[Against Eunomius]

 αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγο

 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετι

 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸ

 αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν

 αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγετα

 αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δ

 αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ' ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς

 αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφ

 αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ' ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ

 αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐ

 αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ « ὅτι » καὶ τῷ υἱῷ

 αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ το

 Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τ

 εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάρ

 Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν

 Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσ

 Ἀλλ' ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις « καὶ » καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθ

 Ἆρ' οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος ὅν μοι δοκεῖ μὴ τ

 τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν: οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ

 Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκ

 ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκρ

 Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγο

 Ἀλλὰ καὶ « τὸν σοφιστικὸν λόγον » ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ

 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος: ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται ἐν οἷς « δειλόν τε καὶ ἄτολμον καὶ τοὺς

 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τ

 ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκεί

 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον,

 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' ε

 Εἶτά φησι: « συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων ». τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν

 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. « ἔργον » ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρό

 « Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν

 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις

 διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες « τὸ » εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πν

 εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ' ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν

 Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθ

 Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν: « ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰ

 καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοι

 Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ

 Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. « ἅτε », φησί, « τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων π

 ἀλλ' ὁ σοφὸς οὗτος τῶν « παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας » ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ

 Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεω

 Ἡδέως δ' ἂν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ

 καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσ

 Ἀλλ' ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς « ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ

 ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ: « διὰ τὸ τῇ φυσικῇ », φησί, « τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς

 Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον σ

 Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπα

 Τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ

 ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδο

 ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι' ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα ἀλλὰ δέδοικα μὴ τὸ

 οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ

 Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι' ὧν δύναται: δύναται δὲ διὰ λοιδορίας μόνης

 Εἴρηται τοίνυν « παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον ». ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν.

 Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μ

 [Book II]

 ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ « ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ » Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου π

 Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς

 Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τ

 Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω: « πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φων

 « Οὐ τὴν οὐσίαν », φησί, « καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐ

 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. « οὐ κοινωνὸν ἔχων », φησί, « τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον

 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. « οὐκ ἐν τῷ γεννᾶν », φησί, « τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴ

 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτί

 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. « πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀ

 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθα

 τίς δὲ καὶ ἡ τοῦ « παντοκράτορος » ἀξία, ἧς « ἀμέτοχον » ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐ

 τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, « μεσίτην » λέγων « ἐν δόγμασι, μεσίτην ἐν νόμῳ » οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποσ

 Εἶτα « νομοθετεῖ », φησί, « κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ ». τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν ἀλλὰ παντὶ δῆλ

 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. « μετὰ τοῦτον πιστεύομεν », φησίν, « εἰς τὸν

 Προστίθησι δὲ τούτοις ὅτι « οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος: εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμ

 [Book III]

 Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τ

 τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώ

 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖ

 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τ

 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες

 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐ

 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς τα

 [Book IV]

 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγρ

 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων « γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν

 ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου

 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γ

 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν

 ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς

 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν « οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι ». τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχ

 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν τα

 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. « οὐδέν » φησιν « ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν

 [Book V]

 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ ε

 Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺ

 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρη

 Φησὶ « τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι » λέγειν ἡμᾶς καὶ « τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις

 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. « δύο » γὰρ « Χριστοὺς καὶ δύο κυρίους » λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν

 [Book VI]

 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης: ἐπαναληπτέον δὲ τὴν ἀκολουθ

 τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χρισ

 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς δ

 ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱο

 [Book VII]

 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ

 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ

 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς ε

 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ

 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται

 [Book VIII]

 Τὰ μὲν οὖν « ἰσχυρὰ » τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐ

 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχει

 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντε

 τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ

 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. « δύο », φησί, « ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως

 [Book IX]

 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξ

 μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρ

 Ἔχει δὲ οὕτως ἡ λέξις: « πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴ

 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐ

 [Book X]

 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τ

 Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται

 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν

 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι: καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ

 [Book XI]

 Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. « αὐτοῦ », φησί, « τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ

 οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ π

 ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύντ

 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρ

 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν « οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν » ὁ

 [Book XII]

 Ἀλλ' ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην

 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀ

 Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχε

 Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. « εἰ μὲν ἔχει δεικνύναι », φησί, « τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυ

 Ἀλλ' αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου: οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημ

§3. He further proceeds notably to interpret the language of the Gospel, “In the beginning was the Word,” and “Life” and “Light,” and “The Word was made flesh,” which had been misinterpreted by Eunomius; and overthrows his blasphemy, and shows that the dispensation of the Lord took place by loving-kindness, not by lack of power, and with the co-operation of the Father.

But he puts his strength into his idle contention and says, “From the facts themselves, and from the oracles that are believed, I present the proof of my statement.” Such is his promise, but whether the arguments he advances bear out his professions, the discerning reader will of course consider. “The blessed John,” he says, “after saying that the Word was in the beginning, and after calling Him Life, and subsequently giving the Life the further title of ‘Light,’ says, a little later, ‘And the Word was made flesh993    Cf. S. John i. 4 and 14..’ If then the Light is Life, and the Word is Life, and the Word was made flesh, it thence becomes plain that the Light was incarnate.” What then? because the Light and the Life, and God and the Word, was manifested in flesh, does it follow that the true Light is divergent in any degree from the Light which is in the Father? Nay, it is attested by the Gospel that, even when it had place in darkness, the light remained unapproachable by the contrary element: for “the Light,” he says, “shined in darkness, and the darkness comprehended it not994    S. John i. 5 (A.V., following the Vulgate). The word κατέλαβε is perhaps better rendered by “overtook.” “As applied to light this sense includes the further notion of overwhelming, eclipsing. The relation of darkness to light is one of essential antagonism. If the darkness is represented as pursuing the light, it can only be to overshadow and not to appropriate it.” (Westcott on S. John ad loc.).” If then the light when it found place in darkness had been changed to its contrary, and overpowered by gloom, this would have been a strong argument in support of the view of those who wish to show how far inferior is this Light in comparison with that contemplated in the Father. But if the Word, even though it be in the flesh, remains the Word, and if the Light, even though it shines in darkness, is no less Light, without admitting the fellowship of its contrary, and if the Life, even though it be in death, remains secure in Itself, and if God, even though He submit to take upon Him the form of a servant, does not Himself become a servant, but takes away the slavish subordination and absorbs it into lordship and royalty, making that which was human and lowly to become both Lord and Christ,—if all this be so, how does he show by this argument variation of the Light to inferiority, when each Light has in equal measure the property of being inconvertible to evil, and unalterable? And how is it that he also fails to observe this, that he who looked on the incarnate Word, Who was both Light and Life and God, recognized, through the glory which he saw, the Father of glory, and says, “We beheld His glory, the glory as of the Only-begotten of the Father995    S. John i. 14”?

But he has reached the irrefutable argument which we long ago detected lurking in the sequel of his statements996    The passage has already been cited by S. Gregory, Book V §3 (p. 176 sup.)., but which is here proclaimed aloud without disguise. For he wishes to show that the essence of the Son is subject to passion, and to decay, and in no wise differs from material nature, which is in a state of flux, that by this means he may demonstrate His difference from the Father. For he says, “If he can show that the God Who is over all, Who is the Light unapproachable, was incarnate or could be incarnate, came under authority, obeyed commands, came under the laws of men, bore the Cross, let him say that the Light is equal to the Light.” If these words had been brought forward by us as following by necessary consequence from premises laid down by Eunomius, who would not have charged us with unfairness, in employing an over-subtle dialectic to reduce our adversaries’ statement to such an absurdity? But as things stand, the fact that they themselves make no attempt to suppress the absurdity that naturally follows from their assumption, helps to support our contention that it was not without due reflection that, with the help of truth, we censured the argument of heresy. For behold, how undisguised and outspoken is their striving against the Only-begotten God! Nay, by His enemies His work of mercy is reckoned a means of disparaging and maligning the Nature of the Son of God, as though not of deliberate purpose, but by a compulsion of His Nature he had slipped down to life in the flesh, and to the suffering of the Cross! And as it is the nature of a stone to fall downward, and of fire to rise upward, and as these material objects do not exchange their natures one with another, so that the stone should have an upward tendency, and fire be depressed by its weight and sink downwards, even so they make out that passion was part of the very Nature of the Son, and that for this cause He came to that which was akin and familiar to Him, but that the Nature of the Father, being free from such passions, remained unapproachable by the contact of evil. For he says, that the God Who is over all, Who is Light unapproachable, neither was incarnate nor could be incarnate. The first of the two statements was quite enough, that the Father did not become incarnate. But now by his addition a double absurdity arises; for he either charges the Son with evil, or the Father with powerlessness. For if to partake of our flesh is evil, then he predicates evil of the Only-begotten God; but if the lovingkindness to man was good, then he makes out the Father to be powerless for good, by saying that it would not have been in His power to have effectually bestowed such grace by taking flesh. And yet who in the world does not know that life-giving power proceeds to actual operation both in the Father and in the Son? “For as the Father raiseth up the dead and quickeneth them,” He says, “even so the Son quickeneth whom He will997    S. John v. 21,”—meaning obviously by “dead” us who had fallen from the true life. If then it is even so as the Father quickeneth, and not otherwise, that the Son brings to operation the same grace, how comes it that the adversary of God moves his profane tongue against both, insulting the Father by attributing to Him powerlessness for good, and the Son by attributing to Him association with evil. But “Light,” he says, “is not equal to Light,” because the one he calls “true,” and the other “unapproachable.” Is then the true considered to be a diminution of the unapproachable? Why so? and yet their argument is that the Godhead of the Father must be conceived to be greater and more exalted than that of the Son, because the one is called in the Gospel “true God998    S. John xvii. 3,” the other “God999    S. John i. 1” without the addition of “true.” How then does the same term, as applied to the Godhead, indicate an enhancement of the conception, and, as applied to Light, a diminution? For if they say that the Father is greater than the Son because He is true God, by the same showing the Son would be acknowledged to be greater than the Father, because the former is called “true Light1000    S. John i. 9,” and the latter not so. “But this Light,” says Eunomius, “carried into effect the plan of mercy, while the other remained inoperative with respect to that gracious action.” A new and strange mode of determining priority in dignity! They judge that which is ineffective for a benevolent purpose to be superior to that which is operative. But such a notion as this neither exists nor ever will be found amongst Christians,—a notion by which it is made out that every good that is in existent things has not its origin from the Father. But of goods that pertain to us men, the crowning blessing is held by all right-minded men to be the return to life; and it is secured by the dispensation carried out by the Lord in His human nature; not that the Father remained aloof, as heresy will have it, ineffective and inoperative during the time of this dispensation. For it is not this that He indicates Who said, “He that sent Me is with Me1001    Cf. S. John v. 37, and xvi. 32.,” and “The Father that dwelleth in Me, He doeth the works1002    S. John xiv. 10.” With what right then does heresy attribute to the Son alone the gracious intervention on our behalf, and thereby exclude the Father from having any part or lot in our gratitude for its successful issue? For naturally the requital of thanks is due to our benefactors alone, and He Who is incapable of benefiting us is outside the pale of our gratitude. See you how the course of their profane attack upon the Only-begotten Son has missed its mark, and is working round in natural consequence so as to be directed against the majesty of the Father? And this seems to me to be a necessary result of their method of proceeding. For if he that honoureth the Son honoureth the Father1003    Cf. S. John v. 23, according to the Divine declaration, it is plain on the other side that an assault upon the Son strikes at the Father. But I say that to those who with simplicity of heart receive the preaching of the Cross and the resurrection, the same grace should be a cause of equal thankfulness to the Son and to the Father, and now that the Son has accomplished the Father’s will (and this, in the language of the Apostle, is “that all men should be saved1004    1 Tim. ii. 4.”), they ought for this boon to honour the Father and the Son alike, inasmuch as our salvation would not have been wrought, had not the good will of the Father proceeded to actual operation for us through His own power. And we have learnt from the Scripture that the Son is the power of the Father1005    1 Cor. i. 24..

Ἀλλ' ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν « ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν ». ἡ μὲν οὖν ὑπόσχεσις αὕτη: εἰ δὲ κατ' ἀξίαν τῶν ἐπηγγελμένων προάγει τὸν λόγον, ὁ συνετὸς πάντως ἀκροατὴς ἐπισκοπήσει. « ὁ μακάριος », φησίν, « Ἰωάννης ἐν ἀρχῇ εἶναι τὸν λόγον φήσας καὶ τοῦτον ζωὴν προσειπών, εἶτα τὴν ζωὴν φῶς ὀνομάσας, μικρὸν ὑποβὰς Καὶ ὁ λόγος σὰρξ ἐγένετο, φησίν. εἰ τοίνυν τὸ μὲν φῶς ἐστιν ἡ ζωή, ἡ δὲ ζωὴ ὁ λόγος, ὁ δὲ λόγος σὰρξ ἐγένετο, αὐτόθεν γίνεται φανερὸν ὅτι τὸ φῶς ἐν σαρκὶ γέγονε ». τί οὖν; ἐπειδὴ τὸ φῶς καὶ ἡ ζωὴ καὶ ὁ θεὸς καὶ ὁ λόγος ἐν σαρκὶ ἐφανερώθη, διὰ τοῦτο παρήλλακται πρὸς τὸ ἐν τῷ πατρὶ φῶς τὸ ἀληθινὸν φῶς; καὶ μὴν μαρτυρεῖται παρὰ τοῦ εὐαγγελίου, ὅτι καὶ ἐν τῷ σκότει γενόμενον ἀπρόσιτον ἔμεινε τῇ ἐναντίᾳ φύσει. Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ, φησίν, ἔλαμψε, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. εἰ μὲν οὖν ἠλλοιώθη πρὸς τὸ ἐναντίον καὶ ἐδυναστεύθη τῷ ζόφῳ τὸ φῶς ἐν τῇ σκοτίᾳ γενόμενον, ἰσχυρὸν ἂν ἦν πρὸς ἀπόδειξιν τοῖς βουλομένοις ἐπιδεικνύειν, ὅσον πρὸς τὸ χεῖρον παρήλλακται τοῦτο τὸ φῶς πρὸς τὸ ἐν τῷ πατρὶ θεωρούμενον: εἰ δὲ καὶ ὁ λόγος, κἂν ἐν σαρκὶ γένηται, λόγος μένει, καὶ τὸ φῶς, κἂν ἐν τῇ σκοτίᾳ λάμψῃ, φῶς οὐδὲν ἧττόν ἐστι, τοῦ ἐναντίου τὴν κοινωνίαν οὐ προσδεχόμενον, καὶ ἡ ζωή, κἂν ἐν τῷ θανάτῳ γένηται, ἐν ἑαυτῇ φυλάσσεται, καὶ ὁ θεός, κἂν τὴν τοῦ δούλου μορφὴν ὑπέλθῃ, οὐκ αὐτὸς γίνεται δοῦλος, ἀλλ' εἰς κυριότητα καὶ βασιλείαν ἐξαιρεῖται τὸ ὑποχείριον, κύριον καὶ Χριστὸν ποιῶν τὸ ταπεινὸν καὶ ἀνθρώπινον, πῶς διὰ τούτου πρὸς τὸ χεῖρον τὴν παραλλαγὴν τοῦ φωτὸς ἐπιδείκνυσιν, ἴσως ἑκατέρου τὸ ἄτρεπτον εἰς κακίαν καὶ τὸ ἀναλλοίωτον ἔχοντος, οὐδὲ τούτῳ προσέχων, ὅτι ὁ πρὸς τὸν σαρκωθέντα λόγον ἰδών, ὃς ἦν καὶ φῶς καὶ ζωὴ καὶ θεός, ἐπέγνω διὰ τῆς ὀφθείσης δόξης τὸν πατέρα τῆς δόξης εἰπὼν Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.
Ἀλλ' ἦλθεν ἐπὶ τὸν ἀνανταγώνιστον λόγον τὸν πάλαι μὲν ἡμῖν ἐκ τῆς ἀκολουθίας τῶν λεγομένων πεφωραμένον, νῦν δὲ γυμνῇ τῇ φωνῇ προφερόμενον. βούλεται γὰρ ἐμπαθῆ τινα καὶ ἐπίκηρον καὶ οὐδὲν τῆς ὑλικῆς καὶ ῥοώδους φύσεως διαφέρουσαν ἐπιδεῖξαι τοῦ υἱοῦ τὴν οὐσίαν, ὡς ἂν διὰ τούτου τὴν πρὸς τὸν πατέρα διαφορὰν ἀποδείξειεν. φησὶ γὰρ « εἰ μὲν ἔχει δεικνύναι καὶ τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον ὑπ' ἐξουσίαν ἐλθεῖν, προστάγμασιν ὑπακοῦσαι, νόμοις ἀνθρωπίνοις πολιτεύεσθαι, σταυρὸν ἐνεγκεῖν, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς ». εἰ ταῦτα παρ' ἡμῶν προεφέρετο διὰ τῶν προκατεσκευασμένων κατὰ τὸ ἀκόλουθον ἐξευρισκόντων, μὴ συμμαρτυρούμενα ταῖς ἐκείνου φωναῖς. τίς οὐκ ἂν ἡμᾶς συκοφαντεῖν ᾐτιάσατο, ὡς περινοίᾳ τινὶ λόγων πρὸς τὴν ἀτοπίαν ταύτην τὸ δόγμα τῶν ὑπεναντίων ἐκβάλλοντας; νυνὶ δὲ συνηγορία τίς ἐστι τοῦ πεφροντισμένως ἡμᾶς μετὰ τῆς ἀληθείας εὐθύνειν τὸν τῆς αἱρέσεως λόγον τὸ μηδὲ παρ' αὐτῶν ἐκείνων τὴν κατὰ τὸ ἀκόλουθον ἀναφαινομένην ἀτοπίαν σιωπηθῆναι. ἰδοὺ γὰρ πῶς ἀπαρακάλυπτός ἐστι καὶ πεπαρρησιασμένη ἡ κατὰ τοῦ μονογενοῦς θεοῦ μάχη, καὶ τὸ κατὰ φιλανθρωπίαν ἔργον διαβολὴ καὶ κατηγορία τῆς τοῦ υἱοῦ τοῦ θεοῦ φύσεως παρὰ τῶν ἐχθρῶν ἐνομίσθη, ὡς οὐχὶ προνοητικῶς, ἀλλὰ φυσικῶς αὐτοῦ πρὸς τὸν ἐν σαρκὶ βίον καὶ τὸ τοῦ σταυροῦ πάθος κατολισθήσαντος. καὶ ὥσπερ φύσις ἐστὶ τῷ λίθῳ ἡ ἐπὶ τὸ κάτω φορὰ καὶ τῷ πυρὶ τὸ ἔμπαλιν, καὶ οὐκ ἀντιμεταλαμβάνουσι τὰς ἀλλήλων ἰδιότητας αἱ ὗλαι, ὥστε ἀνωφερῆ μὲν εἶναι τὸν λίθον, βρίθειν δὲ τὸ πῦρ ἐπὶ τὸ κάτω φερόμενον, οὕτως κατασκευάζουσι τῇ μὲν τοῦ υἱοῦ φύσει συνουσιῶσθαι τὰ πάθη καὶ διὰ τοῦτο πρὸς τὸ συγγενὲς ἑαυτῇ καὶ οἰκεῖον ἐλθεῖν, τὴν δὲ τοῦ πατρὸς ἐλευθέραν οὖσαν τῶν τοιούτων παθῶν ἀπρόσιτον μεῖναι τῇ τῶν κακῶν προσβολῇ. φησὶ γὰρ τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, μήτε γενόμενον ἐν σαρκὶ μήτε γενέσθαι δυνάμενον. ἤρκει τὸ πρότερον τῶν εἰρημένων εἰπεῖν, ὅτι ὁ πατὴρ οὐκ ἐν σαρκὶ ἐγένετο: νυνὶ δὲ διπλῆ τίς ἐστι διὰ τῆς προσθήκης ἡ τοῦ ἀτόπου κατασκευή. ἢ γὰρ τοῦ υἱοῦ κατηγορεῖ κακίαν ἢ τοῦ πατρὸς ἀδυναμίαν. εἰ μὲν γὰρ κακὸν ἡ τῆς σαρκὸς κοινωνία, τῷ μονογενεῖ θεῷ προσμαρτυρεῖ τὴν κακίαν: εἰ δὲ ἀγαθὸν ἡ φιλανθρωπία, ἀδύνατον εἰς τὸ ἀγαθὸν ἀποδείκνυσι τὸν πατέρα, λέγων μὴ ἂν αὐτὸν δυνηθῆναι τὴν τοιαύτην χάριν διὰ σαρκὸς ἐνεργῆσαι. καίτοι τίς οὐκ οἶδε τῶν πάντων, ὅτι ἡ ζωοποιὸς δύναμις ὁμοίως ἐκ πατρός τε καὶ υἱοῦ πρόεισιν εἰς ἐνέργειαν; Ὥσπερ γάρ, φησίν, ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποεῖ, ἡμᾶς δηλαδὴ νεκροὺς λέγων τοὺς τῆς ἀληθινῆς ἀποπεσόντας ζωῆς. εἰ οὖν ὥσπερ ὁ πατὴρ ζωοποιεῖ, οὕτω καὶ οὐκ ἄλλως ὁ υἱὸς τὴν αὐτὴν ἐνεργεῖ χάριν, πῶς ὁ θεομάχος κατ' ἀμφοτέρων κινεῖ τὴν βλάσφημον γλῶσσαν, τὸν μὲν πατέρα τῇ πρὸς τὸ ἀγαθὸν ἀδυναμίᾳ, τὸν δὲ υἱὸν τῇ πρὸς τὸ κακὸν οἰκειότητι καθυβρίζων;
Ἀλλ' οὐκ ἔστι, φησί, τῷ φωτὶ τὸ φῶς ἴσον, διότι τὸ μὲν ἀληθινόν, τὸ δὲ ἀπρόσιτον λέγεται. τὸ οὖν ἀληθινὸν ἐν ἐλαττώσει κρίνεται; διὰ τί; καὶ μὴν ἐκείνων ἐστὶ λόγος, ὅτι διὰ τοῦτο μείζων καὶ ὑψηλοτέρα τοῦ πατρὸς ἡ θεότης παρὰ τὴν τοῦ υἱοῦ νοεῖται, διότι ὁ μὲν ἀληθινὸς θεὸς ἐν τῷ εὐαγγελίῳ προσείρηται, ὁ δὲ χωρὶς τῆς τοῦ ἀληθινοῦ προσθήκης. πῶς οὖν ὁ αὐτὸς λόγος ἐπὶ μὲν τῆς θεότητος αὔξησιν, ἐπὶ δὲ τοῦ φωτὸς ἐλάττωσιν τοῦ νοουμένου σημαίνει; εἰ γὰρ διὰ τοῦτο μείζονα τοῦ υἱοῦ τὸν πατέρα φησίν, ὅτι ἀληθινὸς θεός ἐστι, κατὰ τὸν αὐτὸν λόγον μείζων ἂν ὁμολογηθείη τοῦ πατρὸς ὁ υἱός, ὅτι ὁ μὲν ἀληθινὸν φῶς, ὁ δὲ οὐχ οὕτως κατονομάζεται. « ἀλλὰ τοῦτο μέν », φησί, « τὸ φῶς τὰ τῆς φιλανθρωπίας ἐνήργησεν, ἐκεῖνο δὲ πρὸς τὴν τοιαύτην χάριν ἀνενέργητον ἔμεινε ». καινὸς προτιμήσεως τρόπος: τὸ ἄπρακτον εἰς φιλανθρωπίαν τοῦ ἐνεργήσαντος ὑπέρτερον κρίνουσιν. ἀλλ' οὔτε ἔστιν οὔτε γενήσεται τοιοῦτον ἐν Χριστιανοῖς ποτε νόημα, δι' οὗ κατασκευάζεται μὴ πᾶν ἀγαθόν, ὅτιπερ ἐν τοῖς οὖσίν ἐστιν, ἐκ τοῦ πατρὸς τὴν αἰτίαν ἔχειν. τῶν δὲ καθ' ἡμᾶς ἀγαθῶν τὸ κεφάλαιον ἡ πρὸς τὴν ζωὴν ἐπάνοδος παρὰ τοῖς εὖ φρονοῦσι πεπίστευται: αὕτη δὲ διὰ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ κυρίου κατώρθωται, οὐκ ἀπράκτου καὶ ἀνενεργήτου, καθὼς ἡ αἵρεσις βούλεται, τοῦ πατρὸς ἐν τῷ καιρῷ τῆς οἰκονομίας ἀπιδιάσαντος. οὐ γὰρ τοῦτο ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ὁ πέμψας με μετ' ἐμοῦ ἐστι, καὶ Ὁ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα ταῦτα. πῶς οὖν ἡ αἵρεσις μόνῳ τῷ υἱῷ τὴν ὑπὲρ ἡμῶν χάριν προσμαρτυροῦσα ἀπόμοιρον ποιεῖ τὸν πατέρα τῆς ἐπὶ τοῖς κατορθωθεῖσιν εὐχαριστίας; μόνοις γὰρ κατὰ φύσιν ὀφείλεται τοῖς εὐεργέταις ἡ τῆς εὐχαριστίας ἀντίδοσις, ὁ δὲ πρὸς εὐεργεσίαν ἀδύνατος ἔξω τοῦ εὐχαριστεῖσθαι πάντως ἐστίν. ὁρᾷς ὡς διὰ πάντων αὐτοῖς πρὸς τοὐναντίον ὁ σκοπὸς περιτρέπεται τῆς κατὰ τοῦ μονογενοῦς βλασφημίας, κατὰ τὸ ἀκόλουθον ἐπὶ τὸν πατέρα μεταβαινούσης. καί μοι δοκεῖ κατ' ἀνάγκην τὸ τοιοῦτον συμβαίνειν. εἰ γὰρ ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα, κατὰ τὴν θείαν ἀπόφασιν, δῆλον ὅτι καὶ ἡ πρὸς τὸ ἐναντίον κατὰ τοῦ υἱοῦ σπουδὴ ἐπὶ τὸν πατέρα τὴν ἀναφορὰν ἔχει. ἐγὼ δέ φημι δεῖν τοῖς ἁπλούστερον δεχομένοις τὸ περὶ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν κήρυγμα ἴσης εὐχαριστίας πρός τε τὸν υἱὸν καὶ τὸν πατέρα τὴν αὐτὴν χάριν ὑπόθεσιν γίνεσθαι, καὶ τὸ πατρικὸν θέλημα τοῦ υἱοῦ τελειώσαντος (τοῦτο δέ ἐστι τὸ πάντας ἀνθρώπους σωθῆναι, καθώς φησιν ὁ ἀπόστολος) ὁμοίως ἐπὶ τῇ χάριτι ταύτῃ τιμᾶν τὸν πατέρα τε καὶ τὸν υἱόν, ὡς οὐκ ἂν γενομένης ἡμῖν τῆς σωτηρίας, εἰ μὴ τὸ ἀγαθὸν θέλημα τοῦ πατρὸς διὰ τῆς ἰδίας δυνάμεως αὐτοῦ προῆλθεν ἡμῖν εἰς ἐνέργειαν. δύναμιν δὲ τοῦ πατρὸς τὸν υἱὸν εἶναι παρὰ τῶν γραφῶν μεμαθήκαμεν.