[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§2. He then ingeniously shows that the generation of the Son is not according to the phrase of Eunomius, “The Father begat Him at that time when He chose, and not before:” but that the Son, being the fulness of all that is good and excellent, is always contemplated in the Father; using for this demonstration the support of Eunomius’ own arguments.

However, though there is no interval between them, he does not admit that their communion is immediate and intimate, but condescends to the measure of our knowledge, and converses with us in human phrase as one of ourselves, himself quietly confessing the impotence of reasoning and taking refuge in a line of argument that was never taught by Aristotle and his school. He says, “It was good and proper that He should beget His Son at that time when He willed: and in the minds of sensible men there does not hence arise any questioning why He did not do so before.” What does this mean, Eunomius? Are you too going afoot like us unlettered men? are you leaving your artistic periods and actually taking refuge in unreasoning assent? you, who so much reproached those who take in hand to write without logical skill? You, who say to Basil, “You show your own ignorance when you say that definitions of the terms that express things spiritual are an impossibility for men,” who again elsewhere advance the same charge, “you make your own impotence common to others, when you declare that what is not possible for you is impossible for all”? Is this the way that you, who say such things as these, approach the ears of him who questions about the reason why the Father defers becoming the Father of such a Son? Do you think it an adequate explanation to say, “He begat Him at that time when He chose: let there be no questioning on this point”? Has your apprehensive fancy grown so feeble in the maintenance of your doctrines? What has become of your premises that lead to dilemmas? What has become of your forcible proofs? how comes it that those terrible and inevitable syllogistic conclusions of your art have dissolved into vanity and nothingness? “He begat the Son at that time when He chose: let there be no questioning on this point!” Is this the finished product of your many labours, of your voluminous undertakings? What was the question asked? “If it is good and fitting for God to have such a Son, why are we not to believe that the good is always present with Him856    To make the grammar of the sentence exact τὴν should here be substituted for τὸν, the object of the verb being apparently γέννησιν not λόγον. The whole section of the analysis is rather confused, and does not clearly reproduce S. Gregory’s division of the subject. A large part of this section, and of that which follows it, is repeated with very slight alteration from Bk. II. §9 (see pp. 113–115 above). The resemblances are much closer in the Greek text than they appear in the present translation, in which different hands have been at work in the two books.    Cf. S. Basil adv. Eun. II. 12, quoted above, p. 207.    S. John x. 9?” What is the answer he makes to us from the very shrine of his philosophy, tightening the bonds of his argument by inevitable necessity? “He made the Son at that time when He chose: let there be no questioning as to why He did not do so before.” Why, if the inquiry before us were concerning some irrational being, that acts by natural impulse, why it did not sooner do whatever it may be,—why the spider did not make her webs, or the bee her honey, or the turtle-dove her nest,—what else could you have said? would not the same answer have been ready—“She did it at that time when she chose: let there be no questioning on this matter”? Nay, if it were concerning some sculptor or painter who works in paintings or in sculptures by his imitative art, whatever it may be (supposing that he exercises his art without being subject to any authority), I imagine that such an answer would meet the case of any one who wished to know why he did not exercise his art sooner,—that, being under no necessity, he made his own choice the occasion of his operation. For men, because they do not always wish the same things857    i.e.S. Basil.    Reading ταὐτὰ for ταῦτα, which appears in the text of Oehler as well as in the earlier editions.    Reading εἴπωμεν, for which Oehler’s text substitutes εἴπομεν, and commonly have not power co-operating with their will, do something which seems good to them at that time when their choice inclines to the work, and they have no external hindrance. But that nature which is always the same, to which no good is adventitious, in which all that variety of plans which arises by way of opposition, from error or from ignorance, has no place, to which there comes nothing as a result of change, which was not with it before, and by which nothing is chosen afterwards which it had not from the beginning regarded as good,—to say of this nature that it does not always possess what is good, but afterwards chooses to have something which it did not choose before,—this belongs to wisdom that surpasses us. For we were taught that the Divine. Nature is at all times full of all good, or rather is itself the fulness of all goods, seeing that it needs no addition for its perfecting, but is itself by its own nature the perfection of good. Now that which is perfect is equally remote from addition and from diminution; and therefore, we say that perfection of goods which we behold in the Divine Nature always remains the same, as, in whatsoever direction we extend our thoughts, we there apprehend it to be such as it is. The Divine Nature, then, is never void of good: but the Son is the fulness of all good: and accordingly He is at all times contemplated in that Father Whose Nature is perfection in all good. But he says, “let there be no questioning about this point, why He did not do so before:” and we shall answer him,—“It is one thing, most sapient sir, to lay down as an ordinance some proposition that you happen to approve858    ἀνωτάτω may be “supreme,” in the sense of “ultimate” or “most remote,” or in the more ordinary sense of “most exalted.”    Reading τι τῶν κατὰ γνωμὴν, for τι τῶν καταγνωμῶν, which is the reading of the editions, but introduces a word otherwise apparently unknown.    S. John i. 18, and another to make converts by reasoning on the points of controversy. So long, therefore, as you cannot assign any reason why we may piously say that the Son was “afterwards” begotten by the Father, your ordinances will be of no effect with sensible men.”

Thus it is then that Eunomius brings the truth to light for us as the result of his scientific attack. And we for our part shall apply his argument, as we are wont to do, for the establishment of the true doctrine, so that even by this passage it may be clear that at every point, constrained against their will, they advocate our view. For if, as our opponent says, “He begat the Son at that time when He chose,” and if He always chose that which is good, and His power coincided with His choice, it follows that the Son will be considered as always with the Father, Who always both chooses that which is excellent, and is able to possess what He chooses. And if we are to reduce his next words also to truth, it is easy for us to adapt them also to the doctrine we hold:—“Let there be no questioning among sensible men on this point, why He did not do so before”—for the word “before” has a temporal sense, opposed to what is “afterwards” and “later”: but on the supposition that time does not exist, the terms expressing temporal interval are surely abolished with it. Now the Lord was before times and before ages: questioning as to “before” or “after” concerning the Maker of the ages is useless in the eyes of reasonable men: for words of this class are devoid of all meaning, if they are not used in reference to time. Since then the Lord is antecedent to times, the words “before” and “after” have no place as applied to Him. This may perhaps be sufficient to refute arguments that need no one to overthrow them, but fall by their own feebleness. For who is there with so much leisure that he can give himself up to such an extent to listen to the arguments on the other side, and to our contention against the silly stuff? Since, however, in men prejudiced by impiety, deceit is like some ingrained dye, hard to wash out, and deeply burned in upon their hearts, let us spend yet a little time upon our argument, if haply we may be able to cleanse their souls from this evil stain. After the utterances that I have quoted, and after adding to them, in the manner of his teacher Prunicus,859    i.e.S. Basil.    So in Book I. πρῶτον μὲν τῆς Προυνίκου σοφίας γίνεται μαθητὴς, and Book XIII. p. 844 (Paris Edit.). It may be questioned whether the phrase in Books I. and XIII., and that here, refers to a supposed connection of Eunomius with Gnosticism. The Προύνικος Σοφία of the Gnostics was a “male-female,” and hence the masculine τὸν παιδεύτην might properly be applied to it. If this point were cleared up, we might be more certain of the meaning to be attached to the word ὀκτάδας, which is also possibly borrowed from the Gnostic phraseology, being akin to the form ὀγδοάδας. [On the Gnostic conception of “Prunicus,” see the note on the subject in Harvey’s Irenæus (vol. I. p. 225), and Smith and Wace’s Dict. Chr. Biogr. s.v. On the Gnostic Ogdoads, see Mansel’s Gnostic Heresies, pp. 152 sqq., 170 sqq., and the articles on Basilides and Valentinus in Dict. Chr. Biogr.]    1 Tim. vi. 16. some unconnected and ill-arranged octads of insolence and abuse, he comes to the crowning point of his arguments, and, leaving the illogical exposition of his folly, arms his discourse once more with the weapons of dialectic, and maintains his absurdity against us, as he imagines, syllogistically.

μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται;
Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρωπικῶς ἡμῖν ὡς εἷς ἡμῶν καὶ αὐτὸς διαλέγεται ὑφομολογῶν ἠρέμα τῶν λογισμῶν τὴν ἀσθένειαν καὶ καταφεύγων ἐπὶ τὸν λόγον ὃν Ἀριστοτέλης τε καὶ οἱ κατ' αὐτὸν οὐκ ἐδίδαξαν. « τότε γάρ », φησί, « καλὸν καὶ πρέπον γεννῆσαι τὸν υἱόν, ὅτε ἐβούλετο, μηδεμιᾶς ἐκ τούτου ζητήσεως ἐγγινομένης τοῖς σώφροσιν τοῦ διὰ τί μὴ πρότερον ». τί ταῦτα, Εὐνόμιε; καὶ σὺ πεζεύεις κατὰ τοὺς ἰδιώτας ἡμᾶς καὶ καταλιπὼν τὰς τεχνικὰς περιόδους ἐπὶ τὴν ἄλογον συγκατάθεσιν καὶ αὐτὸς καταφεύγεις ὁ πολλὰ τοῖς ἄνευ λογικῆς ἐντρεχείας ἐπιχειροῦσι τῷ γράφειν ἐπονειδίσας, ὁ πρὸς Βασίλειον λέγων ὅτι « δι' ὧν ἀδύνατον τοῖς ἀνθρώποις εἶναι λέγεις τὰς ὑπὲρ τῶν πνευματικῶν λόγων εὐθύνας, τὴν ἰδίαν ἐλέγχεις ἄγνοιαν », καὶ πάλιν ἑτέρωθι τὸ ἴσον προφέρων ὅτι « τὴν ἰδίαν ἀσθένειαν κοινοποιεῖς, τὸ σοὶ » μὴ « δυνατὸν πᾶσιν ἀδύνατον ἀποφαινόμενος »; ὁ ταῦτα καὶ τὰ τοιαῦτα λέγων οὕτω προσάγεις τὴν ἀκοὴν τοῦ ἐπιζητοῦντος τὴν αἰτίαν καθ' ἣν ἀναβάλλεται τοιούτου γενέσθαι πατὴρ ὁ πατήρ; ἀρκεῖν οἴει πρὸς ἀπόδειξιν τὸ εἰπεῖν ὅτι τότε ἐγέννησεν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις; οὕτως σοι πρὸς τὴν κατασκευὴν τῶν δογμάτων ἠσθένησεν ἡ καταληπτικὴ φαντασία; ποῦ αἱ διλήμματοι προτάσεις; ποῦ αἱ βίαιοι κατασκευαί; πῶς σοι φροῦδα καὶ ἀνυπόστατα διαρρυέντα τῆς τέχνης οἴχεται τὰ φοβερά τε καὶ ἄφυκτα τῶν συλλογισμῶν συμπεράσματα; « τότε ἐγέννησε τὸν υἱὸν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις ». ταῦτα τῶν πολλῶν ἱδρώτων, ταῦτα τῶν ὑπερόγκων ἐπαγγελμάτων « τὰ » ἀποτελέσματα; τί τὸ ἐρώτημα ἦν; εἰ καλὸν καὶ πρέπον θεῷ τοιοῦτον ἔχειν υἱόν, διὰ τί μὴ ἀεὶ τὸ καλὸν μετ' αὐτοῦ εἶναι πιστεύεται; τίς ἡ ἀπόκρισις ἣν ἐξ αὐτῶν ἡμῖν τῶν ἀδύτων τῆς φιλοσοφίας πεποίηται, ταῖς ἀλύτοις ἀνάγκαις διασφίγξας τὸν λόγον; τότε ἐποίησε τὸν υἱὸν ὅτε ἐβούλετο, μηδεμία δὲ περὶ τούτου ζήτησις ἔστω, διὰ τί μὴ πρότερον. εἰ δὲ περὶ τῶν ἀλόγων τινὸς ἡ σκέψις προέκειτο τῶν κατά τινα φυσικὴν ὁρμὴν ἐνεργούντων, διὰ τί μὴ πρότερον τὸ δοκοῦν κατειργάσατο ἢ ὁ ἀράχνης τὰ νήματα ἢ τὸ κηρίον ἡ μέλιττα ἢ τὴν καλιὰν ἡ τρυγών, τί ἂν ἕτερον εἰπεῖν ἔσχες; ἢ οὐκ αὐτὴ πρόχειρος ἂν ἦν ἡ ἀπόκρισις ὅτι τότε ἐποίησεν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις; ἀλλὰ καὶ περὶ πλάστου τινὸς ἢ ζωγράφου τὸ δοκοῦν διὰ τῆς μιμητικῆς ἐνεργοῦντος τέχνης ἢ ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, ὅταν μὴ ὑποχείριος ὢν ἐξουσίᾳ τινὶ πρὸς ἐνέργειαν ἄγῃ τὴν τέχνην, ἁρμόζειν οἶμαι τὴν τοιαύτην φωνὴν ἐπὶ τοῦ μαθεῖν ἐθέλοντος, διὰ τί μὴ πρότερον ἐνεργὸν τὴν τέχνην ἐποίησεν, ὅτι οὐκ ἔχων ἀνάγκην καιρὸν τῆς ἐνεργείας πεποίηται τὴν προαίρεσιν. ἄνθρωποι γὰρ διὰ τὸ μήτε ἀεὶ ταὐτὰ βούλεσθαι μήτε συνεργοῦσαν ἔχειν ὡς τὰ πολλὰ τῇ βουλήσει τὴν δύναμιν τότε ποιοῦσί τι τῶν κατὰ γνώμην, ὅταν αὐτοῖς ἥ τε προαίρεσις πρὸς τὸ ἔργον ῥέψῃ καὶ μηδὲν κωλύῃ τῶν ἔξωθεν. τὸ δὲ ἀεὶ ὡσαύτως ἔχον, ᾧ ἐπίκτητον τῶν ἀγαθῶν ἐστιν οὐδέν, ἐν ᾧ πᾶσα διαφορὰ βουλευμάτων ἡ κατὰ τὸ ἐναντίον κατά τινα πλάνην καὶ ἄγνοιαν ἐγγινομένη χώραν οὐκ ἔχει, ὃ οὐδὲν ἐκ μεταβολῆς γίνεται ὃ μὴ πρότερον ἦν, μηδὲ αἱρεῖταί τι μετὰ ταῦτα ὃ μὴ ἐξ ἀρχῆς ὡς ἀγαθὸν κατενόησε_περὶ τούτου λέγειν μὴ ἀεὶ τὸ καλὸν ἔχειν, ἀλλ' ὕστερον ἑλέσθαι τι ἔχειν ὃ μὴ πρότερον εἵλετο, ταῦτα τῆς ὑπερβαλλούσης ἡμᾶς σοφίας ἐστίν. ἡμεῖς γὰρ ἐμάθομεν ὅτι τὸ θεῖον ἀεὶ παντὸς ἀγαθοῦ πλῆρές ἐστιν, μᾶλλον δὲ αὐτὸ τῶν ἀγαθῶν ἐστι τὸ πλήρωμα « ἀ »εὶ καὶ οὐδεμιᾶς προσθήκης εἰς τελείωσιν δέεται, ἀλλ' αὐτὸ τῇ ἑαυτοῦ φύσει ἡ τοῦ ἀγαθοῦ τελειότης ἐστί: τὸ δὲ τέλειον ἐπίσης αὐξήσεώς τε καὶ μειώσεως ἠλλοτρίωται: καὶ διὰ τοῦτο τὴν ἐπιθεωρουμένην τῇ θείᾳ φύσει τῶν ἀγαθῶν τελειότητα πάντοτέ φαμεν τὴν αὐτὴν εἶναι, καθ' ὅπερ ἂν τὴν διάνοιαν ἑαυτῶν ἐπεκτείνωμεν, ἐκεῖ τοιαύτην καταλαμβάνοντες. οὐκοῦν οὐδέποτε κενὸν ἀγαθοῦ τὸ θεῖον. ἀλλὰ μὴν ἀγαθοῦ παντὸς πλήρωμα ὁ υἱός: πάντοτε ἄρα ἐν τῷ πατρὶ θεωρεῖται, ᾧ φύσις ἡ ἐν παντὶ ἀγαθῷ τελειότης. ἀλλά, φησί, μηδεμία ἔστω ζήτησις, διὰ τί μὴ πρότερον. πρὸς ὃν ἐροῦμεν ἡμεῖς ὅτι ἄλλο ἐστίν, ὦ σοφώτατε, « τὸ » νομοθετεῖν τι τῶν κατὰ γνώμην ἐξ ἐπιτάγματος καὶ ἕτερον τὸ λόγῳ περὶ τῶν ἀμφιβαλλομένων προσάγεσθαι. ἕως ἂν τοίνυν μηδεμίαν ἔχῃς αἰτίαν εἰπεῖν, καθ' ἣν εὐσεβές ἐστιν ὕστερον τῷ πατρὶ τὸν υἱὸν προσγεγενῆσθαι λέγειν, ἀργήσει σοι τὸ ἐπίταγμα παρὰ τοῖς σωφρονοῦσιν.
Οὕτω μὲν οὖν ἡμῖν ἐκ τῆς τεχνικῆς ἐφόδου τὴν ἀλήθειαν Εὐνόμιος εἰς τὸ ἐμφανὲς ἄγει. ἡμεῖς δὲ κατὰ τὸ σύνηθες ἡμῖν τὸν ἐκείνου λόγον πρὸς κατασκευὴν τῶν τῆς ἀληθείας δογμάτων οἰκειωσώμεθα, ὡς ἂν καὶ διὰ τούτου γένοιτο δῆλον ὅτι πανταχοῦ κατὰ τὸ ἀκούσιον ὑπ' αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενοι τῷ καθ' ἡμᾶς συναγορεύουσι λόγῳ. εἰ γὰρ « τότε ἐγέννησε τὸν υἱὸν ὅτε ἐβούλετο », καθώς φησιν ὁ ἀντίπαλος, ἐβούλετο δὲ τὸ ἀγαθὸν ἀεί, σύνδρομος δὲ τῇ βουλήσει ἡ δύναμις, ἀεὶ ἄρα ὁ υἱὸς μετὰ τοῦ πατρὸς νοηθήσεται τοῦ ἀεὶ καὶ βουλομένου τὸ καλὸν καὶ δυναμένου ἔχειν ὃ βούλεται. εἰ δὲ χρὴ καὶ τὸν ἐφεξῆς αὐτοῦ λόγον προσαγαγεῖν τῇ ἀληθείᾳ, ῥᾴδιόν ἐστι καὶ τοῦτον τῷ καθ' ἡμᾶς συναρμόσαι δόγματι ὅτι « μηδεμία περὶ τούτου ζήτησις ἔστω τοῖς σώφροσιν, διὰ τί μὴ πρότερον ». ἡ γὰρ τοῦ « πρότερον » λέξις χρονικήν τινα τὴν ἔνδειξιν ἔχει, ἀντιδιαστελλομένη πρὸς τὸ μετὰ ταῦτα καὶ ὕστερον: ὅταν δὲ χρόνος μὴ ᾖ, συναναιρεῖται πάντως καὶ τῆς χρονικῆς διαστάσεως τὰ ὀνόματα. ἀλλὰ μὴν πρὸ χρόνων καὶ πρὸ αἰώνων ὁ κύριος: ἄχρηστος ἄρα τοῖς νοῦν ἔχουσιν ἐπὶ τοῦ ποιητοῦ τῶν αἰώνων ἡ τοῦ πρότερον καὶ ὕστερον ζήτησις: κενὰ γὰρ πάσης διανοίας ἐστὶ τὰ τοιαῦτα τῶν ὀνομάτων μὴ ἐπὶ χρόνου λεγόμενα. ἐπεὶ οὖν πρὸ τῶν χρόνων ὁ κύριος, τὸ πρότερον πάντως καὶ τὸ ὕστερον ἐπ' αὐτοῦ χώραν οὐκ ἔχει. τάχα μὲν ἀπόχρη καὶ ταῦτα πρὸς ἀνατροπὴν τῶν οὐ δεομένων τοῦ προσπαλαίοντος, ἀλλ' ὑπὸ τῆς ἰδίας αὐτῶν ἀτονίας καταπιπτόντων. τίς γὰρ τοσοῦτον εὔσχολος ἐκ τῶν τοῦ βίου φροντίδων ὡς ἐπὶ τοσοῦτον ἑαυτὸν δοῦναι τῇ ἀκροάσει τῆς τε ματαιότητος τῶν ὑπεναντίων λόγων καὶ τῆς ἡμετέρας πρὸς τὰ μάταια πράγματα μάχης; ἀλλ' ἐπειδὴ τοῖς προειλημμένοις τῇ ἀσεβείᾳ καθάπερ τις δευσοποιὸς βαφὴ καὶ δυσέκνιπτος ἡ ἀπάτη καὶ διὰ βάθους ταῖς καρδίαις ἐγκέκαυται, μικρὸν ἔτι τῷ λόγῳ προσδιατρίψωμεν, εἴ πως δυνηθείημεν τῆς πονηρᾶς αὐτῶν ταύτης κηλῖδος τὰς ψυχὰς ἀπορρύψαι. εἰπὼν γὰρ τὰ εἰρημένα καὶ ἐπαγαγὼν τούτοις κατὰ τὸν παιδευτὴν αὐτοῦ Προύνικον ἀσυναρτήτους τινὰς καὶ ἀναρμόστους ὕβρεών τε καὶ λοιδορημάτων ὀκτάδας ἐπὶ τὸν κολοφῶνα τῶν ἐπιχειρημάτων μετέρχεται καὶ καταλιπὼν τὴν ἀσυλλόγιστον τῆς ματαιότητος ἔκθεσιν πάλιν τοῖς κέντροις τῆς διαλεκτικῆς καθοπλίσας τὸν λόγον συλλογιστικῶς ὡς οἴεται καθ' ἡμῶν κατασκευάζει τὸ ἄτοπον.