ταῦτα γὰρ καὶ τὰ τοιαῦτα μέχρι φαντασίας ὄντα τὸ ὄντως εἶναι οὐκ ἔχει. εἰ μὲν οὖν κατὰ τὴν Ἰουδαϊκὴν ὑπόληψιν κατασκευάζουσι καθόλου μὴ εἶναι τὸν μονογενῆ θεόν, καλῶς τῷ πατρὶ μόνῳ τὸ ὄντως εἶναι προσμαρτυροῦσιν: εἰ δὲ οὐκ ἀρνοῦνται τὸν πάντων ποιητὴν ὅτι ἔστι, πεισθήτωσαν μὴ ἀποστερεῖν τὸν ὄντως ὄντα τοῦ ὄντως εἶναι, ὃς ἑαυτὸν ἐν τῇ γενομένῃ Μωϋσεῖ θεοφανείᾳ ὄντα ὠνόμασεν εἰπὼν ὅτι Ἐγώ εἰμι ὁ ὤν, καθὼς ὁ Εὐνόμιος ἐν τοῖς ἐφεξῆς λόγοις τούτῳ συντίθεται, αὐτὸν εἶναι λέγων τὸν τῷ Μωϋσεῖ φανέντα. « εἶτα φύσει τε καὶ δόξῃ θεόν » φησιν « ἕνα ». εἰ μὲν οὖν ἐστιν ὁ θεὸς χωρὶς τοῦ εἶναι φύσει θεός, αὐτὸς ἂν εἰδείη ὁ ταῦτα λέγων: εἰ δὲ οὐκ ἔστι θεὸς ὁ μὴ φύσει θεὸς ὤν, μαθέτωσαν παρὰ τοῦ μεγάλου Παύλου, ὅτι οἱ δουλεύοντες τοῖς μὴ φύσει « οὖσι » θεοῖς θεῷ οὐ δουλεύουσιν, ἡμεῖς δὲ δουλεύομεν θεῷ ζῶντί τε καὶ ἀληθινῷ, καθὼς ὁ ἀπόστολος λέγει, ᾧ δὲ δουλεύομεν, Ἰησοῦς ἐστιν ὁ Χριστός. τούτῳ γὰρ καὶ ὁ ἀπόστολος Παῦλος δουλεύειν καυχᾶται λέγων: Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ. ἡμεῖς τοίνυν οἱ μηκέτι δουλεύοντες τοῖς μὴ φύσει οὖσι θεοῖς ἐπέγνωμεν τὸν φύσει ὄντα θεόν, ᾧ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. ᾧ οὐκ ἂν ἐδουλεύσαμεν, εἰ μὴ ἐπιστεύσαμεν ὅτι οὗτός ἐστιν ὁ ζῶν τε καὶ ἀληθινὸς θεός, ᾧ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι κύριος Ἰησοῦς εἰς δόξαν θεοῦ πατρός. « Θεόν », φησίν, « ἕνα ἀνάρχως ἀϊδίως ἀτελευτήτως μόνον ». πάλιν Νοήσατε ἄκακοι πανουργίαν, φησὶν ὁ Σολομών, μή ποτε εἰς ἄρνησιν τῆς τοῦ μονογενοῦς θεότητος ἀπατηθέντες ἐκπέσητε. ἀτελεύτητόν ἐστι τὸ θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον, ὡσαύτως δὲ καὶ ἀΐδιον τὸ μὴ πρόσκαιρον λέγεται. ὃ τοίνυν μήτε ἀΐδιόν ἐστι μήτε ἀτελεύτητον, τοῦτο πάντως ἐν τῇ φθαρτῇ τε καὶ ἐπικήρῳ θεωρεῖται φύσει. οὐκοῦν ὁ τὸ ἀτελεύτητον τῷ ἑνὶ καὶ μόνῳ προσμαρτυρῶν θεῷ, μὴ συμπεριλαμβάνων δὲ τὸν υἱὸν τῇ τοῦ ἀτελευτήτου καὶ ἀϊδίου σημασίᾳ, φθαρτὸν αὐτὸν εἶναι καὶ πρόσκαιρον διὰ τοῦ τοιούτου λόγου κατασκευάζει τὸν τῷ ἀϊδίῳ καὶ ἀτελευτήτῳ ἀντιδιαστελλόμενον. ἡμεῖς δὲ κἂν ἀκούσωμεν ὅτι μόνος ὁ θεὸς ἔχει τὴν ἀθανασίαν, τὸν υἱὸν διὰ τῆς ἀθανασίας νοοῦμεν (ἀθανασία γάρ ἐστιν ἡ ζωή, ἥτις ἐστὶν ὁ κύριος ὁ εἰπὼν ὅτι Ἐγώ εἰμι ἡ ζωή): κἂν λέγηται φῶς οἰκεῖν ἀπρόσιτον, πάλιν τὸ ἀληθινὸν φῶς, ὅπερ ἐστὶ τῷ ψεύδει ἀπρόσιτον, τὸν μονογενῆ νοεῖσθαι οὐκ ἀμφιβάλλομεν, ἐν ᾧ τὸν πατέρα εἶναι παρ' αὐτῆς τῆς ἀληθείας ἐμάθομεν. ἐκ τούτων δὲ ὁ ἀκροατὴς ἐπιλεξάσθω τὸ εὐσεβέστερον, εἴτε οὕτω χρὴ περὶ τοῦ μονογενοῦς θεοπρεπῶς δοξάζειν εἴτε φθαρτόν τε καὶ πρόσκαιρον εἶναι λέγειν, ὡς ὑφηγεῖται ἡ αἵρεσις.