[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§6. He then shows the unity of the Son with the Father and Eunomius’ lack of understanding and knowledge in the Scriptures.

What he adds next after this is as follows:—“Having no sharer,” he says, “in His Godhead, no divider of His glory, none who has lot in His power, or part in His royal throne: for He is the one and only God, the Almighty, God of Gods, King of Kings, Lord of Lords.” I know not to whom Eunomius refers when he protests that the Father admits none to share His Godhead with Himself. For if he uses such expressions with reference to vain idols and to the erroneous conceptions of those who worship them (even as Paul assures us that there is no agreement between Christ and Belial, and no fellowship between the temple of God and idols236    Cf. 2 Cor. vi. 15, 16.) we agree with him. But if by these assertions he means to sever the Only-begotten God from the Godhead of the Father, let him be informed that he is providing us with a dilemma that may be turned against himself to refute his own impiety. For either he denies the Only-begotten God to be God at all, that he may preserve for the Father those prerogatives of deity which (according to him) are incapable of being shared with the Son, and thus is convicted as a transgressor by denying the God Whom Christians worship, or if he were to grant that the Son also is God, yet not agreeing in nature with the true God, he would be necessarily obliged to acknowledge that he maintains Gods sundered from one another by the difference of their natures. Let him choose which of these he will,—either to deny the Godhead of the Son, or to introduce into his creed a plurality of Gods. For whichever of these he chooses, it is all one as regards impiety: for we who are initiated into the mystery of godliness by the Divinely inspired words of the Scripture do not see between the Father and the Son a partnership of Godhead, but unity, inasmuch as the Lord hath taught us this by His own words, when He saith, “I and the Father are one237    S. John x. 30,” and “he that hath seen Me hath seen the Father238    S. John xiv. 9.” For if He were not of the same nature as the Father, how could He either have had in Himself that which was different239    S. John xvii. 10.? or how could He have shown in Himself that which was unlike, if the foreign and alien nature did not receive the stamp of that which was of a different kind from itself? But he says, “nor has He a divider of His glory.” Herein he speaks in accordance with the fact, even though he does not know what he is saying: for the Son does not divide the glory with the Father, but has the glory of the Father in its entirety, even as the Father has all the glory of the Son. For thus He spake to the Father “All Mine are Thine and Thine are Mine240    S. John xvii. 10..” Wherefore also He says that He will appear on the Judgment Day “in the glory of the Father241    S. Mark viii. 38.,” when He will render to every man according to his works. And by this phrase He shows the unity of nature that subsists between them. For as “there is one glory of the sun and another glory of the moon242    1 Cor. xv. 41.,” because of the difference between the natures of those luminaries (since if both had the same glory there would not be deemed to be any difference in their nature), so He Who foretold of Himself that He would appear in the glory of the Father indicated by the identity of glory their community of nature.

But to say that the Son has no part in His Father’s royal throne argues an extraordinary amount of research into the oracles of God on the part of Eunomius, who, after his extreme devotion to the inspired Scriptures, has not yet heard, “Seek those things which are above, where Christ sitteth on the right hand of God243    Col. iii. 1.,” and many similar passages, of which it would not be easy to reckon up the number, but which Eunomius has never learnt, and so denies that the Son is enthroned together with the Father. Again the phrase, “not having lot in his power,” we should rather pass by as unmeaning than confute as ungodly. For what sense is attached to the term “having lot” is not easy to discover from the common use of the word. Those cast lots, as the Scripture tells us, for the Lord’s vesture, who were unwilling to rend His garment, but disposed to make it over to that one of their number in whose favour the lot should decide244    Cf. S. John xix. 23, 24.. They then who thus cast lots among themselves for the “coat” may be said, perhaps, to “have had lot” in it. But here in the case of the Father, the Son, and the Holy Ghost, inasmuch as Their power resides in Their nature (for the Holy Spirit breathes “where He listeth245    S. John iii. 8,” and “worketh all in all as He will246    Cf. 1 Cor. xii. 6 and 11.,” and the Son, by Whom all things were made, visible and invisible, in heaven and in earth, “did all things whatsoever He pleased247    Ps. cxxxv. 6.,” and “quickeneth whom He will248    S. John v. 21,” and the Father put “the times in His own power249    Acts i. 7.,” while from the mention of “times” we conclude that all things done in time are subject to the power of the Father), if, I say, it has been demonstrated that the Father, the Son, and the Holy Spirit alike are in a position of power to do what They will, it is impossible to see what sense there can be in the phrase “having lot in His power.” For the heir of all things, the maker of the ages250    Cf. Heb. i. 2, He Who shines with the Father’s glory and expresses in Himself the Father’s person, has all things that the Father Himself has, and is possessor of all His power, not that the right is transferred from the Father to the Son, but that it at once remains in the Father and resides in the Son. For He Who is in the Father is manifestly in the Father with all His own might, and He Who has the Father in Himself includes all the power and might of the Father. For He has in Himself all the Father, and not merely a part of Him: and He Who has Him entirely assuredly has His power as well. With what meaning, then, Eunomius asserts that the Father has “none who has lot in His power,” those perhaps can tell who are disciples of his folly: one who knows how to appreciate language confesses that he cannot understand phrases divorced from meaning. The Father, he says, “has none Who has lot in His power.” Why, who is there that says that the Father and Son contend together for power and cast lots to decide the matter? But the holy Eunomius comes as mediator between them and by a friendly agreement without lot assigns to the Father the superiority in power.

Mark, I pray you, the absurdity and childishness of this grovelling exposition of his articles of faith. What! He Who “upholds all things by the word of His power251    Heb. i. 3.,” Who says what He wills to be done, and does what He wills by the very power of that command, He Whose power lags not behind His will and Whose will is the measure of His power (for “He spake the word and they were made, He commanded and they were created252    Ps. cxlviii. 5, or xxxiii. 9 in LXX.”), He Who made all things by Himself, and made them consist in Himself253    Cf. Col. i. 16 and 17., without Whom no existing thing either came into being or remains in being,—He it is Who waits to obtain His power by some process of allotment! Judge you who hear whether the man who talks like this is in his senses. “For He is the one and only God, the Almighty,” he says. If by the title of “Almighty” he intends the Father, the language he uses is ours, and no strange language: but if he means some other God than the Father, let our patron of Jewish doctrines preach circumcision too, if he pleases. For the Faith of Christians is directed to the Father. And the Father is all these—Highest, Almighty, King of Kings, and Lord of Lords, and in a word all terms of highest significance are proper to the Father. But all that is the Father’s is the Son’s also; so that, on this understanding254    “If this is so:” i.e. if Eunomius means his words in a Christian sense., we admit this phrase too. But if, leaving the Father, he speaks of another Almighty, he is speaking the language of the Jews or following the speculations of Plato,—for they say that that philosopher also affirms that there exists on high a maker and creator of certain subordinate gods. As then in the case of the Jewish and Platonic opinions he who does not believe in God the Father is not a Christian, even though in his creed he asserts an Almighty God, so Eunomius also falsely pretends to the name of Christian, being in inclination a Jew, or asserting the doctrines of the Greeks while putting on the guise of the title borne by Christians. And with regard to the next points he asserts the same account will apply. He says He is “God of Gods.” We make the declaration our own by adding the name of the Father, knowing that the Father is God of Gods. But all that belongs to the Father certainly belongs also to the Son. “And Lord of Lords.” The same account will apply to this. “And Most High over all the earth.” Yes, for whichever of the Three Persons you are thinking of, He is Most High over all the earth, inasmuch as the oversight of earthly things from on high is exercised alike by the Father, and the Son, and the Holy Ghost. So, too, with what follows the words above, “Most High in the heavens, Most High in the highest, Heavenly, true in being what He is, and so continuing, true in words, true in works.” Why, all these things the Christian eye discerns alike in the Father, the Son, and the Holy Ghost. If Eunomius does assign them to one only of the Persons acknowledged in the creed, let him dare to call Him “not true in words” Who has said, “I am the Truth255    S. John xiv. 6,” or to call the Spirit of truth “not true in words,” or let him refuse to give the title of “true in works” to Him Who doeth righteousness and judgment, or to the Spirit Who worketh all in all as He will. For if he does not acknowledge that these attributes belong to the Persons delivered to us in the creed, he is absolutely cancelling the creed of Christians. For how shall any one think Him a worthy object of faith Who is false in words and untrue in works.

But let us proceed to what follows. “Above all rule, subjection and authority,” he says. This language is ours, and belongs properly to the Catholic Church,—to believe that the Divine nature is above all rule, and that it has in subordination to itself everything that can be conceived among existing things. But the Father, the Son, and the Holy Ghost constitute the Divine nature. If he assigns this property to the Father alone, and if he affirms Him alone to be free from variableness and change, and if he says that He alone is undefiled, the inference that we are meant to draw is plain, namely, that He who has not these characteristics is variable, corruptible, subject to change and decay. This, then, is what Eunomius asserts of the Son and the Holy Spirit: for if he did not hold this opinion concerning the Son and the Spirit, he would not have employed this opposition, contrasting the Father with them. For the rest, brethren, judge whether, with these sentiments, he is not a persecutor of the Christian faith. For who will allow it to be right to deem that a fitting object of reverence which varies, changes, and is subject to decay? So then the whole aim of one who flames such notions as these,—notions by which he makes out that neither the Truth nor the Spirit of Truth is undefiled, unvarying, or unchangeable,—is to expel from the Church the belief in the Son and in the Holy Spirit.

ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον τῆς βασιλείας: εἷς γάρ ἐστι καὶ μόνος θεὸς ὁ παντοκράτωρ, θεὸς θεῶν, βασιλεὺς τῶν βασιλευόντων, κύριος τῶν κυριευόντων ». οὐκ οἶδα πρὸς τίνα βλέπων ὁ Εὐνόμιος τὸ μὴ κοινωνεῖν αὐτῷ τῆς θεότητος τὸν πατέρα διαμαρτύρεται. εἰ μὲν γὰρ πρὸς τὰ εἴδωλα τὰ μάταια καὶ τὴν πεπλανημένην τῶν εἰδωλολατρούντων ὑπόληψιν τὰ τοιαῦτα λέγει, καθὼς καὶ ὁ Παῦλος βοᾷ ὅτι οὐκ ἔστι συμφώνησις Χριστῷ πρὸς Βελίαρ οὐδὲ κοινωνία ναῷ θεοῦ μετὰ εἰδώλων, καὶ ἡμεῖς συντιθέμεθα: εἰ δὲ τὸν μονογενῆ θεὸν διὰ τῶν λεγομένων τῆς πατρικῆς ἀφορίζει θεότητος, μαθέτω ὅτι διλήμματον τῆς ἀσεβείας κατηγορίαν ἐφ' ἑαυτοῦ κατασκευάζει. ἢ γὰρ ἀρνεῖται καθόλου θεὸν εἶναι τὸν μονογενῆ θεόν, ἵνα φυλάξῃ τῷ πατρὶ τὸ ἐν τῇ θεότητι πρὸς τὸν υἱὸν ἀκοινώνητον, καὶ διὰ τούτου παραβάτης ἐλέγχεται, τὸν θεὸν τῶν Χριστιανῶν ἀρνησάμενος, ἢ εἰ δοίη κἀκεῖνον εἶναι θεὸν κατὰ τὴν φύσιν τῷ ἀληθινῷ θεῷ μὴ συμβαίνοντα, ἀνάγκη πᾶσα θεοὺς αὐτὸν πρεσβεύειν ὁμολογεῖν τῇ διαφορᾷ τῶν φύσεων ἀπ' ἀλλήλων διεσχισμένους. ἑλέσθω τούτων ὃ βούλεται, ἢ ἀρνεῖσθαι τοῦ υἱοῦ τὴν θεότητα ἢ θεοὺς ἐπεισάγειν τῷ δόγματι: ὅπερ γὰρ ἂν ἕληται τούτων, ἴσον ἐστὶν εἰς ἀσέβειαν. ἡμεῖς γὰρ παρὰ τῶν θεοπνεύστων τῆς γραφῆς λόγων μυσταγωγούμενοι οὐχὶ κοινωνίαν θεότητος ὁρῶμεν ἐν πατρί τε καὶ υἱῷ, ἀλλ' ἑνότητα, τοῦτο τοῦ δεσπότου διὰ τῶν ἰδίων λόγων διδάξαντος ἐν οἷς φησιν Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, καὶ ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. εἰ γὰρ μὴ τῆς αὐτῆς ἦν φύσεως, πῶς ἂν ἢ ἔσχεν ἐν ἑαυτῷ τὸ ἀλλότριον, ἢ πῶς ἂν ἔδειξεν ἐφ' ἑαυτοῦ τὸ ἀνόμοιον, μὴ δεχομένης τῆς ξένης τε καὶ ἀλλοτρίας φύσεως τὸν τοῦ ἑτερογενοῦς χαρακτῆρα; λέγει δὲ ὅτι « οὐδὲ μερίτην » ἔχει « τῆς δόξης ». τοῦτο δὲ ὡς ἔχει λέγει, εἰ καὶ μὴ οἶδεν ὃ λέγει: οὐ γὰρ μερίζεται ὁ υἱὸς πρὸς τὸν πατέρα τὴν δόξαν, ἀλλ' ὅλην ἔχει τοῦ πατρὸς τὴν δόξαν, ὡς καὶ ὁ πατὴρ πᾶσαν ἔχει τοῦ υἱοῦ τὴν δόξαν. οὕτως γὰρ εἶπε πρὸς τὸν πατέρα ὅτι Πάντα τὰ ἐμὰ σά ἐστιν καὶ τὰ σὰ ἐμά. διὸ καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως ἐπιφανήσεσθαι ἑαυτόν φησιν ἐν τῇ δόξῃ τοῦ πατρός, ὅτε μέλλει ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. δείκνυσι δὲ διὰ τῆς φωνῆς ταύτης τὸ ἡνωμένον τῆς φύσεως: ὡς γὰρ ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης διὰ τὸ μὴ συμβαίνειν πρὸς ἄλληλα τῶν στοιχείων τὴν φύσιν (ὡς εἴ γε ἡ αὐτὴ δόξα ἐπ' ἀμφοτέρων ἦν, οὐκ ἄν τις διαφορὰ τῆς φύσεως αὐτῶν ἐνομίσθη), οὕτως ὁ ἑαυτὸν ἐν τῇ τοῦ πατρὸς δόξῃ φανήσεσθαι προειπὼν ἔδειξε διὰ τῆς κατὰ τὴν δόξαν ταὐτότητος τὴν κοινωνίαν τῆς φύσεως.
Τὸ δὲ μὴ « σύνθρονον τῆς βασιλείας » εἶναι λέγειν τῷ πατρὶ τὸν υἱὸν πολλὴν μαρτυρεῖ τῷ Εὐνομίῳ τὴν τῶν θείων λογίων μελέτην, ὃς ἐκ τῆς ἄγαν προσοχῆς τῶν θεοπνεύστων γραφῶν οὔπω ἤκουσεν ὅτι Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος, καὶ ὅτι Ἐν δεξιᾷ τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν, καὶ ἄλλα τοιαῦτα πολλά, ὧν οὐκ ἂν ῥᾳδίως τις τὸ πλῆθος ἐξαριθμήσειεν: ἅπερ μήπω μαθὼν ὁ Εὐνόμιος ἀπαγορεύει « σύνθρονον » εἶναι τῷ πατρὶ τὸν υἱόν. τὸ δὲ « σύγκληρον τῆς ἐξουσίας » μᾶλλον ὡς ἀνόητον παραδραμεῖν χρὴ ἢ ὡς ἀσεβὲς διελέγξαι. τίνα γὰρ διάνοιαν ἔχει ἡ τοῦ « συγκλήρου » λέξις, ἐκ τῆς κοινῆς τοῦ λόγου καταχρήσεως οὐκ ἔστιν εὑρεῖν. ἐπὶ τὸν ἱματισμὸν τοῦ κυρίου βάλλουσι κλῆρον, καθὼς ἡ γραφὴ λέγει, οἱ μὴ βουλόμενοι διασχίσαι τὸν δεσποτικὸν χιτῶνα, ἀλλ' ἑνὸς αὐτῶν ποιῆσαι κτῆμα, ᾧ ἂν ὁ κλῆρος χαρίσηται. οἱ τοίνυν πρὸς ἀλλήλους ὑπὲρ τοῦ χιτῶνος διακληρούμενοι δύνανται ἴσως « σύγκληροι » λέγεσθαι: ἐνταῦθα δὲ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν τῇ φύσει οὔσης τῆς ἐξουσίας (τό τε γὰρ πνεῦμα τὸ ἅγιον ὅπου θέλει πνεῖ καὶ πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται, καὶ ὁ υἱὸς δι' οὗ τὰ πάντα ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, πάντα ὅσα ἠθέλησεν ἐποίησεν καὶ οὓς θέλει ζωοποιεῖ, καὶ ὁ πατὴρ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ τοὺς χρόνους ἔθετο, ἀπὸ τῶν χρόνων δὲ καὶ πάντα τὰ ἐν τῷ χρόνῳ γεγενημένα νοοῦμεν εἶναι τῷ πατρὶ ὑπεξούσια): εἰ οὖν ἐν ἐξουσίᾳ τοῦ ποιεῖν ἃ βούλεται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς εἴπομεν, ἀποδέδεικται, τίνα νοῦν ἡ τοῦ « συγκλήρου » τῆς ἐξουσίας λέξις ἔχει, κατιδεῖν οὐκ ἔστιν. ὁ γὰρ πάντων κληρονόμος, ὁ τῶν αἰώνων δημιουργός, ὁ τῇ δόξῃ τοῦ πατρὸς συνεκλάμπων καὶ χαρακτηρίζων ἐν ἑαυτῷ τοῦ πατρὸς τὴν ὑπόστασιν, πάντα ὅσα ἔχει ὁ πατὴρ αὐτὸς ἔχει καὶ πάσης τῆς ἐξουσίας κύριός ἐστιν, οὐ μεθισταμένης ἀπὸ τοῦ πατρὸς εἰς τὸν υἱὸν τῆς ἀξίας, ἀλλὰ καὶ παρ' αὐτῷ μενούσης καὶ ἐν ἐκείνῳ οὔσης. ὅ τε γὰρ ἐν τῷ πατρὶ ὢν μετὰ πάσης δηλαδὴ τῆς ἑαυτοῦ δυνάμεώς ἐστιν ἐν τῷ πατρὶ καὶ ὁ ἐν ἑαυτῷ τὸν πατέρα ἔχων πᾶσαν ἐμπεριέχει τὴν πατρικὴν ἐξουσίαν καὶ δύναμιν. ὅλον γὰρ ἔχει ἐν ἑαυτῷ τὸν πατέρα καὶ οὐχὶ μέρος αὐτοῦ: ὁ δὲ ὅλον ἔχων καὶ τὴν ἐξουσίαν αὐτοῦ πάντως ἔχει. τί οὖν νοῶν Εὐνόμιος ἀποφαίνεται μὴ ἔχειν τὸν πατέρα « σύγκληρον τῆς ἐξουσίας », εἴποιεν ἂν ἴσως οἱ τῆς ματαιότητος αὐτοῦ μαθηταί: ὁ γὰρ εἰδὼς ἐπαΐειν λόγων τὰ δίχα διανοίας λεγόμενα ὁμολογεῖ συνεῖναι μὴ δύνασθαι. οὐκ ἔχει, φησί, « σύγκληρον τῆς ἐξουσίας ὁ πατήρ ». τίς γάρ ἐστιν ὁ λέγων ἐκ διακληρώσεως ὑπὲρ τῆς ἐξουσίας πρὸς ἀλλήλους τόν τε πατέρα καὶ τὸν υἱὸν διαμάχεσθαι; οἷς μεσιτεύων ὁ ἱερὸς Εὐνόμιος διὰ φιλικῆς συμβάσεως ἄνευ κλήρου νέμει τῷ πατρὶ μόνῳ τὰ πρεσβεῖα τῆς ἐξουσίας. ὁρᾶτε τὸ καταγέλαστον καὶ παιδαριῶδες τῆς χαμαιζήλου ταύτης τῶν δογμάτων ἐκθέσεως. ἆρα ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, λέγων ἃ γενέσθαι θέλει καὶ ποιῶν ἐν τῇ τοῦ προστάγματος δυνάμει ἃ βούλεται, οὗ σύνδρομός ἐστι τῇ βουλήσει ἡ δύναμις καὶ μέτρον τῆς δυνάμεως αὐτοῦ τὸ θέλημα γίνεται (Αὐτὸς γάρ, φησίν, εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν), ὁ πάντα δι' ἑαυτοῦ ποιήσας καὶ ἐν ἑαυτῷ συστήσας, οὗ χωρὶς τῶν ὄντων οὐδὲν οὔτε ἐγένετο οὔτε ἐν τῷ εἶναι μένει, οὗτος ἀναμένει ἐκ διακληρώσεώς τινος σχεῖν τὴν ἐξουσίαν; κρίνατε οἱ ἀκούοντες, εἰ ὁ ταῦτα λέγων ἐν τῷ καθεστηκότι τὴν διάνοιαν ἔχει. « Εἷς γάρ ἐστι », φησί, « καὶ μόνος θεὸς παντοκράτωρ ». εἰ μὲν οὖν τὸν πατέρα διὰ τῆς τοῦ παντοκράτορος προσηγορίας ἐνδείκνυται, ἡμέτερον λέγει τὸν λόγον καὶ οὐκ ἀλλότριον: εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν πατέρα νοεῖ παντοκράτορα, καὶ τὴν περιτομήν, εἰ δοκεῖ, κηρυσσέτω ὁ τῶν δογμάτων τῶν Ἰουδαϊκῶν προστάτης. τῶν γὰρ Χριστιανῶν ἡ πίστις πρὸς τὸν πατέρα βλέπει, πάντα δέ ἐστιν ὁ πατήρ, ὕψιστος, παντοκράτωρ, βασιλεὺς τῶν βασιλευόντων, κύριος τῶν κυριευόντων, καὶ πάντα ὅσα τῆς ὑψηλῆς ἔχεται σημασίας, τοῦ πατρός ἐστιν ἴδια: τὰ δὲ τοῦ πατρὸς τοῦ υἱοῦ ἐστι πάντα, ὥστε τούτου ὄντος κἀκεῖνα δεχόμεθα. εἰ δὲ ἀφεὶς τὸν πατέρα ἄλλον « παντοκράτορα » λέγει, τὰ τῶν Ἰουδαίων λέγει ἢ καὶ τοῖς Πλάτωνος ἕπεται λόγοις: καὶ γὰρ κἀκεῖνόν φασι τὸν φιλόσοφον λέγειν εἶναί τινα ὑπεράνωθεν κτίστην καὶ ποιητὴν ὑποβεβηκότων τινῶν θεῶν. ὥσπερ οὖν ἐν τοῖς Ἰουδαϊκοῖς καὶ Πλατωνικοῖς δόγμασιν ὁ τὸν πατέρα μὴ παραδεχόμενος Χριστιανὸς οὐκ ἔστιν, κἂν « παντοκράτορά » τινα πρεσβεύῃ ἐπὶ τοῦ δόγματος, οὕτω καὶ ὁ Εὐνόμιος καταψεύδεται τοῦ ὀνόματος, ἰουδαΐζων μὲν τῷ φρονήματι ἢ τὰ τῶν Ἑλλήνων πρεσβεύων, τὴν δὲ τῶν Χριστιανῶν προσηγορίαν ὑποδυόμενος. ἀλλὰ καὶ περὶ τῶν κατὰ τὸ ἀκόλουθον ἐκτεθειμένων ὁ αὐτὸς ἔσται λόγος. λέγει γὰρ ὅτι « θεὸς θεῶν ». προσθέντες ἡμεῖς τὸ τοῦ πατρὸς ὄνομα τὴν φωνὴν οἰκειούμεθα, εἰδότες ὅτι ὁ πατὴρ θεός ἐστι τῶν θεῶν. τὰ δὲ τοῦ πατρὸς πάντα τοῦ υἱοῦ ἐστι πάντως. « καὶ κύριος τῶν κυριευόντων ». ὁ αὐτὸς καὶ περὶ τούτου λόγος. « καὶ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν ». ὃν γὰρ ἂν τῇ διανοίᾳ λάβῃς, ἐκεῖνος « ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν », ὁμοίως ἄνωθεν τοῖς ἐπιγείοις τῆς ἐπισκοπῆς γινομένης παρά τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἀλλὰ καὶ τὰ ἐφεξῆς τοῖς εἰρημένοις προσκείμενα: « ὕψιστος ἐν οὐρανοῖς, ὕψιστος ἐν ὑψίστοις, ἐπουράνιος, ἀληθινὸς ἐν τῷ εἶναι ἀεὶ ὅ ἐστι καὶ διαμένων, ἀληθινὸς ἐν ἔργοις, ἀληθινὸς ἐν λόγοις »: ταῦτα γὰρ πάντα ἐπίσης ἐνορᾷ ὁ τῶν Χριστιανῶν ὀφθαλμὸς ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εἰ δὴ μόνον ἑνί τινι τῶν ἐν τῇ πίστει παραδοθέντων προσώπων ὁ Εὐνόμιος ταῦτα νέμει, τολμησάτω μὴ « ἀληθινὸν » εἰπεῖν « ἐν λόγοις » τὸν εἰπόντα ὅτι Ἐγώ εἰμι ἡ ἀλήθεια, ἢ τὸ πνεῦμα τῆς ἀληθείας, ἢ « ἀληθινὸν ἐν ἔργοις » μὴ συνθέσθω τὸν ποιοῦντα κρῖμα καὶ δικαιοσύνην ἢ τὸ πνεῦμα τὸ ἐνεργοῦν πάντα ἐν πᾶσι καθὼς βούλεται. ταῦτα γὰρ εἰ μὴ προσμαρτυροίη τοῖς παραδοθεῖσιν ἐν τῇ πίστει προσώποις, καθόλου τὴν τῶν Χριστιανῶν παραγράφεται πίστιν. πῶς γάρ τις πίστεως ἄξιον οἰήσεται τὸν ψευδῆ μὲν ἐν τοῖς λόγοις, μὴ ἀληθινὸν δὲ ἐν τοῖς ἔργοις αὐτοῦ;
Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τῷ λόγῳ προέλθωμεν. φησὶ γὰρ ὅτι « ἀρχῆς ἁπάσης, ὑποταγῆς, ἐξουσίας, βασιλείας ἀνώτερος ». ἡμέτερος οὗτος ὁ λόγος καὶ τῆς καθολικῆς ἐκκλησίας ἴδιος, τὸ πιστεύειν τὴν θείαν φύσιν πάσης ἀρχῆς ἀνωτέραν εἶναι, ὑποχείριον δὲ ἑαυτῆς ἔχειν πᾶν ὅτιπέρ ἐστιν ἐν τοῖς οὖσι νοούμενον. θεία δὲ φύσις ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. εἰ δὲ μόνῳ τῷ πατρὶ ταύτην προσμαρτυρεῖ τὴν δύναμιν καὶ εἰ μόνον αὐτὸν τροπῆς τε καὶ μεταβολῆς ἐλεύθερον ἀποφαίνεται καὶ εἰ μόνον αὐτὸν λέγει ἀκήρατον, πρόδηλον τὸ ἐκ τούτων κατασκευαζόμενον, ὅτι ὁ ταῦτα μὴ ἔχων τρεπτός ἐστι πάντως καὶ φθαρτὸς καὶ μεταβλητὸς καὶ ἐπίκηρος. οὐκοῦν ταῦτα δογματίζει ὁ Εὐνόμιος ἐπὶ τοῦ μονογενοῦς θεοῦ καὶ τοῦ ἁγίου πνεύματος: οὐ γὰρ ἂν ἐχρήσατο τῇ ἀντιδιαστολῇ, τούτοις ἀντιδιαιρῶν τὸν πατέρα, μὴ ταύτην τὴν διάνοιαν ἔχων περὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. τὸ λοιπόν, ἀδελφοί, δοκιμάσατε, εἰ μὴ διώκτης ἐστὶ τῆς τῶν Χριστιανῶν πίστεως ταῦτα φρονῶν. τίς γὰρ τὸ τρεπόμενον καὶ μεταβαλλόμενον καὶ τὸ ἐπίκηρον καταδέξεται σεβάσμιον ἑαυτῷ κρῖναι; οὐκοῦν ὅλος ὁ σκοπός ἐστι τῷ κατασκευάζοντι τὰ τοιαῦτα νοήματα, ἐκβαλεῖν τῆς ἐκκλησίας τὴν εἰς τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα πίστιν, δι' ὧν κατασκευάζει μήτε ἀκήρατον εἶναι μήτε ἄτρεπτον μήτε ἀμετάβλητον ἢ αὐτὴν τὴν ἀλήθειαν ἢ τὸ πνεῦμα τῆς ἀληθείας.