[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§6. Thereafter he expounds the appellation of “Son,” and of “product of generation,” and very many varieties of “sons,” of God, of men, of rams, of perdition, of light, and of day.

But our discourse has diverged too far from the subject before us, in following out the questions which arise from time to time by way of inference. Let us therefore once more resume its sequence, as I imagine that the phrase under examination has been sufficiently shown, by what we have said, to be contradictory not only to the truth, but also to itself. For if, according to their view, the natural relation to the Father is established by the appellation of “the Son,” and so with that of the “product of generation” to Him Who has begotten Him (as these men’s wisdom falsely models the terms significant of the Divine nature into a verbal arrangement, according to some grammatical frivolity), no one could longer doubt that the mutual relation of the names which is established by nature is a proof of their kindred, or rather of their identity of essence. But let not our discourse merely turn about our adversaries’ words, that the orthodox doctrine may not seem to gain the victory only by the weakness of those who fight against it, but appear to have an abundant supply of strength in itself. Let the adverse argument, therefore, be strengthened as much as may be by us ourselves with more energetic advocacy, that the superiority of our force may be recognized with full confidence, as we bring to the unerring test of truth those arguments also which our adversaries have omitted. He who contends on behalf of our adversaries will perhaps say that the name of “Son,” or “product of generation,” does not by any means establish the fact of kindred in nature. For in Scripture the term “child of wrath539    Cf. Eph. ii. 3” is used, and “son of perdition540    S. John xvii. 12.,” and “product of a viper541    Cf. S. Matt. iii. 7;” and in such names surely no community of nature is apparent. For Judas, who is called “the son of perdition,” is not in his substance the same with perdition, according to what we understand by the word542    Reading κατὰ τὸ νοούμενον, for κατὰ τὸν νοούμενον as the words stand in the text of Oehler, who cites no mss. in favour of the change which he has made.. For the signification of the “man” in Judas is one thing, and that of “perdition” is another. And the argument may be established equally from an opposite instance. For those who are called in a certain sense “children of light,” and “children of the day543    Cf. 1 Thess. v. 5.,” are not the same with light and day in respect of the definition of their nature, and the stones are made Abraham’s children544    Cf. S. Matt. iii. 9 when they claim their kindred with him by faith and works; and those who are “led by the Spirit of God,” as the Apostle says, are called “Sons of God545    Rom. viii. 14.,” without being the same with God in respect of nature; and one may collect many such instances from the inspired Scripture, by means of which deceit, like some image decked with the testimonies of Scripture, masquerades in the likeness of truth.

Well, what do we say to this? The divine Scripture knows how to use the word “Son” in both senses, so that in some cases such an appellation is derived from nature, in others it is adventitious and artificial. For when it speaks of “sons of men,” or “sons of rams546    Ps. xxix. 1 (LXX.).,” it marks the essential relation of that which is begotten to that from which it has its being: but when it speaks of “sons of power,” or “children of God,” it presents to us that kinship which is the result of choice. And, moreover, in the opposite sense, too, the same persons are called “sons of Eli,” and “sons of Belial547    1 Sam. ii. 12. The phrase is υἱοὶ λοιμοί, or “pestilent sons,” as in the LXX. Gregory’s argument would seem to require the reading υἱοὶ λοιμοῦ.,” the appellation of “sons” being easily adapted to either idea. For when they are called “sons of Eli,” they are declared to have natural relationship to him, but in being called “sons of Belial,” they are reproved for the wickedness of their choice, as no longer emulating their father in their life, but addicting their own purpose to sin. In the case, then, of this lower nature of ours, and of the things with which we are concerned, by reason of human nature being equally inclined to either side (I mean, to vice and to virtue), it is in our power to become sons either of night or of day, while our nature yet remains, so far as the chief part of it is concerned, within its proper limits. For neither is he who by sin becomes a child of wrath alienated from his human generation, nor does he who by choice addicts himself to good reject his human origin by the refinement of his habits, but, while their nature in each case remains the same, the differences of their purpose assume the names of their relationship, according as they become either children of God by virtue, or of the opposite by vice.

But how does Eunomius, in the case of the divine doctrines at least—he who “preserves the natural order” (for I will use our author’s very words), “and abides by those things which are known to us from the beginning, and does not refuse to call Him that is begotten by the name of ‘product of generation,’ since the generated essence itself” (as he says) “and the appellation of ‘Son’ makes such a relation of words appropriate”,—how does he alienate the Begotten from essential kindred with Him that begat Him? For in the case of those who are called “sons” or “products” by way of reproach, or again where some praise accompanies such names, we cannot say that any one is called “a child of wrath,” being at the same time actually begotten by wrath; nor again had any one the day for his mother, in a corporeal sense, that he should be called its son; but it is the difference of their will which gives occasion for names of such relationship. Here, however, Eunomius says, “we do not refuse to call the Son, seeing He is begotten, by the name of ‘product of generation,’ since the generated essence,” he tells us, “and the appellation of ‘Son,’ makes such a relation of words appropriate.” If, then, he confesses that such a relation of words is made appropriate by the fact that the Son is really a “product of generation,” how is it opportune to assign such a rationale of names, alike to those which are used inexactly by way of metaphor, and to those where the natural relation, as Eunomius tells us, makes such a use of names appropriate? Surely such an account is true only in the case of those whose nature is a border-land between virtue and vice, where one often shares in turn opposite classes of names, becoming a child, now of light, then again of darkness, by reason of affinity to the good or to its opposite. But where contraries have no place, one could no longer say that the word “Son” is applied metaphorically, in like manner as in the case of those who by choice appropriate the title to themselves. For one could not arrive at this view, that, as a man casting off the works of darkness becomes, by his decent life, a child of light, so too the Only-begotten God received the more honourable name as the result of a change from the inferior state. For one who is a man becomes a son of God by being joined to Christ by spiritual generation: but He Who by Himself makes the man to be a son of God does not need another Son to bestow on Him the adoption of a son, but has the name also of that which He is by nature. A man himself changes himself, exchanging the old man for the new; but to what shall God be changed, so that He may receive what He has not? A man puts off himself, and puts on the Divine nature; but what does He put off, or in what does He array Himself, Who is always the same? A man becomes a son of God, receiving what he has not, and laying aside what he has; but He Who has never been in the state of vice has neither anything to receive nor anything to relinquish. Again, the man may be on the one hand truly called some one’s son, when one speaks with reference to his nature; and, on the other hand, he may be so called inexactly, when the choice of his life imposes the name. But God, being One Good, in a single and uncompounded nature, looks ever the same way, and is never changed by the impulse of choice, but always wishes what He is, and is, assuredly, what He wishes: so that He is in both respects properly and truly called Son of God, since His nature contains the good, and His choice also is never severed from that which is more excellent, so that this word is employed, without inexactness, as His name. Thus there is no room for these arguments (which, in the person of our adversaries, we have been opposing to ourselves), to be brought forward by our adversaries as a demurrer to the affinity in respect of nature.

Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐπειδὴ τὴν προτεθεῖσαν αὐτοῦ ῥῆσιν ἀποχρώντως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι οὐ πρὸς τὴν ἀλήθειαν μόνον, ἀλλὰ καὶ πρὸς ἑαυτὴν ἔχουσαν ἐναντίως. εἰ γὰρ κατ' αὐτοὺς ἡ φυσικὴ σχέσις τῇ τοῦ υἱοῦ προσηγορίᾳ πρὸς τὸν πατέρα συνίσταται καὶ πρὸς τὸν γεγεννηκότα ἡ τοῦ γεννήματος, κατά τινα γραμματικὴν φλυαρίαν τὰς σημαντικὰς τῆς θείας φύσεως λέξεις τῆς σοφίας τούτων εἰς ὀνομάτων σχῆμα παρατυπούσης, οὐκέτ' ἄν τις ἀμφιβάλλοι τὴν ἐκ φύσεως συνισταμένην τῶν ὀνομάτων πρὸς ἄλληλα σχέσιν ἀπόδειξιν τῆς κατ' οὐσίαν αὐτῶν οἰκειότητος, μᾶλλον δὲ ταὐτότητος γίνεσθαι. ἀλλά μοι μεταλαβέτω τὴν ἐναντίαν φωνὴν ὁ ἡμέτερος λόγος, ὡς ἂν μὴ δοκοίη τῇ ἀσθενείᾳ μόνῃ τῶν ἀντιμαχομένων τὸ δόγμα τῆς εὐσεβείας κρατύνεσθαι, ἀλλ' ἐν ἑαυτῷ μάλιστα τὴν ἰσχὺν ἔχειν. ὡς οὖν ἐστι δυνατόν, δι' εὐτονωτέρας τῆς συνηγορίας βεβαιωθήτω παρ' ἡμῶν αὐτῶν ὁ ἀντικείμενος λόγος, ὡς ἂν τὸ ὑπερβάλλον τῆς δυνάμεως διαγνωσθείη κατὰ πολλὴν πεποίθησιν, καὶ τὰ παρειμένα παρὰ τῶν ἐναντίων εἰς ἀκριβῆ βάσανον τῆς ἀληθείας ἡμῶν προφερόντων. ἐρεῖ γὰρ ἴσως ὁ τοῖς ἐναντίοις ἰσχυριζόμενος, ὅτι οὐ πάντως ἡ τοῦ υἱοῦ καὶ τοῦ γεννήματος κλῆσις τὸ κατὰ τὴν φύσιν οἰκεῖον παρίστησι. καὶ γὰρ καὶ τέκνον τις ὀργῆς ἐν τῇ γραφῇ λέγεται καὶ ἀπωλείας υἱὸς καὶ γέννημα ἐχίδνης, καὶ οὐ δήπου κοινότης τις φύσεως τοῖς τοιούτοις ὀνόμασι συνανεφάνη. οὐ γὰρ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ Ἰούδας, ὁ τῆς ἀπωλείας υἱὸς ὠνομασμένος, καὶ αὐτὴ κατὰ τὸ νοούμενον ἡ ἀπώλεια. ἄλλο γὰρ τοῦ κατὰ τὸν Ἰούδαν ἀνθρώπου καὶ ἕτερον τῆς ἀπωλείας τὸ σημαινόμενον. ὁμοίως δὲ καὶ ἐκ τοῦ ἐναντίου τὴν ἴσην κατασκευὴν ὁ λόγος ἔχει. υἱοὶ γὰρ φωτός τινες καὶ υἱοὶ ἡμέρας λεγόμενοι οὐ ταὐτόν εἰσι τῷ φωτὶ καὶ τῇ ἡμέρᾳ κατὰ τὸν λόγον τῆς φύσεως, καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ λίθοι γίνονται, ὅταν διὰ τῆς πίστεως καὶ τῶν ἔργων τὴν συγγένειαν τὴν πρὸς αὐτὸν οἰκειώσωνται, καὶ οἱ τῷ πνεύματι τοῦ θεοῦ ἀγόμενοι, καθώς φησιν ὁ ἀπόστολος, υἱοὶ θεοῦ λέγονται, οὐ ταὐτὸν ὄντες τῷ θεῷ κατὰ τὴν φύσιν, καὶ πολλὰ τοιαῦτα παρὰ τῆς θεοπνεύστου γραφῆς ἔστιν ἀναλέξασθαι, δι' ὧν ἡ ἀπάτη καθάπερ εἰκών τις ἐπηνθισμένη ταῖς γραφικαῖς μαρτυρίαις τὸ τῆς ἀληθείας εἴδωλον ὑποκρίνεται.
Τί οὖν ἡμεῖς πρὸς τοῦτό φαμεν; οἶδεν ἡ θεία γραφὴ κατ' ἀμφοτέρων τῶν ἐννοιῶν κεχρῆσθαι τοῦ υἱοῦ τῇ φωνῇ, ὥστε τισὶ μὲν ἐκ φύσεως, τισὶ δὲ ἐπισκευαστὴν καὶ ἐπίκτητον εἶναι τὴν τοιαύτην προσηγορίαν. ὅταν μὲν γὰρ υἱοὺς ἀνθρώπων καὶ υἱοὺς λέγῃ κριῶν, τὴν κατ' οὐσίαν τοῦ γεννηθέντος πρὸς τὸν ἐξ οὗ γέγονε σχέσιν ἀποσημαίνει: ὅταν δὲ υἱοὺς δυνάμεως ἢ τέκνα λέγῃ θεοῦ, τὴν ἐκ προαιρέσεως γινομένην ἀγχιστείαν παρίστησι. καὶ μέντοι καὶ κατὰ τὴν ἐναντίαν διάνοιαν οἱ αὐτοὶ καὶ υἱοὶ Ἠλεὶ καὶ υἱοὶ λοιμοὶ ὠνομάσθησαν, πρὸς ἑκάτερον νόημα τῆς τῶν υἱῶν προσηγορίας εὐαρμόστως ἐχούσης. τῷ μὲν γὰρ υἱοὶ τοῦ Ἠλεὶ κληθῆναι τὸ κατὰ τὴν φύσιν συγγενὲς πρὸς ἐκεῖνον ἔχειν ἐμαρτυρήθησαν, λοιμοὶ δὲ υἱοὶ κατονομασθέντες ἐπὶ τῇ τῆς προαιρέσεως μοχθηρίᾳ κατηγορήθησαν, ὡς οὐχὶ τὸν πατέρα ζηλοῦντες τῷ βίῳ, ἀλλὰ τῇ κακίᾳ τὴν προαίρεσιν ἑαυτῶν οἰκειώσαντες. ἐπὶ μὲν οὖν τῆς κάτω φύσεως καὶ τῶν καθ' ἡμᾶς πραγμάτων διὰ τὸ πρὸς ἑκάτερον ἐπιρρεπῶς τὸ ἀνθρώπινον ἔχειν, πρὸς κακίαν λέγω καὶ ἀρετήν, ἐφ' ἡμῖν ἐστιν ἢ νυκτὸς ἢ ἡμέρας υἱοὺς γενέσθαι, μενούσης κατὰ τὸ προηγούμενον ἐν τοῖς ἰδίοις ὅροις τῆς φύσεως. οὔτε γὰρ ὁ διὰ κακίαν ὀργῆς τέκνον γενόμενος τῆς ἀνθρωπίνης ἠλλοτριώθη γεννήσεως, οὔτε ὁ τῷ ἀγαθῷ διὰ προαιρέσεως ἑαυτὸν οἰκειώσας τὸ ἐξ ἀνθρώπων φῦναι διὰ τῆς ἀστειότητος τῶν ἐπιτηδευμάτων ἀπώσατο, ἀλλὰ τῆς φύσεως ὁμοίως ἐφ' ἑκατέρων ἑστώσης αἱ κατὰ τὰς προαιρέσεις διαφοραὶ τὰ ὀνόματα τῆς οἰκειότητος ὑποδύονται, ἢ θεοῦ τέκνα δι' ἀρετῆς ἢ τοῦ ἀντικειμένου διὰ κακίας γινόμεναι.
Ἐπὶ δέ γε τῶν θείων δογμάτων « ὁ τὴν φυσικὴν διασῴζων τάξιν » Εὐνόμιος (αὐτοῖς γὰρ χρήσομαι τοῦ λογογράφου τοῖς ῥήμασι) « καὶ τοῖς ἄνωθεν ἐγνωσμένοις ἐμμένων καὶ γεννητὸν ὄντα γέννημα λέγειν οὐ παραιτούμενος, τῆς γεννηθείσης αὐτῆς », ὥς φησιν, « οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν », πῶς ἀλλοτριοῖ τῆς κατ' οὐσίαν οἰκειότητος τὸ γεννηθὲν τοῦ γεννήσαντος; ἐπὶ μὲν γὰρ τῶν ἐπὶ διαβολῇ λεγομένων υἱῶν ἢ γεννημάτων ἢ πάλιν ἐφ' ὧν ἔπαινός τις παρομαρτεῖ τοῖς τοιούτοις ὀνόμασιν οὐκ ἔστιν εἰπεῖν ὅτι ἀληθῶς τις παρὰ τῆς ὀργῆς γεννηθεὶς τέκνον ὀργῆς προσηγόρευται, οὐδ' αὖ πάλιν ἡμέραν τις σωματικῶς ἔσχεν ἑαυτοῦ μητέρα, ὥστε υἱὸς ταύτης ὀνομασθῆναι, ἀλλ' ἡ τῶν προαιρέσεων διαφορὰ ποιεῖται τὰ τῆς τοιαύτης συγγενείας ὀνόματα. ἐνταῦθα δέ φησιν ὁ Εὐνόμιος ὅτι « γεννητὸν ὄντα τὸν υἱὸν γέννημα λέγειν οὐ παραιτούμεθα, τῆς γεννηθείσης », φησίν, « οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων σχέσιν οἰκειουμένης ». εἰ οὖν διὰ τὸ ἀληθῶς « γέννημα » εἶναι τὸν υἱὸν ὁμολογεῖ « τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν », πῶς ἔχει καιρὸν ἐφαρμόζειν τὴν τοιαύτην αἰτίαν τῶν ὀνομάτων τοῖς τε κατὰ μεταφορὰν ἐκ καταχρήσεως λεγομένοις καὶ οἷς ἡ φυσικὴ σχέσις, καθώς φησιν ὁ Εὐνόμιος, τὴν τοιαύτην οἰκειοῦται κλῆσιν; οὐκοῦν ἐπὶ μόνων ἀληθὲς τὸ τοιοῦτόν ἐστιν οἷς μεθόριος πρὸς ἀρετήν τε καὶ κακίαν ἡ φύσις, ἐφ' ὧν πολλάκις τὰ ἐναντία τις ἀντιμεταλαμβάνει τῶν ὀνομάτων, νῦν μὲν φωτός, πάλιν δὲ σκότους διὰ τῆς πρὸς τὸ καλὸν ἢ πρὸς τὸ ἐναντίον προσκλίσεως τέκνον γινόμενος. ὅπου δὲ τὸ ἐναντίον χώραν οὐκ ἔχει, οὐκέτ' ἄν τις τοῦ υἱοῦ τὴν φωνὴν ἐκ μεταφορᾶς ἐπιφημίζεσθαι λέγοι καθ' ὁμοιότητα τῶν διὰ προαιρέσεως οἰκειουμένων τὴν κλῆσιν. οὐ γὰρ ἂν εἰς τοῦτον ἔλθοι τὸν λόγον, ὅτι ὥσπερ ἄνθρωπος ἀποθέμενος τὰ ἔργα τοῦ σκότους διὰ τῆς εὐσχήμονος ζωῆς φωτὸς γίνεται τέκνον, οὕτω καὶ ὁ μονογενὴς θεὸς ἐκ μεταβολῆς ἐκ τοῦ χείρονος ἀντιλαμβάνει τὸ προτιμότερον. ἄνθρωπος μὲν γάρ τις ὢν υἱὸς θεοῦ γίνεται διὰ τῆς πνευματικῆς γεννήσεως Χριστῷ συναπτόμενος: ὁ δὲ τὸν ἄνθρωπον δι' ἑαυτοῦ θεοῦ υἱὸν ποιῶν αὐτὸς ἄλλου υἱοῦ τοῦ χαριζομένου αὐτῷ τὴν υἱοθεσίαν οὐκ ἐπιδέεται, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν καὶ ὀνομάζεται. ἄνθρωπος μὲν αὐτὸς ἑαυτὸν ἀμείβει, τοῦ παλαιοῦ τὸν νέον ἀνταλλασσόμενος: θεὸς δὲ εἰς τί ἀλλαγήσεται, ὥστε ὃ μὴ ἔχει προσκτήσασθαι; ἄνθρωπος μὲν ἑαυτὸν ἀπεκδυσάμενος τὴν θείαν ἐπενδύεται φύσιν: ὁ δὲ ἀεὶ ὡσαύτως ἔχων τί ἀποτίθεται ἢ τί περιβάλλεται; ἄνθρωπος μὲν υἱὸς θεοῦ γίνεται προσλαβὼν ἃ οὐκ ἔχει καὶ ἀποβαλὼν ἃ ἔχει: ὁ δὲ μηδέποτε γεγονὼς ἐν κακίᾳ οὔτε ὃ λάβῃ οὔτε ὃ καταλίπῃ ἔχει. πάλιν ὁ ἄνθρωπος δύναται πῆ μὲν ἀληθῶς υἱός τινος λέγεσθαι, ὅταν πρὸς τὴν φύσιν βλέπων τις λέγῃ, πῆ δὲ ἐκ καταχρήσεως, ὅταν ἡ τοῦ βίου προαίρεσις ἐπιβάλῃ τὸ ὄνομα. ὁ δὲ θεὸς ἓν ὢν ἀγαθὸν ἐν ἁπλῇ τε καὶ ἀσυνθέτῳ τῇ φύσει πάντοτε πρὸς τὸ αὐτὸ βλέπει καὶ οὐδέποτε ταῖς τῆς προαιρέσεως ὁρμαῖς μεταβάλλεται, ἀλλ' ἀεὶ καὶ βούλεται ὅπερ ἐστὶν καὶ ἐστὶ πάντως ὃ καὶ βούλεται, ὥστε δι' ἀμφοτέρων υἱὸς θεοῦ κυρίως καὶ ἀληθῶς ὀνομάζεσθαι, τῆς τε φύσεως ἐν ἑαυτῇ τὸ ἀγαθὸν ἐχούσης τῆς τε προαιρέσεως οὐκ ἀπερρωγυίας τοῦ κρείττονος, ὡς μὴ ἂν ἐκ καταχρήσεως αὐτῷ τὴν φωνὴν ταύτην ἐπικληθῆναι. οὐκοῦν οὐδεμίαν ἔχει χώραν, ἅπερ ἐκ προσώπου τῶν ἐναντίων ἑαυτοῖς ἀντεθήκαμεν, ταῦτα ἐπὶ παραγραφῇ τῆς κατὰ φύσιν οἰκειότητος παρὰ τῶν ἐναντίων προφέρεσθαι.