[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§2. He then wonderfully displays the Eternal Life, which is Christ, to those who confess Him not, and applies to them the mournful lamentation of Jeremiah over Jehoiakim, as being closely allied to Montanus and Sabellius.

But now that I have surveyed what remains of his treatise I shrink from conducting my argument further, as a shudder runs through my heart at his words. For he wishes to show that the Son is something different from eternal life, while, unless eternal life is found in the Son, our faith will be proved to be idle, and our preaching to be vain, baptism a superfluity, the agonies of the martyrs all for nought, the toils of the Apostles useless and unprofitable for the life of men. For why did they preach Christ, in Whom, according to Eunomius, there does not reside the power of eternal life? Why do they make mention of those who had believed in Christ, unless it was through Him that they were to be partakers of eternal life? “For the intelligence,” he says, “of those who have believed in the Lord, overleaping all sensible and intellectual existence, cannot stop even at the generation of the Son, but speeds beyond even this in its yearning for eternal life, eager to meet the First.” What ought I most to bewail in this passage? that the wretched men do not think that eternal life is in the Son, or that they conceive of the Person of the Only-begotten in so grovelling and earthly a fashion, that they fancy they can mount in their reasonings upon His beginning, and so look by the power of their own intellect beyond the life of the Son, and, leaving the generation of the Lord somewhere beneath them, can speed onward beyond this in their yearning for eternal life? For the meaning of what I have quoted is nothing else than this, that the human mind, scrutinizing the knowledge of real existence, and lifting itself above the sensible and intelligible creation, will leave God the Word, Who was in the beginning, below itself, just as it has left below it all other things, and itself comes to be in Him in Whom God the Word was not, treading, by mental activity, regions which lie beyond the life of the Son, there searching for eternal life, where the Only-begotten God is not. “For in its yearning for eternal life,” he says, “it is borne in thought, beyond the Son”—clearly as though it had not in the Son found that which it was seeking. If the eternal life is not in the Son, then assuredly He Who said, “I am the life885    This quotation from Eunomius presents some difficulties, but it is quite as likely that they are due to the obscurity of his style, as that they are due to corruption of the text.    S. John xi. 25    That is, of the Son’s goodness: for S. Gregory’s comment on the awkward use of the pronoun σφετέρας, see p. 233, inf.,” will be convicted of falsehood, or else He is life, it is true, but not eternal life. But that which is not eternal is of course limited in duration. And such a kind of life is common to the irrational animals as well as to men. Where then is the majesty of the very life, if even the irrational creation share it? and how will the Word or Divine Reason886    i. e.with the subject of discussion, the generation of the Only-begotten.    ὁ λόγος: the idea of “reason” must be expressed to convey the force required for the argument following.    Cf. Phil. ii. 6 be the same as the Life, if this finds a home, in virtue of the life which is but temporary, in irrational creatures? For if, according to the great John, the Word is Life887    The genitive ληξέως is rather awkward; it may be explained, however, as dependent upon ἀρχήν; “He began to be generated: He began to cease being generated.”    Cf. S. John i. 4    Deut. xxxii. 6., but that life is temporary and not eternal, as their heresy holds, and if, moreover, the temporary life has place in other creatures, what is the logical consequence? Why, either that irrational animals are rational, or that the Reason must be confessed to be irrational. Have we any further need of words to confute their accursed and malignant blasphemy? Do such statements even pretend to conceal their intention of denying the Lord? For if the Apostle plainly says that what is not eternal is temporary888    Ps. cxxvi. 3.    The reference is perhaps to 2 Cor. iv. 18.    Heb. xii. 2., and if these people see eternal life in the essence of the Father alone, and if by alienating the Son from the Nature of the Father they also cut Him off from eternal life, what is this but a manifest denial and rejection of the faith in the Lord? while the Apostle clearly says that those who “in this life only have hope in Christ are of all men most miserable889    S. Luke xxii. 35.    Cf. 1 Cor. xv. 19..” If then the Lord is life, but not eternal life, assuredly the life is temporal, and but for a day, that which is operative only for the present time, or else890    S. Matt. xxv. 1    If we might read ᾑ for ἢ the sense of the passage would be materially simplified:—“His life is temporal, that life which operates only for the present time, whereon those who hope are the objects of the Apostle’s pity.” the Apostle bemoans those who have hope, as having missed the true life.

However, they who are enlightened in Eunomius’ fashion pass the Son by, and are carried in their reasonings beyond Him, seeking eternal life in Him Who is contemplated as outside and apart from the Only-begotten. What ought one to say to such evils as these,—save whatever calls forth lamentation and weeping? Alas, how can we groan over this wretched and pitiable generation, bringing forth a crop of such deadly mischiefs? In days of yore the zealous Jeremiah bewailed the people of Israel, when they gave an evil consent to Jehoiakim who led the way to idolatry, and were condemned to captivity under the Assyrians in requital for their unlawful worship, exiled from the sanctuary and banished far from the inheritance of their fathers. Yet more fitting does it seem to me that these lamentations be chanted when the imitator of Jehoiakim draws away those whom he deceives to this new kind of idolatry, banishing them from their ancestral inheritance,—I mean the Faith. They too, in a way corresponding to the Scriptural record, are carried away captive to Babylon from Jerusalem that is above,—that is from the Church of God to this confusion of pernicious doctrines,—for891    The phrase is obscure, and the text possibly corrupt. To read τὰς ἐννοίας (as Gulonius seems to have done) would simplify matters: but the general sense is clear—that the denial of the existence of time implies eternity.    Altering Oehler’s punctuation. Babylon means “confusion.” And even as Jehoiakim was mutilated, so this man, having voluntarily deprived himself of the light of the truth, has become a prey to the Babylonian despot, never having learned, poor wretch, that the Gospel enjoins us to behold eternal life alike in the Father, and the Son, and the Holy Ghost, inasmuch as the Word has thus spoken concerning the Father, that to know Him is life eternal892    Cf. S. John xvii. 3, and concerning the Son, that every one that believeth on Him hath eternal life893    Cf. S. John iii. 36, and concerning the Holy Spirit, that to Him that hath received His grace it shall be a well of water springing up unto eternal life894    Cf. S. John iv. 14. Accordingly every one that yearns for eternal life when he has found the Son,—I mean the true Son, and not the Son falsely so called—has found in Him in its entirety what he longed for, because He is life and hath life in Himself895    Cf. S. John v. 26. But this man, so subtle in mind, so keen-sighted of heart, does not by his extreme acuteness of vision discover life in the Son, but, having passed Him over and left Him behind as a hindrance in the way to that for which he searches he there seeks eternal life where he thinks the true Life not to be! What could we conceive more to be abhorred than this for profanity, or more melancholy as an occasion of lamentation? But that the charge of Sabellianism and Montanism should be repeatedly urged against our doctrines, is much the same as if one should lay to our charge the blasphemy of the Anomœans. For if one were carefully to investigate the falsehood of these heresies, he would find that they have great similarity to the error of Eunomius. For each of them affects the Jew in his doctrine, admitting neither the Only-begotten God nor the Holy Spirit to share the Deity of the God Whom they call “Great,” and “First.” For Whom Sabellius calls God of the three names, Him does Eunomius term unbegotten: but neither contemplates the Godhead in the Trinity of Persons. Who then is really akin to Sabellius let the judgment of those who read our argument decide. Thus far for these matters.

Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται γὰρ ἄλλο τι δεῖξαι παρὰ τὴν αἰωνίαν ζωὴν τὸν υἱὸν ὄντα, ἥτις εἰ μὴ ἐν τῷ μονογενεῖ θεωροῖτο, ματαία μὲν ἡ πίστις ἀποδειχθήσεται, κενὸν δὲ τὸ κήρυγμα, περιττὸν δὲ τὸ βάπτισμα, εἰς οὐδὲν δὲ τῶν μαρτύρων οἱ πόνοι, ἄχρηστοι δὲ καὶ ἀνόνητοι τῇ ζωῇ τῶν ἀνθρώπων οἱ τῶν ἀποστόλων ἱδρῶτες. τί γὰρ κατήγγειλαν τὸν Χριστόν, ἐν ᾧ τῆς αἰωνίας ζωῆς κατ' Εὐνόμιον οὐκ ἔστιν ἡ δύναμις; εἰς τί δὲ τῷ ὀνόματι Χριστοῦ τοὺς πεπιστευκότας κατονομάζουσιν, εἰ μὴ διὰ τούτου τῆς αἰωνίας μέλλοιεν μετέχειν ζωῆς; « ὁ γὰρ νοῦς », φησί, « τῶν εἰς τὸν κύριον πεπιστευκότων πᾶσαν αἰσθητὴν καὶ νοητὴν οὐσίαν ὑπερκύψας οὐδὲ ἐπὶ τῆς τοῦ υἱοῦ γεννήσεως ἵστασθαι πέφυκεν, ἐπέκεινα δὲ καὶ ταύτης ἵεται, πόθῳ τῆς αἰωνίου ζωῆς ἐντυχεῖν τῷ πρώτῳ γλιχόμενος ». τί τῶν εἰρημένων πλέον ὀδύρωμαι, τὸ μὴ εἶναι τὴν αἰωνίαν ζωὴν ἐν τῷ υἱῷ τοὺς δειλαίους νομίζειν ἢ τὸ χθαμαλὴν οὕτω καὶ πρόσγειον βλέπειν τὴν τοῦ μονογενοῦς ὑπόστασιν, ὥστε τῆς ἀρχῆς αὐτοῦ τοῖς λογισμοῖς ἐπιβάντας « ὑπερκύπτειν » ἄνω τῆς τοῦ υἱοῦ ζωῆς τῇ ἑαυτῶν διανοίᾳ φαντάζεσθαι καὶ καταλιπόντας κάτω που τοῦ κυρίου τὴν γέννησιν ἐπέκεινα ταύτης ἵεσθαι πόθῳ τῆς αἰωνίου ζωῆς; ταύτην γὰρ τὰ εἰρημένα τὴν διάνοιαν ἔχει, ὅτι ὁ ἀνθρώπινος νοῦς τὴν τῶν ὄντων γνῶσιν διερευνώμενος καὶ τῆς αἰσθητῆς τε καὶ νοητῆς κτίσεως ἑαυτὸν ὑπεράρας καθ' ὁμοιότητα τῶν λοιπῶν κατώτερον ἑαυτοῦ τὸν ἐν ἀρχῇ ὄντα λόγον θεὸν καταλείψει, καὶ ἐν ᾧ οὐκ ἦν ὁ θεὸς λόγος, ἐν ἐκείνῳ αὐτὸς γίνεται, διὰ τῆς πολυπραγμοσύνης τοῦ νοῦ τοῖς ὑπερκειμένοις τῆς τοῦ υἱοῦ ζωῆς ἐμβατεύων, ἐκεῖ τὴν αἰώνιον ζωὴν ἐρευνώμενος ὅπου ὁ μονογενὴς θεὸς οὐκ ἔστιν. πόθῳ γὰρ τῆς αἰωνίας, φησί, ζωῆς εἰς τὰ ἐπέκεινα τοῦ υἱοῦ τῷ νῷ φέρεται, ὡς ἐν τῷ υἱῷ πάντως μὴ εὑρὼν τὸ ζητούμενον. εἰ οὖν οὐκ ἔστιν ἐν τῷ υἱῷ ἡ αἰώνιος ζωή, ἆρα ψευδὴς ἁλώσεται ὁ εἰπὼν ὅτι Ἐγώ εἰμι ἡ ζωή, ἢ ζωὴ μὲν ἐστίν, οὐκ αἰώνιος δέ; ἀλλὰ τὸ μὴ αἰώνιον πρόσκαιρον πάντως, τὸ δὲ τοιοῦτο τῆς ζωῆς εἶδος κοινὸν καὶ τῶν ἀλόγων ἐστίν. ποῦ τοίνυν τὸ μεγαλεῖον τῆς ὄντως ζωῆς, εἰ μετέχοι ταύτης καὶ ἡ ἄλογος φύσις; πῶς δὲ ταὐτὸν ἔσται τῇ ζωῇ ὁ λόγος, εἰ τῇ ἀλόγῳ φύσει διὰ τῆς προσκαίρου ζωῆς εἰσοικίζοιτο; εἰ γὰρ κατὰ τὸν μέγαν Ἰωάννην ζωὴ μὲν ἐστὶν ὁ λόγος, πρόσκαιρος δὲ αὕτη καὶ οὐκ αἰώνιος, καθὼς τῇ αἱρέσει δοκεῖ, γίνεται δὲ καὶ ἐν τοῖς ἄλλοις ἡ πρόσκαιρος, τί κατὰ τὸ ἀκόλουθον συμπεραίνεται; ἢ λογικὰ εἶναι τὰ ἄλογα ἢ ἄλογον ὁμολογεῖσθαι τὸν λόγον. ἆρ' ἔτι λόγων πρὸς ἔλεγχον τῆς ἐξαγίστου καὶ πονηρᾶς αὐτῶν βλασφημίας δεόμεθα; μὴ γὰρ τοιαῦτα τὰ λεγόμενα, ὡς κεκρυμμένην ἔχειν τὴν συμβουλὴν τῆς τοῦ κυρίου ἀρνήσεως; εἰ γὰρ φανερῶς μὲν ὁ ἀπόστολος λέγει τὸ μὴ αἰώνιον πρόσκαιρον, οὗτοι δὲ ἐν μόνῃ τῇ οὐσίᾳ τοῦ πατρὸς τὴν αἰώνιον ὁρῶσι ζωήν, τὸν δὲ υἱὸν τῆς τοῦ πατρὸς φύσεως ἀλλοτριοῦντες συναποτέμνουσι καὶ τῆς αἰωνίου ζωῆς, τί ἄλλο καὶ οὐχὶ ἄρνησίς ἐστιν περιφανὴς καὶ ἀθέτησις τῆς εἰς τὸν κύριον πίστεως, σαφῶς τοῦ ἀποστόλου λέγοντος τοὺς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπικότας ἐλεεινοτάτους ἁπάντων εἶναι; εἰ οὖν ζωὴ μὲν ὁ κύριος, οὐκ αἰώνιος δέ, πρόσκαιρος πάντως ἐστὶν ἡ ζωὴ καὶ ἐφήμερος ἡ κατὰ τὸν παρόντα χρόνον ἐνεργουμένη, « ἐν » ᾗ τοὺς ἐλπίζοντας ὁ ἀπόστολος κατοικτίζεται ὡς τῆς ἀληθινῆς ἀφαμαρτόντας ζωῆς.
Ἀλλὰ μὴν τοῦτον διαβάντες οἱ κατ' Εὐνόμιον πεφωτισμένοι εἰς τὸ ἐπέκεινα τοῦ υἱοῦ τοῖς λογισμοῖς φέρονται, ἐν τῷ ἔξω τοῦ μονογενοῦς θεωρουμένῳ τὴν αἰώνιον ἀναζητοῦντες ζωήν. τί χρὴ λέγειν ἐπὶ τῶν τοιούτων κακῶν ἄλλο πλὴν εἴ τι θρῆνον ἐκκαλεῖται καὶ δάκρυον. ὢ πῶς ἂν ἐπιστενάξαιμεν τῇ δειλαίᾳ ταύτῃ καὶ ἐλεεινῇ γενεᾷ, τοιούτων δὲ κακῶν ἐξενεγκούσῃ φοράν; ἐθρήνησέ ποτε τὸν Ἰσραηλίτην λαὸν ὁ ζηλωτὴς Ἰερεμίας, ὅτε τῷ Ἰεχονίᾳ τῆς εἰδωλολατρείας καθηγουμένῳ πρὸς τὸ κακὸν συνεφρόνησαν καὶ ἀντὶ τῆς εἰς τὴν θρῃσκείαν παρανομίας τὴν εἰς Ἀσσυρίους αἰχμαλωσίαν κατεδικάσθησαν, ἐξοικισθέντες τοῦ ἁγιάσματος καὶ πόρρω τῆς τῶν πατέρων κληρονομίας γενόμενοι. τούτους μοι δοκεῖ νῦν τοὺς θρήνους οἰκειότερον ᾄδεσθαι, ὅτε ὁ μιμητὴς τοῦ Ἰεχονίου πρὸς τὸ καινὸν τοῦτο τῆς εἰδωλολατρείας εἶδος τοὺς ἀπατωμένους ἐφέλκεται, τῆς πατρικῆς ἐξοικίζων κληρονομίας, τῆς πίστεως λέγω. οἷς ἀτεχνῶς κατὰ τὴν ἱστορίαν εἰς Βαβυλωνίους ἡ μετανάστασις γίνεται ἀπὸ τῆς ἄνω Ἱερουσαλὴμ τουτέστιν ἀπὸ τῆς τοῦ θεοῦ ἐκκλησίας ἐπὶ τὴν σύγχυσιν ταύτην τῶν πονηρῶν δογμάτων μεθισταμένοις: σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται: καὶ κατὰ τὸν πηρωθέντα Ἰεχονίαν καὶ οὗτος ἑαυτὸν ἑκουσίως τοῦ φωτὸς τῆς ἀληθείας στερήσας λάφυρον γέγονε τοῦ Βαβυλωνίου τυράννου, μὴ καταμαθὼν ὁ δείλαιος ὅτι τὴν αἰώνιον ζωὴν ἐπίσης πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ τὸ εὐαγγέλιον ἐνορᾶν δογματίζει, περὶ μὲν τοῦ πατρὸς οὕτως εἰπόντος τοῦ λόγου ὅτι τὸ γινώσκειν αὐτὸν ἡ αἰώνιός ἐστι ζωή, περὶ δὲ τοῦ υἱοῦ ὅτι πᾶς ὁ πιστεύων εἰς αὐτὸν τὴν αἰώνιον ἔχει ζωήν, περὶ δὲ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι τῷ δεξαμένῳ τὴν χάριν ἔσται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. οὐκοῦν πᾶς ὁ ποθῶν τὴν αἰώνιον ζωήν, ἐπειδὰν εὕρῃ τὸν υἱόν, τὸν ἀληθῆ λέγω καὶ οὐ ψευδώνυμον, ὅλον εὗρεν ἐν αὐτῷ ὅπερ ἐπόθησε, διότι καὶ αὐτός ἐστιν ἡ ζωὴ καὶ ἐν ἑαυτῷ τὴν ζωὴν ἔχει. ἀλλ' ὁ λεπτὸς οὗτος τὸν νοῦν καὶ διορατικὸς τὴν καρδίαν ὑπὸ πολλῆς ὀξυωπίας τῷ υἱῷ τὴν αἰώνιον οὐκ ἐνευρίσκει ζωήν, ἀλλ' ὑπερβὰς τοῦτον καὶ καταλιπὼν οἷον ἐμπόδιόν τι πρὸς τὸ ζητούμενον ἐκεῖ διερευνᾶται τὴν αἰώνιον ζωήν, ὅπου μὴ εἶναι οἴεται τὴν ὄντως ζωήν. τί ἄν τις ἐπινοήσειε τούτων ἢ εἰς βλασφημίαν φρικτότερον ἢ εἰς θρήνων ἀφορμὴν σκυθρωπότερον; ἀλλὰ μὴν τὸ « Σαβέλλιόν » τε καὶ « Μοντανὸν » τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλεῖσθαι τοιοῦτόν ἐστιν οἷον εἴ τις καὶ τὴν κατὰ τὸ ἀνόμοιον ἡμῖν βλασφημίαν προστρίβοιτο. εἰ γάρ τις ἐπεσκεμμένως τὴν τῶν αἱρέσεων τούτων ἀπάτην διεξετάσειεν, εὑρήσει πολλὴν ἔχοντας πρὸς τὴν κατ' Εὐνόμιον πλάνην τὴν οἰκειότητα. ἰουδαΐζει γὰρ ἑκάτερος αὐτῶν ἐν τῷ δόγματι οὔτε τὸν μονογενῆ θεὸν οὔτε τὸ πνεῦμα τὸ ἅγιον εἰς κοινωνίαν τῆς θεότητος τοῦ μεγάλου παρ' αὐτοῖς καὶ πρώτου λεγομένου θεοῦ προσδεχόμενος: ὃν γὰρ Σαβέλλιος λέγει ”τριώνυμον”, τοῦτον Εὐνόμιος ὀνομάζει „ἀγέννητον„: οὐδέτερος δὲ τούτων ἐν τῇ τριάδι τῶν ὑποστάσεων θεωρεῖ τὴν θεότητα. τίς τοίνυν οἰκείως ἔχει πρὸς τὸν Σαβέλλιον, ἡ τῶν ἐντυγχανόντων τῷ λόγῳ κρίσις ἀποφηνάσθω. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.