[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§4. He thus shows the oneness of the Eternal Son with the Father the identity of essence and the community of nature (wherein is a natural inquiry into the production of wine), and that the terms “Son” and “product” in the naming of the Only-Begotten include a like idea of relationship.

What has been said, therefore, has clearly exposed the slackness which is to be found in the knavery of our author, who, while he goes about to establish the opposition of the essence of the Only-begotten to that of the Father, by the method of calling the one “ungenerate,” and the other “generate,” stands convicted of playing the fool with his inconsistent arguments. For it was shown from his own words, first, that the name of “essence” means one thing, and that of “generation” another; and next, that there did not come into existence, with the Son, any new and different essence besides the essence of the Father, but that what the Father is as regards the definition of His nature, that also He is Who is of the Father, as the nature does not change into diversity in the Person of the Son, according to the truth of the argument displayed by our consideration of Adam and Abel. For as, in that instance, he that was not generated after a like sort was yet, so far as concerns the definition of essence, the same with him that was generated, and Abel’s generation did not produce any change in the essence, so, in the case of these pure doctrines, the Only-begotten God did not, by His own generation, produce in Himself any change in the essence of Him Who is ungenerate (coming forth, as the Gospel says, from the Father, and being in the Father,) but is, according to the simple and homely language of the creed we profess, “Light of Light, very God of very God,” the one being all that the other is, save being that other. With regard, however, to the aim for the sake of which he carries on this system-making, I think there is no need for me at present to express any opinion, whether it is audacious and dangerous, or a thing allowable and free from danger, to transform the phrases which are employed to signify the Divine nature from one to another, and to call Him Who is generated by the name of “product of generation.”

I let these matters pass, that my discourse may not busy itself too much in the strife against lesser points, and neglect the greater; but I say that we ought carefully to consider the question whether the natural relation does introduce the use of these terms: for this surely Eunomius asserts, that with the affinity of the appellations there is also asserted an essential relationship. For he would not say, I presume, that the mere names themselves, apart from the sense of the things signified, have any mutual relation or affinity; but all discern the relationship or diversity of the appellations by the meanings which the words express. If, therefore, he confesses that “the Son” has a natural relation with “the Father,” let us leave the appellations, and consider the force that is found in their significations, whether in their affinity we discern diversity of essence, or that which is kindred and characteristic. To say that we find diversity is downright madness. For how does something without kinship or community “preserve order,” connected and conformable, in the names, where “the generated essence itself,” as he says, “and the appellation of ‘Son,’ make such a relation of words appropriate”? If, on the other hand, he should say that these appellations signify relationship, he will necessarily appear in the character of an advocate of the community of essence, and as maintaining the fact that by affinity of names is signified also the connection of subjects: and this he often does in his composition without being aware of it525    Oehler’s punctuation is here slightly altered.    S. John xi. 51. For, by the arguments wherewith he endeavours to destroy the truth, he is often himself unwittingly drawn into an advocacy of the very doctrines against which he is contending. Some such thing the history tells us concerning Saul, that once, when moved with wrath against the prophets, he was overcome by grace, and was found as one of the inspired, (the Spirit of prophecy willing, as I suppose, to instruct the apostate by means of himself,) whence the surprising nature of the event became a proverb in his after life, as the history records such an expression by way of wonder, “Is Saul also among the prophets526    1 Sam. xix. 24.?”

At what point, then, does Eunomius assent to the truth? When he says that the Lord Himself, “being the Son of the living God, not being ashamed of His birth from the Virgin, often named Himself, in His own sayings, ‘the Son of Man’”? For this phrase we also allege for proof of the community of essence, because the name of “Son” shows the community of nature to be equal in both cases. For as He is called the Son of Man by reason of the kindred of His flesh to her of whom He was born, so also He is conceived, surely, as the Son of God, by reason of the connection of His essence with that from which He has His existence, and this argument is the greatest weapon of the truth. For nothing so clearly points to Him Who is the “mediator between God and man527    1 Tim. ii. 5.” (as the great Apostle called Him), as the name of “Son,” equally applicable to either nature, Divine or Human. For the same Person is Son of God, and was made, in the Incarnation, Son of Man, that, by His communion with each, He might link together by Himself what were divided by nature. Now if, in becoming Son of Man, he were without participation in human nature, it would be logical to say that neither does He share in the Divine essence, though He is Son of God. But if the whole compound nature of man was in Him (for He was “in all points tempted like as we are, yet without sin”528    Heb. iv. 15.), it is surely necessary to believe that every property of the transcendent essence is also in Him, as the Word “Son” claims for Him both alike—the Human in the man, but in the God the Divine.

If then the appellations, as Eunomius says, indicate relationship, and the existence of relationship is observed in the things, not in the mere sound of the words (and by things I mean the things conceived in themselves, if it be not over-bold thus to speak of the Son and the Father), who would deny that the very champion of blasphemy has by his own action been dragged into the advocacy of orthodoxy, overthrowing by his own means his own arguments, and proclaiming community of essence in the case of the Divine doctrines? For the argument that he unwillingly casts into the scale on the side of truth does not speak falsely as regards this point,—that He would not have been called Son if the natural conception of the names did not verify this calling. For as a bench is not called the son of the workman, and no sane man would say that the builder engendered the house, and we do not say that the vineyard is the “product529    γέννημα.” of the vine-dresser, but call what a man makes his work, and him who is begotten of him the son of a man, (in order, I suppose, that the proper meaning might be attached by means of the names to the respective subjects,) so too, when we are taught that the Only-begotten is Son of God, we do not by this appellation understand a creature of God, but what the word “Son” in its signification really displays. And even though wine be named by Scripture the “product530    γέννημα. E.g. S. Matt. xxvi. 29.” of the vine, not even so will our argument with regard to the orthodox doctrine suffer by this identity of name. For we do not call wine the “product” of the oak, nor the acorn the “product” of the vine, but we use the word only if there is some natural community between the “product” and that from which it comes. For the moisture in the vine, which is drawn out from the root through the stem by the pith, is, in its natural power, water: but, as it passes in orderly sequence along the ways of nature, and flows from the lowest to the highest, it changes to the quality of wine, a change to which the rays of the sun contribute in some degree, which by their warmth draw out the moisture from the depth to the shoots, and by a proper and suitable process of ripening make the moisture wine: so that, so far as their nature is concerned, there is no difference between the moisture that exists in the vine and the wine that is produced from it. For the one form of moisture comes from the other, and one could not say that the cause of wine is anything else than the moisture which naturally exists in the shoots. But, so far as moisture is concerned, the differences of quality produce no alteration, but are found when some peculiarity discerns the moisture which is in the form of wine from that which is in the shoots, one of the two forms being accompanied by astringency, or sweetness, or sourness, so that in substance the two are the same, but are distinguished by qualitative differences. As, therefore, when we hear from Scripture that the Only-begotten God is Son of man, we learn by the kindred expressed in the name His kinship with true man, so even, if the Son be called, in the adversaries’ phrase, a “product,” we none the less learn, even by this name, His kinship in essence with Him that has “produced531    γεγεννηκότα: which, as answering to γέννημα, is here translated “produced” rather than “begotten.”” Him, by the fact that wine, which is called the “product” of the vine has been found not to be alien, as concerns the idea of moisture, from the natural power that resides in the vine. Indeed, if one were judiciously to examine the things that are said by our adversaries, they tend to our doctrine, and their sense cries out against their own fabrications, as they strive at all points to establish their “difference in essence.” Yet it is by no means an easy matter to conjecture whence they were led to such conceptions. For if the appellation of “Son” does not merely signify “being from something,” but by its signification presents to us specially, as Eunomius himself says, relationship in point of nature, and wine is not called the “product” of an oak, and those “products” or “generation of vipers532    γεννήματα ἐχιδνῶν. E.g. S. Matt. iii. 7.,” of which the Gospel somewhere speaks, are snakes and not sheep, it is clear, that in the case of the Only-begotten also, the appellation of “Son” or of “product” would not convey the meaning of relationship to something of another kind: but even if, according to our adversaries’ phrase, He is called a “product of generation,” and the name of “Son,” as they confess, has reference to nature, the Son is surely of the essence of Him Who has generated or “produced” Him, not of that of some other among the things which we contemplate as external to that nature. And if He is truly from Him, He is not alien from all that belongs to Him from Whom He is, as in the other cases too it was shown that all that has its existence from anything by way of generation is clearly of the same kind as that from whence it came.

Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τοῦ πατρὸς ἐναντίωσιν διὰ τοῦ τὴν μὲν ἀγέννητον τὴν δὲ γεννητὴν ὀνομάζειν ἀπηλέγχθη τοῖς ἀσυστάτοις ἐμματαιάζων. ἐδείχθη γὰρ διὰ τῶν παρ' αὐτοῦ λόγων πρῶτον μὲν ἕτερον εἶναι τὸ τῆς οὐσίας καὶ ἄλλο τὸ τῆς γεννήσεως ὄνομα, ἔπειτα δὲ ὅτι οὐκ οὐσία τις καινὴ καὶ παρηλλαγμένη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῷ υἱῷ ὑπέστη, ἀλλ' ὅπερ ἐστὶν ὁ πατὴρ ἐν τῷ λόγῳ τῆς φύσεως, τοῦτο καὶ ὁ ἐξ ἐκείνου ἐστίν, οὐ μεταβληθείσης εἰς ἑτερότητα ἐν τῇ τοῦ υἱοῦ ὑποστάσει τῆς φύσεως, κατὰ τὴν προδειχθεῖσαν ἡμῖν τοῦ λόγου ἀλήθειαν ἐπὶ τῆς τοῦ Ἄβελ καὶ τοῦ Ἀδὰμ θεωρίας. ὡς γὰρ ἐκεῖ ὁ αὐτὸς ἦν ἐν τῷ τῆς οὐσίας λόγῳ τῷ γεννηθέντι ὁ μὴ γεννηθεὶς ὁμοιοτρόπως καὶ ἡ γέννησις τοῦ Ἄβελ τὴν τῆς φύσεως παραλλαγὴν οὐκ ἐποίησεν, οὕτως καὶ ἐπὶ τῶν ἀκηράτων δογμάτων οὐδὲν ἐν ἑαυτῷ διὰ τῆς ἰδίας γεννήσεως τὴν τοῦ μὴ γεννηθέντος οὐσίαν ἠλλοίωσεν ὁ μονογενὴς θεός, ἐκ τοῦ πατρὸς ἐξελθὼν καὶ ἐν τῷ πατρὶ ὤν, καθὼς τὸ εὐαγγέλιον λέγει, ἀλλ' ἐστὶ κατὰ τὸν ἁπλοῦν τε καὶ ἰδιωτικὸν τῆς καθ' ἡμᾶς πίστεως λόγον φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, πάντα ὢν οὗτος ὅσα ἐστὶν ἐκεῖνος πλὴν τοῦ ἐκεῖνος εἶναι. τὸν δὲ σκοπὸν οὗ χάριν ταῦτα τεχνολογῶν διεξέρχεται οὐδὲν οἶμαι δεῖν ἐν τῷ παρόντι λέγειν, εἴτε τολμηρόν τε καὶ κινδυνῶδες εἴτε συγκεχωρημένον ἐστὶ καὶ ἀκίνδυνον τὸ παρασχηματίζειν ἔκ τινος εἴς τι τὰς σημαντικὰς ἐπὶ τῆς θείας φύσεως λέξεις καὶ « γέννημα » λέγειν τὸν γεννηθέντα.
Παρίημι ταῦτα, ὡς ἂν μὴ τῇ πρὸς τὰ μικρότερα μάχῃ πέρα τοῦ δέοντος ὁ λόγος ἡμῖν ἐνασχολούμενος ἀμελοίη τοῦ μείζονος: ἀλλ' ἐκεῖνό φημι δεῖν ἀκριβῶς κατανοῆσαι, εἰ ἡ κατὰ φύσιν σχέσις παρεισάγει τῶν ὀνομάτων τούτων τὴν χρῆσιν: τοῦτο γὰρ ἐκεῖνός φησι πάντως, ὅτι τῇ τῶν προσηγοριῶν οἰκειότητι καὶ τὸ κατ' οὐσίαν οἰκεῖον συμπαρεισάγεται: οὐ γὰρ ἂν ἐφ' ἑαυτῶν ψιλὰ τὰ ὀνόματα τῆς τῶν σημαινομένων ἐμφάσεως διεζευγμένα σχέσιν ἔχειν τινὰ πρὸς ἄλληλα καὶ οἰκειότητα φήσειε: ἀλλ' ἐν ταῖς σημασίαις ταῖς ὑπὸ τῶν λέξεων δηλουμέναις τὸ οἰκεῖόν τε καὶ ἀλλότριον τῶν προσηγοριῶν διακρίνομεν. οὐκοῦν εἰ φυσικὴν ἔχειν ὁμολογεῖ σχέσιν τὸν υἱὸν πρὸς τὸν πατέρα, καταλιπόντες τὰς προσηγορίας τὴν ἐν τοῖς σημαινομένοις κατανοήσωμεν δύναμιν, πότερον τὸ ἀλλότριον τῆς οὐσίας ἐν οἰκειότητι κατανοεῖται ἢ τὸ συγγενές τε καὶ ἴδιον. ἀλλὰ τὸ μὲν ἀλλότριον εἰπεῖν φανερᾶς μανίας ἐστίν. πῶς γάρ τις διὰ τῶν ξένων τε καὶ ἀκοινωνήτων συναφῆ τε καὶ οἰκεῖαν ἐν τοῖς ὀνόμασι διασώσει τάξιν, « τῆς γεννηθείσης αὐτῆς οὐσίας », καθώς φησι, « καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν »; εἰ δὲ τὸ οἰκεῖον διὰ τῶν προσηγοριῶν τούτων ἀποσημαίνεσθαι λέγοι, συνήγορος ἐξ ἀνάγκης τοῦ κοινοῦ τῆς οὐσίας ἀναφανήσεται διὰ τῆς τῶν ὀνομάτων οἰκειότητος, καὶ τὸ τῶν ὑποκειμένων συναφὲς κατασκευάζων σημαίνεσθαι καὶ τοῦτο πολλαχοῦ τῆς λογογραφίας ποιῶν οὐκ ἐπίσταται. δι' ὧν γὰρ ἐπιχειρεῖ καθαιρεῖν τὴν ἀλήθειαν, ἀκουσίως πολλάκις καθέλκεται πρὸς συνηγορίαν τῶν πολεμουμένων δογμάτων. οἷόν τι καὶ περὶ τοῦ Σαοὺλ ἐκ τῆς ἱστορίας ἠκούσαμεν, ὅτι θυμῷ ποτε κατὰ τῶν προφητευόντων κινούμενος ἡττήθη τῆς χάριτος καὶ τῶν θεοφορουμένων εἷς ἦν, τοῦ προφητικοῦ πνεύματος, ὡς οἶμαι, δι' ἑαυτοῦ τὸν ἀποστάτην παιδεῦσαι θελήσαντος: ὅθεν τὸ παράλογον τῆς συντυχίας παροιμία τῷ μετὰ ταῦτα γέγονε βίῳ, θαυμαστικῶς τῆς ἱστορίας τὸ τοιοῦτο διεξιούσης: Ἢ καὶ Σαοὺλ ἐν προφήταις;
Ἐν τίσιν οὖν ὁ Εὐνόμιος τῇ ἀληθείᾳ συνίσταται; ἐν οἷς φησιν ὅτι « αὐτὸς ὁ κύριος υἱὸς ὢν τοῦ θεοῦ τοῦ ζῶντος τὴν ἐκ τῆς παρθένου γέννησιν οὐκ ἐπαισχυνόμενος ἐν τοῖς ἑαυτοῦ λόγοις υἱὸν ἀνθρώπου πολλάκις ὠνόμασεν ἑαυτόν ». τοῦτον γὰρ καὶ ἡμεῖς τὸν λόγον εἰς ἀπόδειξιν τοῦ κοινοῦ τῆς οὐσίας προφέρομεν, ὅτι τοῦ υἱοῦ τὸ ὄνομα ἴσην κατ' ἀμφότερα τὴν τῆς φύσεως κοινωνίαν ἐνδείκνυται. ὡς γὰρ υἱὸς ἀνθρώπου λέγεται διὰ τὴν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐγεννήθη συγγένειαν, οὕτω καὶ τοῦ θεοῦ πάντως υἱὸς νοεῖται διὰ τὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν ἐξ ἧς ὑπέστη συνάφειαν. καὶ τὸ μέγιστον τῆς ἀληθείας ὅπλον οὗτος ὁ λόγος ἐστίν. τὸν γὰρ μεσίτην θεοῦ καὶ ἀνθρώπων, καθὼς ὠνόμασεν ὁ μέγας ἀπόστολος, οὐδὲν οὕτως ὡς τὸ τοῦ υἱοῦ δείκνυσιν ὄνομα, ἑκατέρᾳ φύσει, τῇ θείᾳ τε καὶ ἀνθρωπίνῃ, κατὰ τὸ ἴσον ἐφαρμοζόμενον. ὁ γὰρ αὐτὸς καὶ θεοῦ υἱός ἐστι καὶ υἱὸς ἀνθρώπου κατ' οἰκονομίαν ἐγένετο, ἵνα τῇ πρὸς ἑκάτερον κοινωνίᾳ δι' ἑαυτοῦ συνάψῃ τὰ διεστῶτα τῇ φύσει. εἰ μὲν οὖν ἀνθρώπου γενόμενος υἱὸς ἀμέτοχος ἦν τῆς ἀνθρωπίνης φύσεως, ἀκόλουθον ἂν ἦν θεοῦ υἱὸν ὄντα αὐτὸν μηδὲ κοινωνεῖν τῆς θείας οὐσίας λέγειν. εἰ δὲ πᾶν τὸ ἀνθρώπινον σύγκριμα ἐν αὐτῷ ἦν (Ἐπειράθη γὰρ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας), ἀνάγκη πᾶσα καὶ πᾶν τῆς ὑπερεχούσης οὐσίας ἰδίωμα ἐν αὐτῷ πιστεύειν εἶναι, τῆς τοῦ υἱοῦ φωνῆς ὁμοίως αὐτῷ μαρτυρούσης ἑκάτερον, ἐν τῷ ἀνθρώπῳ μὲν τὸ ἀνθρώπινον, ἐν δὲ τῷ θεῷ τὸ θεῖον.
Εἰ οὖν αἱ προσηγορίαι, καθώς φησιν ὁ Εὐνόμιος, τὸ οἰκεῖον ἐνδείκνυνται, ἡ δὲ οἰκειότης ἐν τοῖς πράγμασιν, οὐκ ἐν ψιλαῖς θεωρεῖται ταῖς τῶν ὀνομάτων φωναῖς (πράγματα δέ φημι « τὰ » καθ' ἑαυτὰ νοούμενα, εἰ μὴ τολμηρὸν οὕτως εἰπεῖν τὸν υἱόν τε καὶ τὸν πατέρα), τίς ἂν ἀντείποι μὴ οὐχὶ καὶ αὐτὸν τὸν τῆς βλασφημίας προστάτην αὐτομάτως πρὸς τὴν συνηγορίαν τῆς εὐσεβείας καθελκυσθῆναι, δι' ἑαυτοῦ τοὺς οἰκείους ἀνατρέποντα λόγους καὶ τὸ τῆς οὐσίας κοινὸν ἐπὶ τῶν θείων δογμάτων ἀνακηρύσσοντα; οὐ γὰρ ψεύδεται περὶ τούτων ἀκουσίως παρ' αὐτοῦ προσριφεὶς ὑπὲρ τῆς ἀληθείας ὁ λόγος, ὅτι οὐκ ἂν ἐκλήθη υἱός, μὴ τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας ἐπαληθευούσης τὴν κλῆσιν. ὡς γὰρ οὐ λέγεται βάθρον υἱὸς τοῦ τεχνίτου οὐδ' ἄν τις εἴποι τῶν σωφρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο οὐδὲ γέννημα τοῦ ἀμπελουργοῦ τὸν ἀμπελῶνα κατονομάζομεν, ἀλλ' ἔργον μὲν ἀνθρώπου τὸ κατασκεύασμα, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ αὐτοῦ γεννώμενον, ὡς ἄν, οἶμαι, τὸ πρόσφορον διὰ τῶν ὀνομάτων ἐν τοῖς ὑποκειμένοις σημαίνοιτο, οὕτως καὶ υἱὸν θεοῦ τὸν μονογενῆ διδαχθέντες οὐ « κτίσμα » θεοῦ διὰ τῆς προσηγορίας ἐνοήσαμεν ταύτης, ἀλλ' ὅπερ ἀληθῶς ἡ τοῦ υἱοῦ φωνὴ τῷ σημαινομένῳ ἐνδείκνυται. εἰ δὲ καὶ ἀμπέλου γέννημα ὁ οἶνος ὑπὸ τῆς γραφῆς ὀνομάζεται, οὐδὲ οὕτως ἐκ τῆς ὁμωνυμίας ταύτης ἐπὶ τῶν τῆς εὐσεβείας δογμάτων ὁ λόγος παραβλαβήσεται. οὐ γὰρ δρυὸς γέννημα τὸν οἶνόν φαμεν οὐδὲ ἀμπέλου τὴν βάλανον, ἀλλ' εἴ τίς ἐστι κοινωνία κατὰ τὴν φύσιν τοῦ γεννήματος πρὸς τὸ ὅθεν ἐστίν. ἡ γὰρ ἐν τῇ ἀμπέλῳ νοτὶς διὰ τοῦ πυθμένος τῆς ῥίζης ὑπὸ τῆς ἐντεριώνης ἐξελκομένη τῇ δυνάμει μὲν ὕδωρ ἐστίν, ἀκολουθίᾳ δέ τινι διὰ τῶν ὁδῶν τῆς φύσεως πορευομένη καὶ ἐκ τῶν κατωτέρων πρὸς τὸ ὑπερκείμενον μεταρρέουσα πρὸς οἴνου μεταβάλλει ποιότητα, συνεργούσης τι καὶ τῆς ἡλιακῆς ἀκτῖνος, ἣ διὰ τῆς θερμότητος τὸ ὑγρὸν ἐκ τοῦ βάθους ἐπὶ τὴν βλάστην ἐξέλκουσα διὰ τῆς οἰκείας καὶ καταλλήλου πέψεως οἶνον τὴν ἰκμάδα ποιεῖ: ὥστε κατὰ φύσιν μὲν μηδεμίαν ἀλλοτριότητα τὴν ἐγκειμένην τῇ ἀμπέλῳ νοτίδα πρὸς τὸν οἶνον τὸν ἐξ αὐτῆς ἀπογεννώμενον ἔχειν. ἐξ ἐκείνου γὰρ τοῦ ὑγροῦ τὸ ὑγρὸν τοῦτο, καὶ οὐκ ἄν τις ἑτέραν τῆς τοῦ οἴνου ὑγρότητος αἰτίαν εἴποι, εἰ μὴ τὴν φυσικῶς ἐγκειμένην ταῖς κληματίσι νοτίδα. αἱ δὲ τῶν ποιοτήτων διαφοραὶ οὔ τινα κατὰ τὸ ὑγρὸν παραλλαγὴν ἐμποιοῦσιν, ἀλλά τινος ἰδιότητος τὸ ἐν τῷ οἴνῳ ὑγρὸν ἀπὸ τῆς ἐν τῷ κλήματι διακρινούσης † στύψεως ἢ γλυκύτητος ἢ ὑγρότητος † θατέρῳ τούτων παρομαρτούσης, ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν εἶναι, ταῖς δὲ τῶν ποιοτήτων διαφοραῖς ἐξαλλάσσειν.
Οὐκοῦν ὥσπερ υἱὸν ἀνθρώπου τὸν μονογενῆ θεὸν παρὰ τῆς γραφῆς ἀκηκοότες διὰ τῆς τοῦ ὀνόματος σχέσεως τὴν πρὸς τὸν ἀληθινὸν ἄνθρωπον οἰκειότητα μεμαθήκαμεν, οὕτω κἂν « γέννημα » κατὰ τὸν λόγον τῶν ὑπεναντίων ὁ υἱὸς λέγηται, οὐδὲν ἧττον καὶ διὰ τούτου τὸ κατ' οὐσίαν οἰκεῖον αὐτοῦ πρὸς τὸν γεγεννηκότα μανθάνομεν, διὰ τὸ καὶ τὸν οἶνον γέννημα τῆς ἀμπέλου λεγόμενον μὴ ἀλλότριον εὑρεθῆναι κατὰ τὸν τῆς ὑγρότητος λόγον τῆς φυσικῶς ἐγκειμένης τῇ ἀμπέλῳ δυνάμεως. ἀλλὰ τὰ μὲν λεγόμενα παρὰ τῶν ὑπεναντίων εἴ τις ὑγιῶς ἐξετάζοι, πρὸς τὸ ἡμέτερον δόγμα βλέπει, ἡ δὲ διάνοια ταῖς ἰδίαις αὐτῶν κατασκευαῖς ἀντιφθέγγεται, πανταχοῦ τὸ κατὰ τὴν οὐσίαν ἀλλότριον κατασκευάζειν φιλονεικούντων. καίτοι γε παντάπασιν ἄπορόν ἐστι καταστοχάσασθαι, ὅθεν πρὸς τὰς τοιαύτας ὑπολήψεις ὑπήχθησαν. εἰ γὰρ ἡ τοῦ υἱοῦ προσηγορία οὐχ ἁπλῶς τὸ ἔκ τινος εἶναι σημαίνει, ἀλλ' ἰδίως τὴν κατὰ φύσιν οἰκείωσιν διὰ τοῦ σημαινομένου παρίστησιν, ὡς αὐτός φησιν ὁ Εὐνόμιος, καὶ γέννημα δρυὸς οἶνος οὐ λέγεται, καὶ γεννήματα τῶν ἐχιδνῶν, καθώς φησί που τὸ εὐαγγέλιον, ὄφεις εἰσὶ καὶ οὐ πρόβατα, δῆλον ὅτι καὶ ἐπὶ τοῦ μονογενοῦς ἥ τε τοῦ υἱοῦ καὶ τοῦ γεννήματος προσηγορία οὐκ ἂν πρὸς τὸ ἑτερογενὲς ἔχοι τὴν οἰκειότητα. ἀλλ' εἴπερ κατὰ τὸν λόγον τῶν ὑπεναντίων καὶ « γέννημα » λέγεται καὶ κατὰ τὴν φύσιν, ὡς ὁμολογοῦσιν, ἐστὶν ἡ τοῦ υἱοῦ κλῆσις, τῆς οὐσίας ἐστὶ πάντως τοῦ γεγεννηκότος υἱός, οὐκ ἄλλου τινὸς τῶν ἔξω θεωρουμένων τῆς φύσεως. εἰ δὲ ἐκεῖθεν ἀληθῶς ἐστιν, οὐκ ἀπεξένωται πάντως τοῦ ὅθεν ἐστίν, ὡς καὶ ἐν τοῖς ἄλλοις ἐδείχθη, ὅτι πᾶν τὸ γεννητῶς ἔκ τινος ὑποστὰν ὁμογενές ἐστι πάντως τῷ ἐξ οὗ γέγονεν.