[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

Book VI.

§1. The sixth book shows that He Who came for man’s salvation was not a mere man, as Eunomius, falsely slandering him, affirmed that the great Basil had said, but the Only-begotten Son of God, putting on human flesh, and becoming a mediator between God and man, on Whom we believe, as subject to suffering in the flesh, but impassible in His Godhead; and demonstrates the calumny of Eunomius.

But I perceive that while the necessities of the subject compelled me to follow this line of thought, I have lingered too long over this passage693    Cf. Col. i. 15Πρωτότοκος may be, as it is in the Authorized Version, translated either by “first born,” or by “first-begotten.” Compare with this passage Book II. §8, where the use of the word in Holy Scripture is discussed.    Acts ii. 36.    The passage in S. Peter’s speech (Acts ii. 36) discussed in the preceding book.. I must now resume the train of his complaints, that we may pass by none of the charges brought against us without an answer. And first I propose that we should examine this point, that he charges us with asserting that an ordinary man has wrought the salvation of the world. For although this point has been to some extent already cleared up by the investigations we have made, we shall yet briefly deal with it once more, that the mind of those who are acting as our judges on this slanderous accusation may be entirely freed from misapprehension. So far are we from referring to an ordinary man the cause of this great and unspeakable grace, that even if any should refer so great a boon to Peter and Paul, or to an angel from heaven, we should say with Paul, “let him be anathema694    Cf. Col. i. 15    Phil. ii. 7.    Cf. Gal. i. 8, 9.” For Paul was not crucified for us, nor were we baptized into a human name695    Rom. viii. 29.    οἰκονομικῶς γενομένην    1 Cor. i. 13.. Surely the doctrine which our adversaries oppose to the truth is not thereby strengthened when we confess that the saving power of Christ is more potent than human nature696    Col. i. 18.    Zech. vii. 9.    The sense of this passage is rather obscure. S. Gregory intends, it would seem, to point out that, although an acknowledgment that the suffering Christ was more than man may seem at first sight to support the Eunomian view of the passibility of the Godhead of the Son, this is not its necessary effect. Apparently either οὐ μὴν must be taken as equivalent to οὐ μὴν ἀλλὰ, or a clause such as that expressed in the translation must be supplied before τοῖς μὲν γὰρ κ.τ.λ.:—yet it may seem to be so, for their aim is to maintain at all points the difference of the essence of the Son from that of the Father, and they strive to show the dissimilarity of essence not only by the contrast of the Generated with the Ungenerate, but also by the opposition of the passible to the impassible. And while this is more openly maintained in the last part of their argument, it is also clearly shown in their present discourse697    Cf. Heb. i. 6    Cf. Phil. ii. 7    Altering Oehler’s punctuation, which here follows that of the earlier editions.. For if he finds fault with those who refer the Passion to the Human Nature, his intention is certainly to subject to the Passion the Godhead Itself. For our conception being twofold, and admitting of two developments, accordingly as the Divinity or the Humanity is held to have been in a condition of suffering, an attack on one of these views is clearly a maintaining of the other. Accordingly, if they find fault with those who look upon the Passion as concerning the Man, they will clearly approve those who say that the Godhead of the Son was subject to passion, and the position which these last maintain becomes an argument in favour of their own absurd doctrine. For if, according to their statement, the Godhead of the Son suffers, while that of the Father is preserved in absolute impassibility, then the impassible Nature is essentially different from that which admits passion. Seeing, therefore, that the dictum before us, though, so far as it is limited by number of words, it is a short one, yet affords principles and hypotheses for every kind of doctrinal pravity, it would seem right that our readers should require in our reply not so much brevity as soundness. We, then, neither attribute our own salvation to a man, nor admit that the incorruptible and Divine Nature is capable of suffering and mortality: but since we must assuredly believe the Divine utterances which declare to us that the Word that was in the beginning was God698    Ps. xcviii. 10.    Cf. 2 Cor. xiii. 4.    Cf. S. John i. 1, and that afterward the Word made flesh was seen upon the earth and conversed with men699    Cf. Phil. ii. 10    The quotations are from S. Basil c. Eunomius II. 3. (pp. 239–40 in the Benedictine edition.)    Cf. Bar. iii. 37, we admit in our creed those conceptions which are consonant with the Divine utterance. For when we hear that He is Light, and Power, and Righteousness, and Life, and Truth, and that by Him all things were made, we account all these and such-like statements as things to be believed, referring them to God the Word: but when we hear of pain, of slumber, of need, of trouble, of bonds, of nails, of the spear, of blood, of wounds, of burial, of the sepulchre, and all else of this kind, even if they are somewhat opposed to what has previously been stated, we none the less admit them to be things to be believed, and true, having regard to the flesh; which we receive by faith as conjoined with the Word. For as it is not possible to contemplate the peculiar attributes of the flesh as existing in the Word that was in the beginning, so also on the other hand we may not conceive those which are proper to the Godhead as existing in the nature of the flesh. As, therefore, the teaching of the Gospel concerning our Lord is mingled, partly of lofty and Divine ideas, partly of those which are lowly and human, we assign every particular phrase accordingly to one or other of these Natures which we conceive in the mystery, that which is human to the Humanity, that which is lofty to the Godhead, and say that, as God, the Son is certainly impassible and incapable of corruption: and whatever suffering is asserted concerning Him in the Gospel, He assuredly wrought by means of His Human Nature which admitted of such suffering. For verily the Godhead works the salvation of the world by means of that body which encompassed It, in such wise that the suffering was of the body, but the operation was of God; and even if some wrest to the support of the opposite doctrine the words of the Apostle, “God spared not His own Son,700    Oehler’s punctuation, which is probably due to a printer’s error, is here a good deal altered.    Cf. Phil. iii. 21.    Rom. viii. 32.” and, “God sent His own Son701    Cf. Rom. viii. 19–23.    The latter part of the quotation from S. Basil does not exactly agree with the Benedictine text, but the variations are not material.    Cf. Rom. viii. 3,” and other similar phrases which seem to refer, in the matter of the Passion, to the Divine Nature, and not to the Humanity, we shall none the less refuse to abandon sound doctrine, seeing that Paul himself declares to us more clearly the mystery of this subject. For he everywhere attributes to the Human element in Christ the dispensation of the Passion, when he says, “for since by man came death, by man came also the resurrection of the dead702    This interpretation is of course common to many of the Fathers, though S. Augustine, for instance, explains the “ninety and nine” otherwise, and his explanation has been often followed by modern writers and preachers. The present interpretation is assumed in a prayer, no doubt of great antiquity, which is found in the Liturgy of S. James, both in the Greek and the Syriac version, and also in the Greek form of the Coptic Liturgy of S. Basil, where it is said to be “from the Liturgy of S. James.”    Reading ἑαυτοῦ for the ἑαυτῶν of Oehler’s text, for which no authority is alleged by the editor, and which is probably a mere misprint.    1 Cor. xv. 21.,” and, “God, sending His own Son in the likeness of sinful flesh, condemned sin in the flesh703    Acts ii. 24.    The argument here takes the form of a reductio ad absurdum; assuming that S. Peter’s reference is to the “visible man,” and bearing in mind S. Basil’s words that S. Peter refers to Him Who “emptied Himself,” it is said “then it was the ‘visible man’ who ‘emptied himself.’ But the purpose of that ‘emptying’ was the ‘taking the form of a servant,’ which again is the coming into being as man: therefore the ‘visible man’ ‘emptied himself,’ to come into being as man, which is absurd.” The wording of S. Basil’s statement makes the argument in a certain degree plausible;—if he had said that S. Peter referred to the Son, not in regard to his actual essence, but in regard to the fact that He “emptied Himself” to become man, and as so having “emptied Himself” (which is no doubt what he intended his words to mean), then the reductio ad absurdum would not apply; nor would the later arguments, by which Eunomius proceeds to prove that He Who “emptied Himself” was no mere man, but the Word Who was in the beginning, have any force as against S. Basil’s statement.    Cf. Rom. viii. 3” (for he says, “in the flesh,” not “in the Godhead”); and “He was crucified through weakness” (where by “weakness” he means “the flesh”), “yet liveth by power704    See Book II. §§4 and 8, and note on the former passage.    S. John i. 1 sqq.    2 Cor. xiii. 4.” (while he indicates by “power” the Divine Nature); and, “He died unto sin” (that is, with regard to the body), “but liveth unto God705    With this passage may be compared the parallel passage in Bk. II. §8. The interpretation of the “many brethren” of those baptized suggests that Gregory understood the “predestination” spoken of in Rom. viii. 29 to be predestination to baptism.    S. John i. 14    Rom. vi. 10.” (that is, with regard to the Godhead, so that by these words it is established that, while the Man tasted death, the immortal Nature did not admit the suffering of death); and again; “He made Him to be sin for us, Who knew no sin706    Cf. Col. iii. 9, and Eph. iv. 24.    Cf. Phil. ii. 7, 8.    2 Cor. v. 21.,” giving once more the name of “sin” to the flesh.

Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθίαν τῶν ἐγκλημάτων, ὡς ἂν μηδὲν τῶν ἐπενεχθέντων ἡμῖν ἀναπολόγητον παραδράμοιμεν. καὶ πρῶτον εἰ δοκεῖ τοῦτο σκεψώμεθα, ὅπως ἡμᾶς αἰτιᾶται κοινὸν ἄνθρωπον τὴν τοῦ παντὸς σωτηρίαν ἐνηργηκέναι λέγειν. τοῦτο γὰρ εἰ καὶ διὰ τῶν ἐξητασμένων μετρίως ἤδη προαποδέδεικται, ἀλλ' ὡς ἂν διὰ πάντων ἐκκαθαρθείη τῶν ἐκ διαβολῆς κρινόντων ἡμᾶς ἡ ὑπόληψις, ἐν ὀλίγῳ πάλιν διαληψόμεθα. ἡμεῖς τοσοῦτον ἀπέχομεν εἰς κοινὸν ἄνθρωπον τῆς μεγάλης καὶ ὑπὲρ λόγον χάριτος τὴν αἰτίαν ἀνάγειν, ὥστε κἂν εἰς Πέτρον καὶ Παῦλον ἢ εἰς οὐράνιον ἄγγελον ἀναφέρῃ τις τὴν τοιαύτην εὐεργεσίαν, ἀνάθεμα λέγειν τοῦτον κατὰ τὸν Παύλου νόμον. οὔτε γὰρ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν οὔτε εἰς ἀνθρώπινον ἐβαπτίσθημεν ὄνομα. οὐ μὴν ἐπειδὴ κρείττω τῆς ἀνθρωπίνης φύσεως εἶναι τὴν σωτήριον τοῦ Χριστοῦ δύναμιν ὁμολογοῦμεν, ἤδη τὸ δόγμα τῶν ὑπεναντίων τὸ κατὰ τῆς ἀληθείας κρατύνεται. τοῖς μὲν γὰρ σκοπός ἐστι διὰ πάντων κατασκευάσαι τὴν τῆς οὐσίας τοῦ υἱοῦ πρὸς τὴν τοῦ πατρὸς ἀλλοτρίωσιν, καὶ οὐ μόνον τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολῇ, ἀλλὰ καὶ τῇ τοῦ παθητοῦ πρὸς τὸ ἀπαθὲς ἀντιθέσει τὸ κατ' οὐσίαν ἀνόμοιον ἀποδεικνύειν σπουδάζουσι. καὶ τοῦτο γυμνότερον μὲν ἐν τοῖς τελευταίοις τοῦ λόγου κατασκευάζεται, φανερὸν δὲ καὶ διὰ τῶν νῦν λεγομένων οὐχ ἧττόν ἐστιν. εἰ γὰρ αἰτιᾶται τοὺς τὸ πάθος τῇ ἀνθρωπίνῃ φύσει ἀνατιθέντας, βούλεται πάντως αὐτὴν τῷ πάθει ὑπαγαγεῖν τὴν θεότητα. διπλῆς γὰρ οὔσης καὶ ἀμφιβόλου τῆς ὑπολήψεως, εἴτε τὸ θεῖον εἴτε τὸ ἀνθρώπινον ἐν πάθει γέγονεν, ἡ τοῦ ἑνὸς κατηγορία κατασκευὴ πάντως τοῦ λειπομένου γίνεται. εἰ τοίνυν αἰτιῶνται τοὺς τὸ πάθος περὶ τὸν ἄνθρωπον βλέποντας, ἐπαινοῦσι πάντως τοὺς ἐμπαθῆ λέγοντας τοῦ υἱοῦ τὴν θεότητα, τὸ δὲ διὰ τούτων κατασκευαζόμενον συνηγορία τῆς τοῦ δόγματος αὐτῶν ἀτοπίας γίνεται. εἰ γὰρ πάσχει μὲν κατὰ τὸν λόγον αὐτῶν τοῦ υἱοῦ ἡ θεότης, ἡ δὲ τοῦ πατρὸς ἐν ἀπαθείᾳ πάσῃ φυλάσσεται, ἡ ἀπαθὴς ἄρα φύσις πρὸς τὴν παραδεχομένην τὸ πάθος κατὰ τὴν οὐσίαν ἀλλοτρίως ἔχει. ἐπειδὴ τοίνυν βραχὺ μὲν ὅσον ἐν τῇ περιγραφῇ τῶν ῥημάτων ἐστὶ τὸ λεγόμενον, πάσης δὲ τῆς περὶ τὸ δόγμα κακίας τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις παρέχεται, δίκαιον ἂν εἴη τοὺς ἐντυγχάνοντας μὴ τὸ σύντομον τῆς ἀποκρίσεως, ἀλλὰ τὸ ἀσφαλὲς ἀπαιτεῖν. ἡμεῖς τοίνυν οὔτε ἀνθρώπῳ τὴν σωτηρίαν ἑαυτῶν ἀνατίθεμεν οὔτε τὴν ἀκήρατον καὶ θείαν φύσιν ἐμπαθῆ καὶ ἐπίκηρον εἶναι καταδεχόμεθα, ἀλλ' ἐπειδὴ χρὴ πάντως πιστεύειν ταῖς θείαις φωναῖς, αἳ θεὸν τὸν ἐν ἀρχῇ ὄντα λόγον κηρύσσουσι, μετὰ ταῦτα δὲ τὸν λόγον σάρκα γενόμενον ἐπὶ τῆς γῆς ὀφθῆναι καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, τὰ πρόσφορα τῆς θείας φωνῆς νοήματα τῇ πίστει δεχόμεθα. ὅταν μὲν γὰρ ἀκούωμεν ὅτι φῶς ἐστι καὶ δύναμις καὶ δικαιοσύνη καὶ ζωὴ καὶ ἀλήθεια καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, πάντα ταῦτα καὶ τὰ τοιαῦτα πιστὰ ποιούμεθα εἰς τὸν λόγον [τὸν θεὸν] ἀναφέροντες, ὅταν δὲ λύπην καὶ ὕπνον καὶ ἔνδειαν καὶ ταραχὴν καὶ δεσμὰ καὶ ἥλους καὶ λόγχην καὶ αἷμα καὶ τραύματα καὶ ταφὴν καὶ μνημεῖον καὶ ὅσα ἄλλα τοιαῦτα, κἂν ὑπεναντίως ἔχῃ τοῖς προαποδεδομένοις, οὐδὲν ἧττον πιστά τε καὶ ἀληθῆ εἶναι δεχόμεθα πρὸς τὴν σάρκα βλέποντες, ἣν τῇ πίστει μετὰ τοῦ λόγου παρεδεξάμεθα. ὡς γὰρ οὐκ ἔστι τὰ τῆς σαρκὸς ἰδιώματα τῷ ἐν ἀρχῇ ὄντι ἐπιθεωρηθῆναι λόγῳ, οὕτως αὖ πάλιν οὐδὲ τὰ τῆς θεότητος ἴδια ἐν τῇ τῆς σαρκὸς φύσει κατανοῆσαι. διὸ μεμιγμένης τῆς εὐαγγελικῆς περὶ τοῦ κυρίου διδασκαλίας διά τε τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν καὶ διὰ τῶν ταπεινῶν τε καὶ ἀνθρωπίνων ἑκάτερον τῶν νοημάτων ἑκατέρῳ τῶν ἐν τῷ μυστηρίῳ νοουμένων καταλλήλως ἁρμόζομεν, τὸ μὲν ἀνθρώπινον τῷ ἀνθρωπίνῳ τὸ δὲ ὑψηλὸν τῇ θεότητι, καί φαμεν ὅτι, καθὸ θεὸς ὁ υἱός, ἀπαθὴς πάντως ἐστὶ καὶ ἀκήρατος, εἰ δέ τι πάθος ἐν τῷ εὐαγγελίῳ περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος τὸ τοιοῦτον ἐνήργησεν. ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος τὴν τοῦ παντὸς σωτηρίαν, ὡς εἶναι τῆς μὲν σαρκὸς τὸ πάθος, τοῦ δὲ θεοῦ τὴν ἐνέργειαν: κἂν τὸν ἀπόστολον εἰς συνηγορίαν τινὲς τοῦ ἐναντίου καθέλκωσι δόγματος λέγοντα ὅτι τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν ἔπεμψεν καὶ ὅσα τοιαῦτα πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ, οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα, αὐτοῦ τοῦ Παύλου γυμνότερον τὸ περὶ τούτου σαφηνίσαντος ἡμῖν μυστήριον. πανταχοῦ γὰρ τῷ ἀνθρωπίνῳ μέρει τοῦ Χριστοῦ τὴν τοῦ πάθους οἰκονομίαν προσμαρτυρεῖ λέγων Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν, καὶ Ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί: ἐν τῇ σαρκὶ γάρ φησιν, οὐκ ἐν τῇ θεότητι: καὶ Ἐσταυρώθη ἐξ ἀσθενείας (τὴν σάρκα διὰ τῆς ἀσθενείας σημαίνων), ζῇ δὲ ἐκ δυνάμεως (τὸ θεῖον διὰ τῆς δυνάμεως ἐνδεικνύμενος), καὶ Ἀπέθανε τῇ ἁμαρτίᾳ (τουτέστιν τῷ σώματι), ζῇ δὲ τῷ θεῷ (τουτέστι τῇ θεότητι): ὥστε διὰ τούτων κατασκευάζεσθαι ὅτι ὁ μὲν ἄνθρωπος τοῦ θανάτου ἐγεύσατο, ἡ δὲ ἀθάνατος φύσις τὸ κατὰ θάνατον οὐ παρεδέξατο πάθος, καὶ Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν, φησίν, ἁμαρτίαν ἐποίησε, πάλιν ἁμαρτίαν ὀνομάζων τὴν σάρκα.