[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§8. He proceeds to show that there is no “variance” in the essence of the Father and the Son: wherein he expounds many forms of variation and harmony, and explains the “form,” the “seal,” and the “express image.”

But what need is there in our discourse to reveal his hidden deceit by mere guesses at his intention, and possibly to give our hearers occasions for objection, on the ground that we make these charges against our enemies untruly? For lo, he sets forth to us his blasphemy in its nakedness, not hiding his guile by any veil, but speaking boldly in his absurdities with unrestrained voice. What he has written runs thus:—“We, for our part,” he says, “as we find nothing else besides the essence of the Son which admits of the generation, are of opinion that we must assign the appellations to the essence itself, or else we speak of ‘Son’ and ‘begotten’ to no purpose, and as a mere verbal matter, if we are really to separate them from the essence; starting from these names, we also confidently maintain that the essences are variant from each other613    The whole passage is rather obscure, and Oehler’s punctuation renders it perhaps more obscure than that which is here adopted. The argument seems to be something like this:—“The generated essence is not compared with any of the things made by it, or after it, because being only-begotten it leaves no room for a common basis of comparison with anything else, and the operation of its maker is also peculiar to itself (since it is immediate, the operation in the case of other things being mediate). The essence of the Son, then, being so far isolated, it is to it that the appellations of γέννημα, ποίημα, and κτίσμα are to be assigned; otherwise the terms ‘Son’ and ‘Only-begotten’ are meaningless. Therefore the Son, being in essence a ποίημα or κτίσμα, is alien from the Father Who made or created Him.” The word παρηλλάχθαι, used to express the difference of essence between the Father and the Son, is one for which it is hard to find an equivalent which shall suit all the cases of the use of the word afterwards instanced: the idea of “variation,” however, seems to attach to all these cases, and the verb has been translated accordingly..”

There is no need, I imagine, that the absurdity here laid down should be refuted by arguments from us. The mere reading of what he has written is enough to pillory his blasphemy. But let us thus examine it. He says that the essences of the Father and the Son are “variant.” What is meant by “variant”? Let us first of all examine the force of the term as it is applied by itself614    Following Oehler’s suggestion and reading ἐφ᾽ ἑαυτῆς., that by the interpretation of the word its blasphemous character may be more clearly revealed. The term “variance” is used, in the inexact sense sanctioned by custom, of bodies, when, by palsy or any other disease, any limb is perverted from its natural co-ordination. For we speak, comparing the state of suffering with that of health, of the condition of one who has been subjected to a change for the worse, as being a “variation” from his usual health; and in the case of those who differ in respect of virtue and vice, comparing the licentious life with that of purity and temperance, or the unjust life with that of justice, or the life which is passionate, warlike, and prodigal of anger, with that which is mild and peaceful—and generally all that is reproached with vice, as compared with what is more excellent, is said to exhibit “variance” from it, because the marks observed in both—in the good, I mean, and the inferior—do not mutually agree. Again, we say that those qualities observed in the elements are “at variance” which are mutually opposed as contraries, having a power reciprocally destructive, as heat and cold, or dryness and moisture, or, generally, anything that is opposed to another as a contrary; and the absence of union in these we express by the term “variation”; and generally everything which is out of harmony with another in their observed characteristics, is said to be “at variance” with it, as health with disease, life with death, war with peace, virtue with vice, and all similar cases.

Now that we have thus analyzed these expressions, let us also consider in regard to our author in what sense he says that the essences of the Father and the Son are “variant from each other.” What does he mean by it? Is it in the sense that the Father is according to nature, while the Son “varies” from that nature? Or does he express by this word the perversion of virtue, separating the evil from the more excellent by the name of “variation,” so as to regard the one essence in a good, the other in a contrary aspect? Or does he assert that one Divine essence also is variant from another, in the manner of the opposition of the elements? or as war stands to peace, and life to death, does he also perceive in the essences the conflict which so exists among all such things, so that they cannot unite one with another, because the mixture of contraries exerts upon the things mingled a consuming force, as the wisdom of the Proverbs saith of such a doctrine, that water and fire never say “It is enough615    Cf. Prov. xxx. 15 (LXX.).,” expressing enigmatically the nature of contraries of equal force and equal balance, and their mutual destruction? Or is it in none of these ways that he sees “variance” in the essences? Let him tell us, then, what he conceives besides these. He could not say, I take it, even if he were to repeat his wonted phrase616    The sense given would perhaps be clearer if we were to read (as Gulonius seems to have done) ἀσυνήθη for συνήθη. This might be interpreted, “He could not say, I take it, even if he uses the words in an unwonted sense, that the Son is at variance with Him Who begat Him.” The συνήθη would thus be the senses already considered and set aside: and the point would be that such a statement could not be made without manifest absurdity, even if some out-of-the-way sense were attached to the words. As the passage stands, it must mean that even if Eunomius repeats his wonted phrase, that can suggest no other sense of “variance” than those enumerated., “The Son is variant from Him Who begat Him”; for thereby the absurdity of his statements is yet more clearly shown. For what mutual relation is so closely and concordantly engrafted and fitted together as that meaning of relation to the Father expressed by the word “Son”? And a proof of this is that even if both of these names be not spoken, that which is omitted is connoted by the one that is uttered, so closely is the one implied in the other, and concordant with it: and both of them are so discerned in the one that one cannot be conceived without the other. Now that which is “at variance” is surely so conceived and so called, in opposition to that which is “in harmony,” as the plumb-line is in harmony with the straight line, while that which is crooked, when set beside that which is straight, does not harmonize with it. Musicians also are wont to call the agreement of notes “harmony,” and that which is out of tune and discordant “inharmonious.” To speak of things as at “variance,” then, is the same as to speak of them as “out of harmony.” If, therefore, the nature of the Only-begotten God is at “variance,” to use the heretical phrase, with the essence of the Father, it is surely not in harmony with it: and inharmoniousness cannot exist where there is no possibility of harmony617    The reading of Oehler is here followed: but the sense of the clause is not clear either in his text or in that of the Paris editions.. For the case is as when, the figure in the wax and in the graying of the signet being one, the wax that has been stamped by the signet, when it is fitted again to the latter, makes the impression on itself accord with that which surrounds it, filling up the hollows and accommodating the projections of the engraving with its own patterns: but if some strange and different pattern is fitted to the engraving of the signet, it makes its own form rough and confused, by rubbing off its figure on an engraved surface that does not correspond with it. But He Who is “in the form of God618    Phil. ii. 6.” has been formed by no impression different from the Father, seeing that He is “the express image” of the Father’s Person619    Heb. i. 3., while the “form of God” is surely the same thing as His essence. For as, “being made in the form of a servant620    Phil. ii. 7.,” He was formed in the essence of a servant, not taking upon Him the form merely, apart from the essence, but the essence is involved in the sense of “form,” so, surely, he who says that He is “in the form of God” signified essence by “form.” If, therefore, He is “in the form of God,” and being in the Father is sealed with the Father’s glory, (as the word of the Gospel declares, which saith, “Him hath God the Father sealed621    S. John vi. 27,”—whence also “He that hath seen Me hath seen the Father622    S. John xiv. 9,”) then “the image of goodness” and “the brightness of glory,” and all other similar titles, testify that the essence of the Son is not out of harmony with the Father. Thus by the text cited is shown the insubstantial character of the adversaries’ blasphemy. For if things at “variance” are not in harmony, and He Who is sealed by the Father, and displays the Father in Himself, both being in the Father, and having the Father in Himself623    Cf. S. John xiv. 10, shows in all points His close relation and harmony, then the absurdity of the opposing views is hereby overwhelmingly shown. For as that which is at “variance” was shown to be out of harmony, so conversely that which is harmonious is surely confessed beyond dispute not to be at “variance.” For as that which is at “variance” is not harmonious, so the harmonious is not at “variance.” Moreover, he who says that the nature of the Only-begotten is at “variance” with the good essence of the Father, clearly has in view variation in the good itself. But as for what that is which is at variance with the good—“O ye simple,” as the Proverb saith, “understand his craftiness624    Prov. viii. 5 (LXX.).!”

Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν ταῦτα τοῖς ἐχθροῖς προφερόντων; ἰδοὺ γὰρ γυμνὴν ἡμῖν ἐκτίθεται τὴν βλασφημίαν, δι' οὐδενὸς προκαλύμματος τὸν δόλον ἐπικρυπτόμενος, ἀλλ' ἐμπαρρησιαζόμενος τοῖς ἀτόποις ἐλευθέρᾳ φωνῇ. οὕτω δὲ ἔχει τὰ γεγραμμένα. « ἡμεῖς μὲν οὖν », φησίν, « οὐδὲν ἕτερον εὑρίσκοντες παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν, ἐπ' αὐτῆς τῆς οὐσίας τάττειν οἰόμεθα δεῖν τὰς προσηγορίας, ἢ μάτην γε καὶ ψιλοῖς ῥήμασι λέγομεν υἱὸν καὶ γεννητόν, εἴ γε ταῦτα τῆς οὐσίας χωρίσαιμεν. ἐκ τούτων ὁρμώμενοι καὶ τὸ παρηλλάχθαι τὰς οὐσίας ἀλλήλων πιστούμεθα ». οὐδὲν οἶμαι χρῆναι τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν διὰ τῶν ἡμετέρων ἐλέγχεσθαι λόγων: αὐτὴ γὰρ ἡ τῶν γεγραμμένων ἀνάγνωσις ἱκανὴ στηλιτεῦσαι τὴν βλασφημίαν. οὑτωσὶ δὲ διασκοπήσωμεν. « παρηλλάχθαι » λέγει « τὰς οὐσίας ἀλλήλων » τοῦ υἱοῦ τε καὶ τοῦ πατρός. τί τοίνυν διὰ τοῦ « παρηλλαγμένου » σημαίνεται; πρῶτον αὐτὴν τὴν τῆς λέξεως ἔμφασιν ἐφ' ἑαυτῆς ἐξετάσωμεν, ὡς ἂν μᾶλλον διὰ τῆς τοῦ ῥήματος ἑρμηνείας ἐκκαλυφθείη τὸ βλάσφημον. λέγεται τοίνυν ἐν τῇ καταχρήσει τῆς συνηθείας τὸ ῥῆμα τῆς παραλλαγῆς ἐπὶ σωμάτων μέν, ὅταν ἐκ παραλύσεως ἤ τινος ἑτέρου πάθους παρατραπῇ τι μέλος τῆς φυσικῆς ἁρμονίας: ἐκ γὰρ τῆς πρὸς τὸ ὑγιαῖνον τοῦ πεπονθότος ἀντιπαραθέσεως τὴν πρὸς τὸ χεῖρον παρατροπὴν τοῦ παραδεξαμένου τὸ πάθος παραλλαγὴν ὀνομάζομεν: ἐπὶ δὲ τῶν ἐν ἤθει κατ' ἀρετὴν καὶ κακίαν διαφερόντων, ὅταν ὁ ἀκόλαστος βίος ἀντιπαρατιθέμενος τῷ καθαρῷ τε καὶ σώφρονι ἢ τῷ δικαίῳ ὁ ἄδικος ἢ πρὸς τὸν πρᾷόν τε καὶ εἰρηνικὸν καὶ ἡσύχιον ὁ θυμώδης τε καὶ πολεμικὸς καὶ τὴν ὀργὴν ἀταμίευτος καὶ πᾶν ὅλως τὸ τῇ παραθέσει τοῦ κρείττονος ἐν κακίᾳ κατηγορούμενον παρηλλάχθαι λέγεται, τῷ μὴ συμβαίνειν ἀλλήλοις τὰ ἐπ' ἀμφοτέρων γνωρίσματα, τοῦ τε καλοῦ φημὶ καὶ τοῦ χείρονος. ἔτι παρηλλάχθαι φαμὲν καὶ τὰς ἐπὶ τῶν στοιχείων θεωρουμένας ποιότητας, ὅσαι κατὰ τὸ ἐναντίον ἀντιστοιχοῦσιν ἀλλήλαις, φθαρτικὴν κατ' ἀλλήλων ἔχουσαι δύναμιν, οἷον τὸ θερμόν τε καὶ τὸ ψυχρὸν ἢ τὸ ξηρόν τε καὶ τὸ ὑγρὸν ἢ ὅλως εἴ τι τῷ ἑτέρῳ πρὸς τὸ ἐναντίον ἀντικαθέστηκε καὶ τὸ ἐν τούτοις ἀσύμβατον τῷ τῆς παραλλαγῆς διερμηνεύομεν ῥήματι, καὶ πᾶν ὅλως τὸ διαφωνοῦν πρὸς τὸ ἕτερον ἐν τοῖς ἐπιθεωρουμένοις γνωρίσμασι τῶν παρηλλαγμένων ἐστίν, ὡς ὑγίεια πρὸς νόσον καὶ πρὸς θάνατον ἡ ζωὴ καὶ πρὸς εἰρήνην ὁ πόλεμος καὶ ἀρετὴ πρὸς κακίαν καὶ ὅσα τούτοις ἐστὶν ὁμοιότροπα.
Τούτων δὲ ἡμῖν οὕτω διευκρινηθέντων, κατανοήσωμεν καὶ ἐπὶ τοῦ λογογράφου, πῶς « παρηλλάχθαι λέγει τὰς οὐσίας ἀλλήλων » ἐπὶ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ. τί τοῦτο λέγων; ἆρ' ὡς τοῦ πατρὸς μὲν ὄντος κατὰ φύσιν, τοῦ δὲ υἱοῦ παρηλλαγμένου τῆς φύσεως; ἢ τὴν τῆς ἀρετῆς παρατροπὴν τῷ ῥήματι τούτῳ διερμηνεύει, χωρίζων τῷ τῆς παραλλαγῆς ὀνόματι τὸ κακὸν ἀπὸ τοῦ κρείττονος, ὡς ταύτην μὲν ἐν τῷ καλῷ τὴν οὐσίαν βλέπειν, ἐν δὲ τῷ ἐναντίῳ τὴν ἄλλην; ἢ κατὰ τὸν λόγον τῆς τῶν στοιχείων ἐναντιώσεως καὶ τὴν θείαν οὐσίαν παρηλλάχθαι τὴν ἑτέραν ἐκ τῆς ἑτέρας διϊσχυρίζεται; ἢ ὡς ἔχει πρὸς εἰρήνην ὁ πόλεμος καὶ πρὸς θάνατον ἡ ζωὴ καὶ τὴν πρὸς τὰ τοιαῦτα πάντα τῷ τοιούτῳ τρόπῳ μάχην ἐνορᾷ ταῖς οὐσίαις, ὡς μὴ αὐτὰς μετ' ἀλλήλων συμβῆναι, τῷ τὴν μίξιν τῶν ἐναντίων δαπανητικὴν κατὰ τῶν μιγνυμένων ἔχειν τὴν δύναμιν, καθώς φησι περὶ τοῦ τοιούτου δόγματος ἡ παροιμιώδης σοφία ὅτι Ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ, τὴν ἰσοπαλῆ τε καὶ ἰσοστάσιον τῶν ἐναντίων φύσιν καὶ τὴν κατ' ἀλλήλων φθορὰν διὰ τοῦ αἰνίγματος ἑρμηνεύουσα; ἢ κατ' οὐδὲν τούτων εἶναι λέγει τὴν ἐν ταῖς οὐσίαις ἐκείναις παραλλαγὴν καθορᾶν; οὐκοῦν εἰπάτω τὸ παρὰ ταῦτα νοούμενον. ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοι, κἂν τὰ συνήθη λέγῃ, ὅτι ὁ υἱὸς πρὸς τὸν γεγεννηκότα παρήλλακται: τούτῳ γὰρ καὶ μᾶλλον ἡ ἀτοπία τῶν παρ' αὐτοῦ λεγομένων ἐλέγχεται. τί γὰρ οὕτω προσφυῶς τε καὶ ἁρμοδίως ἄλλο ἄλλῳ ἐμφύεταί τε καὶ ἐναρμόζεται ὡς ἡ σχετικὴ πρὸς τὸν πατέρα τοῦ υἱοῦ σημασία; ἀπόδειξις δὲ τούτου ὅτι κἂν μὴ τὰ δύο ῥηθῇ ταῦτα ὀνόματα, τῷ ἑνὶ καὶ τὸ παρεθὲν συσσημαίνεται: οὕτως ἔγκειται καὶ ἐνήρμοσται τῷ ἑτέρῳ τὸ ἕτερον καὶ ἐν τῷ ἑνὶ καθορᾶται ἀμφότερα, ὡς μὴ ἂν ἐφ' ἑαυτοῦ νοηθῆναι τούτων τι χωρὶς τοῦ ἄλλου. τὸ δὲ παρηλλαγμένον ἐξ ἐναντίου τῷ ἁρμόζοντι πάντως καὶ νοεῖται καὶ λέγεται, οἷον ἡ σπάρτος πρὸς τὴν εὐθεῖαν ἁρμοδίως ἔχει, τὸ δὲ σκολιὸν τῷ εὐθεῖ παρατιθέμενον οὐχ ἁρμόζεται, καὶ τοῖς μουσικοῖς σύνηθες τὴν συμφωνίαν τῶν τόνων ἁρμονίαν προσαγορεύειν, ἀνάρμοστον δὲ τὸ ἔκτροπόν τε καὶ ἀπρόσχορδον. οὐκοῦν ταὐτόν ἐστι παρηλλαγμένον τε εἰπεῖν καὶ ἀνάρμοστον.
Εἰ οὖν παρήλλακται κατὰ τὸν τῆς αἱρέσεως λόγον πρὸς τὴν τοῦ πατρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς θεοῦ φύσις, οὐδὲ ἁρμόζεται πάντως: τὸ δὲ ἀνάρμοστον οὐκ ἂν γένοιτο ἐν ἐκείνῳ ᾧ ἐναρμοσθῆναι οὐ δύναται. ὥσπερ γὰρ μιᾶς οὔσης μορφῆς ἐπί τε τοῦ κηροῦ καὶ τῆς ἐν τῇ σφενδόνῃ γλυφίδος, ὅταν ἐντεθῇ πάλιν τῇ σφενδόνῃ ὁ ἐκτυπωθεὶς παρὰ ταύτης κηρός, ἐναρμόζει τὸν περὶ ἑαυτὸν χαρακτῆρα τῷ περιέχοντι, τοὺς ἰδίους καταλαμβάνων τύπους ἐν τῷ χαράγματι, πρός τε τὰ κοῖλα διαδυόμενος καὶ τὰς ἐξοχὰς τῆς γλυφῆς « τοῖς » ἰδίοις ἀναδεχόμενος τύποις, εἰ δὲ ξένος τις καὶ ἀλλότριος τύπος ἐντεθείη τῇ γλυφῇ τῆς σφενδόνης, τραχύνει καὶ συγχεῖ τὴν ἰδίαν μορφὴν τοῖς ἀνοικείοις χαράγμασι περιγλύφων τὸ εἶδος. ἀλλὰ μὴν ὁ ἐν τῇ μορφῇ τοῦ θεοῦ ὑπάρχων οὐκ ἄλλῳ τινὶ χαρακτῆρι παρὰ τὸν πατέρα μεμόρφωται, χαρακτὴρ ὢν τῆς τοῦ πατρὸς ὑποστάσεως: ἡ δὲ μορφὴ τοῦ θεοῦ ταὐτὸν τῇ οὐσίᾳ πάντως ἐστίν. ὡς γὰρ ἐν τῇ μορφῇ τοῦ δούλου γενόμενος τῇ οὐσίᾳ τοῦ δούλου ἐνεμορφώθη, οὐ ψιλὴν ἀναλαβὼν ἐφ' ἑαυτοῦ τὴν μορφὴν οὐδὲ τῆς οὐσίας διεζευγμένην, ἀλλ' ἡ οὐσία τῇ μορφῇ συσσημαίνεται, οὕτως πάντως καὶ ὁ εἰπὼν αὐτὸν ἐν μορφῇ θεοῦ εἶναι τὴν οὐσίαν διὰ τῆς μορφῆς ἐνεδείξατο. εἰ οὖν ἐν τῇ μορφῇ τοῦ θεοῦ ἐστι, καὶ ἐν τῷ πατρὶ ὢν ἐσφράγισται τῇ πατρῴᾳ δόξῃ, καθώς φησιν ἡ τοῦ εὐαγγελίου φωνὴ ἡ λέγουσα Τοῦτον ὁ πατὴρ ἐσφράγισεν ὁ θεός, διὸ καὶ ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, ἡ τῆς ἀγαθότητος εἰκὼν καὶ τὸ τῆς δόξης ἀπαύγασμα καὶ πάντα ὅσα τοιαῦτα τὸ μὴ ἀναρμόστως ἔχειν τοῦ υἱοῦ τὴν οὐσίαν πρὸς τὸν πατέρα μαρτύρεται, ἄρα προδήλως τὸ τῆς βλασφημίας τῶν ἀντικειμένων ἀσύστατον διὰ τῶν εἰρημένων ἐλέγχεται. εἰ γὰρ τὰ παρηλλαγμένα οὐ συναρμόζεται, ὁ δὲ σφραγισθεὶς ὑπὸ τοῦ πατρὸς καὶ ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα καὶ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ ἔχων ἐκεῖνον διὰ πάντων δείκνυσι τὸ συμφυὲς καὶ εὐάρμοστον, ἄρα διὰ τούτων ἡ ἀτοπία τῶν ἐναντίων κατὰ κράτος ἐλέγχεται. ὡς γὰρ ἐδείχθη τὸ παρηλλαγμένον ἀνάρμοστον, οὕτω τὸ ἔμπαλιν ἀναντιρρήτως ὁμολογεῖται τὸ εὐάρμοστον ἀπαράλλακτον πάντως. ὡς γὰρ τὸ παρηλλαγμένον οὐχ ἁρμόζεται, οὕτω τὸ ἁρμοζόμενον οὐ παρήλλακται: ὁ δὲ λέγων τῆς ἀγαθῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ μονογενοῦς παραλλάττειν φύσιν, ἐν αὐτῷ τῷ ἀγαθῷ τὴν παραλλαγὴν πάντως βλέπει. τὸ δὲ τοῦ ἀγαθοῦ παρηλλαγμένον τί ἐστι, Νοήσατε οἱ ἄκακοι τὴν πανουργίαν, ἡ παροιμία φησίν.