[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§13. He expounds the passage of the Gospel, “The Father judgeth no man,” and further speaks of the assumption of man with body and soul wrought by the Lord, of the transgression of Adam, and of death and the resurrection of the dead.

Next he says, “He legislates by the command of the Eternal God.” Who is the eternal God? and who is He that ministers to Him in the giving of the Law? Thus much is plain to all, that through Moses God appointed the Law to those that received it. Now inasmuch as Eunomius himself acknowledges that it was the only-begotten God Who held converse with Moses, how is it that the assertion before us puts the Lord of all in the place of Moses, and ascribes the character of the eternal God to the Father alone, so as, by thus contrasting Him with the Eternal, to make out the only-begotten God, the Maker of the Worlds, to be not Eternal? Our studious friend with his excellent memory seems to have forgotten that Paul uses all these terms concerning himself, announcing among men the proclamation of the Gospel by the command of God378    Cf. Rom. xvi. 26. Thus what the Apostle asserts of himself, that Eunomius is not ashamed to ascribe to the Lord of the prophets and apostles, in order to place the Master on the same level with Paul, His own servant. But why should I lengthen out my argument by confuting in detail each of these assertions, where the too unsuspicious reader of Eunomius’ writings may think that their author is saying what Holy Scripture allows him to say, while one who is able to unravel each statement critically will find them one and all infected with heretical knavery. For the Churchman and the heretic alike affirm that “the Father judgeth no man, but hath committed all judgment unto the Son379    S. John v. 22,” but to this assertion they severally attach different meanings. By the same words the Churchman understands supreme authority, the other maintains subservience and subjection.

But to what has been already said, ought to be added some notice of that position which they make a kind of foundation of their impiety in their discussions concerning the Incarnation, the position, namely, that not the whole man has been saved by Him, but only the half of man, I mean the body. Their object in such a malignant perversion of the true doctrine, is to show that the less exalted statements, which our Lord utters in His humanity, are to be thought to have issued from the Godhead Itself, that so they may show their blasphemy to have a stronger case, if it is upheld by the actual acknowledgment of the Lord. For this reason it is that Eunomius says, “He who in the last days became man did not take upon Himself the man made up of soul and body.” But, after searching through all the inspired and sacred Scripture, I do not find any such statement as this, that the Creator of all things, at the time of His ministration here on earth for man, took upon Himself flesh only without a soul. Under stress of necessity, then, looking to the object contemplated by the plan of salvation, to the doctrines of the Fathers, and to the inspired Scriptures, I will endeavour to confute the impious falsehood which is being fabricated with regard to this matter. The Lord came “to seek and to save that which was lost380    Cf. S. Luke xix. 10.” Now it was not the body merely, but the whole man, compacted of soul and body, that was lost: indeed, if we are to speak more exactly, the soul was lost sooner than the body. For disobedience is a sin, not of the body, but of the will: and the will properly belongs to the soul, from which the whole disaster of our nature had its beginning, as the threat of God, that admits of no falsehood, testifies in the declaration that, in the day that they should eat of the forbidden fruit, death without respite would attach to the act. Now since the condemnation of man was twofold, death correspondingly effects in each part of our nature the deprivation of the twofold life that operates in him who is thus mortally stricken. For the death of the body consists in the extinction of the means of sensible perception, and in the dissolution of the body into its kindred elements: but “the soul that sinneth,” he saith, “it shall die381    Ezek. xviii. 20..” Now sin is nothing else than alienation from God, Who is the true and only life. Accordingly the first man lived many hundred years after his disobedience, and yet God lied not when He said, “In the day that ye eat thereof ye shall surely die382    Cf. Gen. ii. 17.” For by the fact of his alienation from the true life, the sentence of death was ratified against him that self-same day: and after this, at a much later time, there followed also the bodily death of Adam. He therefore Who came for this cause that He might seek and save that which was lost, (that which the shepherd in the parable calls the sheep,) both finds that which is lost, and carries home on His shoulders the whole sheep, not its skin only, that He may make the man of God complete, united to the deity in body and in soul. And thus He Who was in all points tempted like as we are, yet without sin, left no part of our nature which He did not take upon Himself. Now the soul is not sin though it is capable of admitting sin into it as the result of being ill-advised: and this He sanctifies by union with Himself for this end, that so the lump may be holy along with the first-fruits. Wherefore also the Angel, when informing Joseph of the destruction of the enemies of the Lord, said, “They are dead which sought the young Child’s life383    S. Matt. ii. 20. The word ψυχήν may be rendered by either “life” or “soul.”,” (or “soul”): and the Lord says to the Jews, “Ye seek to kill Me, a man that hath told you the truth384    S. John viii. 40. This is the only passage in which our Lord speaks of Himself by this term..” Now by “Man” is not meant the body of a man only, but that which is composed of both, soul and body. And again, He says to them, “Are ye angry at Me, because I have made a man every whit whole on the Sabbath day385    S. John vii. 20?” And what He meant by “every whit whole,” He showed in the other Gospels, when He said to the man who was let down on a couch in the midst, “Thy sins be forgiven thee,” which is a healing of the soul, and, “Arise and walk386    Cf. S. Luke v. 20, 23, and the parallel passages in S. Matt. ix. and S. Mark ii.,” which has regard to the body: and in the Gospel of S. John, by liberating the soul also from its own malady after He had given health to the body, where He saith, “Thou art made whole, sin no more387    S. John v. 14,” thou, that is, who hast been cured in both, I mean in soul and in body. For so too does S. Paul speak, “for to make in Himself of twain one new man388    Eph. ii. 15..” And so too He foretells that at the time of His Passion He would voluntarily detach His soul from His body, saying, “No man taketh” my soul “from Me, but I lay it down of Myself: I have power to lay it down, and I have power to take it again389    Cf. S. John x. 17, 18. Here again the word ψυχήν is rendered in the A.V. by “life.”.” Yea, the prophet David also, according to the interpretation of the great Peter, said with foresight of Him, “Thou wilt not leave My soul in hell, neither wilt Thou suffer Thine Holy One to see corruption390    Ps. xvi. 8. Acts ii. 27, 31.,” while the Apostle Peter thus expounds the saying, that “His soul was not left in hell, neither His flesh did see corruption.” For His Godhead, alike before taking flesh and in the flesh and after His Passion, is immutably the same, being at all times what It was by nature, and so continuing for ever. But in the suffering of His human nature the Godhead fulfilled the dispensation for our benefit by severing the soul for a season from the body, yet without being Itself separated from either of those elements to which it was once for all united, and by joining again the elements which had been thus parted, so as to give to all human nature a beginning and an example which it should follow of the resurrection from the dead, that all the corruptible may put on incorruption, and all the mortal may put on immortality, our first-fruits having been transformed to the Divine nature by its union with God, as Peter said, “This same Jesus Whom ye crucified, hath God made both Lord and Christ391    Acts ii. 36. A further exposition of Gregory’s views on this passage will be found in Book V.;” and we might cite many passages of Scripture to support such a position, showing how the Lord, reconciling the world to Himself by the Humanity of Christ, apportioned His work of benevolence to men between His soul and His body, willing through His soul and touching them through His body. But it would be superfluous to encumber our argument by entering into every detail.

Before passing on, however, to what follows, I will further mention the one text, “Destroy this temple, and in three days I will raise it up392    S. John ii. 19.” Just as we, through soul and body, become a temple of Him Who “dwelleth in us and walketh in us393    Cf. 2 Cor. vi. 16.,” even so the Lord terms their combination a “temple,” of which the “destruction” signifies the dissolution of the soul from the body. And if they allege the passage in the Gospel, “The Word was made flesh394    S. John i. 14,” in order to make out that the flesh was taken into the Godhead without the soul, on the ground that the soul is not expressly mentioned along with the flesh, let them learn that it is customary for Holy Scripture to imply the whole by the part. For He that said, “Unto Thee shall all flesh come395    Ps. lxv. 2.,” does not mean that the flesh will be presented before the Judge apart from the souls: and when we read in sacred History that Jacob went down into Egypt with seventy-five souls396    Acts vii. 14. Cf. Gen. xlvi. 27, and Deut. x. 22. we understand the flesh also to be intended together with the souls. So, then, the Word, when He became flesh, took with the flesh the whole of human nature; and hence it was possible that hunger and thirst, fear and dread, desire and sleep, tears and trouble of spirit, and all such things, were in Him. For the Godhead, in its proper nature, admits no such affections, nor is the flesh by itself involved in them, if the soul is not affected co-ordinately with the body.

Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν; ἀλλὰ παντὶ δῆλον τοῦτό ἐστιν, ὅτι διὰ Μωϋσέως νομοθετεῖ ὁ θεὸς τοῖς δεχομένοις τὸν νόμον. αὐτοῦ δὲ τοῦ Εὐνομίου τὸν μονογενῆ θεὸν εἶναι ὁμολογοῦντος τὸν Μωϋσεῖ χρηματίζοντα πῶς ὁ παρὼν αὐτοῦ λόγος εἰς τὴν τοῦ Μωϋσέως τάξιν τὸν τοῦ παντὸς δεσπότην ἀντικαθίστησιν, τὸ δὲ τοῦ αἰωνίου θεοῦ σημαινόμενον τῷ πατρὶ ἀνατίθησι μόνῳ, ὡς τῇ πρὸς τὸν αἰώνιον διαστολῇ μὴ αἰώνιον, ἀλλὰ πρόσφατον τὸν μονογενῆ θεὸν ἀποδείκνυσθαι, τὸν ποιητὴν τῶν αἰώνων; ἀλλὰ καὶ ἐπιλελῆσθαί μοι δοκεῖ ὁ φιλομαθής τε καὶ μνήμων, ὅτι πάντα ταῦτα περὶ ἑαυτοῦ ὁ Παῦλός φησι, διαγγέλλων ἐν τοῖς ἀνθρώποις τοῦ εὐαγγελίου τὸ κήρυγμα κατ' ἐπιταγὴν τοῦ θεοῦ. ἃ τοίνυν περὶ ἑαυτοῦ διεξέρχεται ὁ ἀπόστολος, ταῦτα ὁ Εὐνόμιος τῷ δεσπότῃ τῶν προφητῶν τε καὶ ἀποστόλων ἀνατιθεὶς οὐκ αἰσχύνεται, ἵνα ὁμότιμον καταστήσῃ τῷ Παύλῳ, τῷ ἰδίῳ δούλῳ, τὸν κύριον. καὶ τί με χρὴ τὰ καθ' ἕκαστον διελέγχοντα πλῆθος ἐπεισάγειν τῷ λόγῳ; ἐν οἷς ὁ μὲν ἁπλούστερον ἐντυγχάνων τοῖς παρ' αὐτοῦ γεγραμμένοις οἰήσεται τὰ συγκεχωρημένα παρὰ τῆς γραφῆς αὐτὸν λέγειν, ὁ δὲ ἐξεταστικῶς ἕκαστον ἀναπτύσσειν δυνάμενος ἀποδείξει μηδὲν τῆς αἱρετικῆς κακουργίας κεχωρισμένα. λέγει γὰρ καὶ ὁ ἐκκλησιαστικὸς καὶ ὁ αἱρετικός, ὅτι Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, νοεῖ δὲ οὐχ ὁμοίως τὸ εἰρημένον ἑκάτερος: διὰ γὰρ τῶν αὐτῶν ῥημάτων ὁ μὲν ἐκκλησιαστικὸς τὴν ἐπὶ πάντων ἐξουσίαν νοεῖ, οὗτος δὲ κατασκευάζει τὸ ὑποδεές τε καὶ ὑποχείριον.
Ἀλλ' ἐκεῖνο χρὴ προσθεῖναι τοῖς εἰρημένοις, ὅπερ κρηπῖδά τινα ποιοῦνται τῆς ἀσεβείας ἐν τῷ περὶ τῆς οἰκονομίας λόγῳ, οὐχ ὅλον ἄνθρωπον παρ' αὐτοῦ σεσῶσθαι διοριζόμενοι, ἀλλὰ τὸ τοῦ ἀνθρώπου ἡμίτομον, τὸ σῶμα λέγω. ὁ δὲ σκοπός ἐστιν αὐτοῖς τῆς τοιαύτης περὶ τὸ δόγμα κακουργίας τὸ δεῖξαι τὰς ταπεινοτέρας φωνάς, ἃς ἐκ τοῦ ἀνθρωπίνου ποιεῖται ὁ κύριος, παρ' αὐτῆς τῆς θεότητος γεγενῆσθαι δοκεῖν, ἵνα διὰ τούτων ἰσχυροτέραν ἀποδείξωσι τὴν βλασφημίαν, δι' αὐτῆς τῆς τοῦ κυρίου ὁμολογίας κρατυνομένην. τούτου χάριν φησὶ « τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν γενόμενον ἄνθρωπον, οὐκ ἀναλαβόντα τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ». ἐγὼ δὲ πᾶσαν διερευνησάμενος τὴν θεόπνευστόν τε καὶ ἁγίαν γραφὴν οὐχ ὁρῶ ταύτην τὴν φωνὴν ἐγγεγραμμένην, ὅτι μόνην τὴν σάρκα δίχα τῆς ψυχῆς ἐν τῷ καιρῷ τῆς κατὰ ἄνθρωπον οἰκονομίας ὁ τὰ πάντα ποιήσας εἰς ἑαυτὸν ἀνεδέξατο. ἀναγκαίως οὖν πρός τε τὸν σκοπὸν τῆς σωτηρίας ἡμῶν βλέπων καὶ πρὸς τὰ δόγματα τῶν πατέρων καὶ πρὸς τὰς θεοπνεύστους φωνὰς τὴν ἐν τῷ μέρει τούτῳ κατασκευαζομένην ἀσέβειαν διελέγξαι πειράσομαι. ἦλθεν ὁ κύριος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἀπώλετο δὲ οὐ σῶμα, ἀλλ' ὅλος ὁ ἄνθρωπος ἀπὸ ψυχῆς « καὶ σώματος » συγκεκραμένος, καὶ εἰ χρὴ τὸν ἀληθέστερον εἰπεῖν λόγον, τοῦ σώματος ἡ ψυχὴ προαπώλετο. ἡ γὰρ παρακοὴ προαιρέσεως, οὐ σώματος ἁμαρτία ἐστίν, ἴδιον δὲ ψυχῆς ἡ προαίρεσις, ἀφ' ἧς πᾶσα ἡ τῆς φύσεως συμφορὰ τὴν ἀρχὴν ἔσχεν, ὡς μαρτυρεῖ τοῖς λόγοις ἡ ἀψευδὴς τοῦ θεοῦ ἀπειλή, ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ τῶν ἀπηγορευμένων ἅψωνται, ἀνυπερθέτως συναφθήσεται τῇ βρώσει ὁ θάνατος. διπλοῦ δὲ ὄντος τοῦ ἀνθρωπίνου συγκρίματος, καταλλήλως καθ' ἑκάτερον ἐνεργεῖται ὁ θάνατος, τῆς διπλῆς ζωῆς ἐνεργούσης τῷ νεκρουμένῳ τὴν στέρησιν. σώματος μὲν γάρ ἐστι θάνατος ἡ τῶν αἰσθητηρίων σβέσις καὶ ἡ πρὸς τὰ συγγενῆ τῶν στοιχείων διάλυσις: Ψυχὴ δέ, φησίν, ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται. ἁμαρτία δέ ἐστιν ἡ τοῦ θεοῦ ἀλλοτρίωσις, ὅς ἐστιν ἡ ἀληθινή τε καὶ μόνη ζωή. οὐκοῦν πολλὰς ἐτῶν ἑκατοντάδας ἐπεβίω μετὰ τὴν παρακοὴν ὁ πρωτόπλαστος, ἀλλ' ὁ θεὸς οὐκ ἐψεύσατο εἰπὼν Ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. διὰ γὰρ τοῦ ἀλλοτριωθῆναι αὐτὸν τῆς ὄντως ζωῆς αὐθημερὸν ἐκυρώθη κατ' αὐτοῦ ἡ τοῦ θανάτου ἀπόφασις. μετὰ ταῦτα δὲ χρόνοις ὕστερον καὶ ὁ σωματικὸς τῷ Ἀδὰμ ἐπηκολούθησε θάνατος. ὁ τοίνυν διὰ τοῦτο ἐλθών, ἵνα ζητήσῃ καὶ σώσῃ τὸ ἀπολωλός, ὅπερ ἐν τῇ παραβολῇ ὁ ποιμὴν πρόβατον ὀνομάζει, καὶ εὑρίσκει τὸ ἀπολωλὸς καὶ ἀναλαμβάνει ἐπὶ τῶν ἰδίων ὤμων ὅλον τὸ πρόβατον, οὐ μόνην τὴν τοῦ προβάτου δοράν, ἵνα ἄρτιον ποιήσῃ τὸν τοῦ θεοῦ ἄνθρωπον, διὰ ψυχῆς τε καὶ σώματος ἀνακραθέντα πρὸς τὴν θεότητα. καὶ οὕτως οὐδὲν ἀφῆκε τῆς φύσεως ἡμῶν, ὃ οὐκ ἀνέλαβεν ὁ κατὰ πάντα πεπειραμένος καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. ἡ δὲ ψυχὴ ἁμαρτία οὐκ ἔστιν, ἀλλὰ δεκτικὴ ἁμαρτίας ἐξ ἀβουλίας ἐγένετο: ἣν διὰ τοῦτο ἁγιάζει διὰ τῆς πρὸς ἑαυτὸν ἀνακράσεως, ἵνα τῇ ἀπαρχῇ ὅλον συναγιάσῃ τὸ φύραμα. οὗ χάριν καὶ ὁ ἄγγελος μηνύων τῷ Ἰωσὴφ τὴν τῶν ἐχθρῶν τοῦ κυρίου ἀπώλειάν φησιν ὅτι Τεθνήκασιν οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου: καὶ ὁ κύριος πρὸς τοὺς Ἰουδαίους λέγει ὅτι Ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα. ἄνθρωπος δὲ τὸ τοῦ ἀνθρώπου σῶμα οὐ λέγεται, ἀλλὰ τὸ ἐξ ἀμφοτέρων συγκείμενον. καὶ πάλιν φησὶ πρὸς αὐτοὺς ὅτι Ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; ἐφανέρωσε δὲ τὸ τοῦ ὅλου νόημα ἐν μὲν τοῖς ἄλλοις εὐαγγελίοις, πρὸς τὸν διὰ τῆς κλίνης ἐν τῷ μέσῳ κεχαλασμένον εἰπὼν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ὅπερ ψυχῆς ἐστιν ἴασις, καὶ ὅτι Ἔγειραι καὶ περιπάτει, ὅπερ εἰς τὴν σάρκα βλέπει: ἐν δὲ τῷ κατὰ Ἰωάννην μετὰ τὸ δοῦναι τὴν ὑγίειαν τῷ σώματι καὶ τὴν ψυχὴν ἐλευθερώσας τῆς ἰδίας νόσου, ἐν οἷς φησιν ὅτι Ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε: ἐντεῦθεν *** ὁ δι' ἀμφοτέρων τεθεραπευμένος, ἐν ψυχῇ τε λέγω καὶ σώματι. οὕτω γάρ φησι καὶ Παῦλος: Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον: καὶ οὕτως ἐν τῷ καιρῷ τοῦ πάθους προλέγει τὸ ἑκουσίως ἀποστῆναι τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τοῦ ἰδίου σώματος λέγων Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ: ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ἀλλὰ καὶ ὁ προφήτης Δαβὶδ κατὰ τὴν ἑρμηνείαν τοῦ μεγάλου Πέτρου εἰς αὐτὸν προορώμενος εἶπεν Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, οὕτω τοῦ ἀποστόλου Πέτρου τὸ ῥητὸν ἑρμηνεύσαντος, ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς τὸν ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. ἡ γὰρ θεότης καὶ πρὸ τῆς σαρκὸς καὶ ἐν τῇ σαρκὶ καὶ μετὰ τὸ πάθος ἀεὶ ὡσαύτως ἔχει, ὃ ἦν τῇ φύσει πάντοτε οὖσα καὶ εἰς ἀεὶ διαμένουσα, ἐν δὲ τῷ πάθει τῆς ἀνθρωπίνης φύσεως τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐπλήρωσε, διαζεύξασα πρὸς καιρὸν τὴν ψυχὴν ἐκ τοῦ σώματος, χωρισθεῖσα δὲ οὐδὲ τοῦ ἑτέρου, ᾧ ἅπαξ συνανεκράθη, καὶ πάλιν τὰ διεστῶτα συνάψασα, ὥστε ἀκολουθίαν καὶ ἀρχὴν δοῦναι πάσῃ τῇ ἀνθρωπίνῃ φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα τὸ φθαρτὸν ἅπαν ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τὴν ἀθανασίαν, τῆς ἀπαρχῆς ἡμῶν διὰ τῆς πρὸς τὸν θεὸν ἀνακράσεως εἰς θείαν φύσιν μεταποιηθείσης: καθὼς εἶπεν ὁ Πέτρος ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε: καὶ πολλὰ τοῦ τοιούτου δόγματος ἐκ τῶν ἁγίων εὐαγγελίων ἔστιν εἰς συμμαχίαν λαβεῖν, πῶς ὁ κύριος τῷ κατὰ Χριστὸν ἀνθρωπίνῳ τὸν κόσμον ἑαυτῷ καταλλάσσων ἐπεμέρισε τῇ ψυχῇ τε καὶ τῷ σώματι τὴν παρ' αὐτοῦ γινομένην τοῖς ἀνθρώποις εὐεργεσίαν, θέλων μὲν διὰ τῆς ψυχῆς, ἐφαπτόμενος δὲ διὰ τοῦ σώματος. ἀλλὰ περιττὸν ἂν εἴη πάντα διεξιόντα ὄχλον ἐπεισάγειν τῷ λόγῳ.
Ἐκεῖνο δὲ τοῖς εἰρημένοις ἔτι προσθεὶς πρὸς τὰ ἐφεξῆς μεταβήσομαι: Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. ὥσπερ ἡμεῖς διὰ ψυχῆς καὶ σώματος ναὸς γινόμεθα τοῦ ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος, οὕτως καὶ ὁ κύριος ναὸν ὀνομάζει τὸ συναμφότερον, οὗ ἡ λύσις τὴν τῆς ψυχῆς ἐκ τοῦ σώματος σημαίνει διάλυσιν. εἰ δὲ προφέρουσι τὴν τοῦ εὐαγγελίου φωνὴν ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, ὡς διὰ τοῦ μὴ συμμνημονευθῆναι καὶ τὴν ψυχὴν κατασκευάζεσθαι τὸ ἄψυχον ἀνειλῆφθαι τὴν σάρκα, μαθέτωσαν ὅτι σύνηθές ἐστι τῇ ἁγίᾳ γραφῇ τῷ μέρει συμπεριλαμβάνειν τὸ ὅλον. ὁ γὰρ εἰπὼν ὅτι Πρὸς σὲ πᾶσα σὰρξ ἥξει, οὐ κεχωρισμένην τῶν ψυχῶν τὴν σάρκα λέγει τῷ κριτῇ παραστήσεσθαι: καὶ τὸν Ἰακὼβ ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ἐπὶ τὴν Αἴγυπτον καταβάντα παρὰ τῆς ἱστορίας ἀκούσαντες καὶ τὴν σάρκα μετὰ τῶν ψυχῶν ἐνοήσαμεν. οὕτως οὖν καὶ ὁ λόγος σὰρξ γενόμενος ὅλην μετὰ τῆς σαρκὸς τὴν ἀνθρωπίνην συνανέλαβε φύσιν, ὅθεν καὶ τὸ πεινῆν καὶ τὸ διψῆν καὶ τὸ δειλιᾶν καὶ τὸ φοβεῖσθαι καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ καθεύδειν καὶ τὸ ταράττεσθαι καὶ τὸ δακρύειν καὶ πάντα τὰ τοιαῦτα γίνεσθαι ἐν αὐτῷ χώραν ἔσχεν. οὔτε γὰρ ἡ θεότης κατὰ τὴν ἰδίαν φύσιν τι τοιοῦτον ἀναδέχεται πάθος, οὔτε καθ' ἑαυτὴν ἡ σὰρξ ἐν ἐκείνοις γίνεται, μὴ ψυχῆς συνδιατιθεμένης τῷ σώματι.