Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖ

 Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀνθρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκήρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλ

 πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ'

 λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον. Φασὶν « ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁπλοῦν δὲ εἶναι τῇ φύσει

 εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισέρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατ

 « ἀλλὰ καὶ ἀμερής », φησί, « καὶ ἀσύνθετος ». τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀγένν

 ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ « μὴ δεῖν κατ' ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φωναῖς », φησί, « συνδιαλύεσθαι π

 ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον. Δόγμα κοιν

 εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννη

 Διὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶ

 συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περ

 Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ καταν

 Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος

 Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς

 τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μ

 δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν

 οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι' ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένο

 Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυπραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπαφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων

 Διὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλο

 Ἀλλ' ὅμως ἀπὸ τοιαύτης ὡρμημένοι φύσεως πλατύνουσι κατὰ τῆς ἀφράστου δυνάμεως τὰ ἴδια στόματα καὶ προσηγορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι τῷ ὀν

 Οὐκοῦν εἴρηται παρ' ἡμῶν (οἰκειοῦμαι γὰρ τοῦ διδασκάλου τὸν λόγον) ὅτι τῆς θείας φύσεως ἀμυδρὰν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψ

 οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲ

 Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ ἀγεννησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων πρ

 φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ' αὐτοῦ κεχρήμεθα, κατὰ τὴν

 εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀν

 Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώπους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρμόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτ

 οὐ γὰρ ῥῆμα ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ' ὁ μὲν θεός ἐστιν καθ' ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐ

 τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνομάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λ

 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ « τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον » (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς

 εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ

 Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τ

 ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσεβῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σή

 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι: τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν « ἀγεννησίαν » οὐσίαν εἶναι: πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό

 ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, π

 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι ἔξεστι γὰρ τῷ μὴ φιλονείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τ

 ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδ

 τὸ γὰρ προθέμενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανήσασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκε

 οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρκτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν πορισ

 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑποδείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυ

 εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν

 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦτον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τρα

 εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγμασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνομάζ

 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντιλαμβάνεται τῶν γεγραμμένων καί φησι « τ

 ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησ

 ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς

 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολλάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλου

 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι το

 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖ

 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θε

 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαί

 εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχε

 φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θα

 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι

 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς « ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος »_ὑπαλλάξας γὰρ τὴν ὕβριν

 Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζεσθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς

 ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυ

 οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη: εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴ

 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμάτων ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχ

 μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. „παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρ

 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι

 ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι « ταῦτα δι' ἐπινοίας ἀνθρωπίνης ἐστ

 « Ἀλλ' ὁ θεός », φησί, « καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας, καὶ τοῖ

 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ « τῆς πεφωρημένης συνηθείας » κατήγορος, ὁ τοὺς « παρῃρημένους ἐν δίκῃ τὸν λογισμὸν » διασύρων, ταῦτα γινώσκειν περὶ

 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλισ

 οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς Δανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδ

 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναί

 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογογραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες: ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λό

 « εἶπε », φησίν, « ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέτασιν ἐπίνοια

 ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περιλαμφθεὶς τῷ φωτὶ καὶ με

 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον: ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα,

 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσ

 ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τούτων ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τ

 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατασκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθία

 ἀλλὰ « κατ' αὐτὴν τὴν οὐσίαν », φησίν, « ἄφθαρτός ἐστιν ὁ θεός ». τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον,

 ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. « Κατ' αὐτήν »,

 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ πρ

 εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλο

 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφηθέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν « μανίαν » ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλω

 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέκολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρακατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι

 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν « τὴν » ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ

 « Ἀλλ' ἐπειδή », φησίν, « οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγμα

 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτατος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρ

 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πο

 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι

 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τού

 ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπιβάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ: ὥστε

 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, « σπέρματός τινος ὑπαλλαγὴν » καὶ « σπορᾶς καθηγητὴν » καὶ «

 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν

 ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, « τί ποτε τοὺς αἰῶνας οἰόμεθα »: καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων: τίς γά

 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν

 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολεμοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμ

 « Δεῖ », φησί, « τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρινῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος: τ

 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λόγων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα

 εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐναντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, « διὰ τὸ ἐξ ἐν

 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. « εἰ δὲ δεῖ », φησίν, « ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσ

 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος « εἰ κατὰ τὸ ἀτελεύτητον », φησί, « τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄ

 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι: « ἔσται ἄρ

 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀ

 ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ

 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀ

 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες: ἐξ ἐκείνης γ

 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοιδορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχ

 καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πιστευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμολο

 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγχειν: ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸ

 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολουθίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπ

 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται « δείξειν τῶν » ἡμετέρων « δογμάτων ἀτοπίαν », ὡς αὐτός φησιν, « ἀνήκεστ

 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων

 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέγοιτο: ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος ο

 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δήποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν: ὧν τὴν ἔκθεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροι

 τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ

 εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάντως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος

 Ἀλλ' « οὐχ ὁρῶ », φησί, « πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός ». καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι « μετὰ ἀσεβείας ἠλίθιον

 « ὁμοίως » φησὶν « αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον ». ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τ

 οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. « οὐκ ἀπουσίᾳ θανάτου », φησίν, « ὁ θεὸς ἀθάνατος λέγεται ». πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θά

 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰ

 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς « ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λ

 „Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀ

 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀποβλέπετε πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδ

 « Τοιοῦτον », ὡς ἔοικεν, « ἐστίν », ὦ Εὐνόμιε, « κακόν » (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ « τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι » (μικρὸ

It will presently be time to bring to their own recollection the method of this argument. Suffice it first to say this. There is no faculty in human nature adequate to the full comprehension of the divine essence. It may be that it is easy to show this in the case of human capacity alone, and to say that the incorporeal creation is incapable of taking in and comprehending that nature which is infinite will not be far short of the truth, as we may see by familiar examples; for as there are many and various things that have fleshly life, winged things, and things of the earth, some that mount above the clouds by virtue of their wings, others that dwell in hollows or burrow in the ground, on comparing which it would appear that there was no small difference between the inhabitants of air and of land; while, if the comparison be extended to the stars and the fixed circumference, it will be seen that what soars aloft on wings is not less widely removed from heaven than from the animals that are on the earth; so, too, the strength of angels compared with our own seems preeminently great, because, undisturbed by sensation, it pursues its lofty themes with pure naked intelligence. Yet, if we weigh even their comprehension with the majesty of Him Who really is, it may be that if any one should venture to say that even their power of understanding is not far superior to our own weakness, his conjecture would fall within the limits of probability, for wide and insurmountable is the interval that divides and fences off uncreated from created nature. The latter is limited, the former not. The latter is confined within its own boundaries according to the pleasure of its Maker. The former is bounded only by infinity. The latter stretches itself out within certain degrees of extension, limited by time and space: the former transcends all notion of degree, baffling curiosity from every point of view. In this life we can apprehend the beginning and the end of all things that exist, but the beatitude that is above the creature admits neither end nor beginning, but is above all that is connoted by either, being ever the same, self-dependent, not travelling on by degrees from one point to another in its life; for there is no participation of other life in its life, such that we might infer end and beginning; but, be it what it may, it is life energizing in itself, not becoming greater or less by addition or diminution. For increase has no place in the infinite, and that which is by its nature passionless excludes all notion of decrease. And as, when looking up to heaven, and in a measure apprehending by the visual organs the beauty that is in the height, we doubt not the existence of what we see, but if asked what it is, we are unable to define its nature, but we simply admire as we contemplate the overarching vault, the reverse planetary motion13    Gregory here refers to the apparent “retrograde” motion of the planets, i.e. that, while passing through part of their orbits, they appear to us to move in a direction contrary to the order of the Zodiac. In what follows he represents the views of the ancient astronomy, imagining a series of concentric spheres, allotted to the several planets, the planetary motions being accomplished by the rotation of the spheres. Beyond the planetary spheres is the sphere allotted to the fixed stars, within which the others revolve. See Gale, Opusc. Mythol. (1688), p 550; and Introduction to Colet’s Lectures on Corinthians, pp. xl–xliii., the so-called Zodiac graven obliquely on the pole, whereby astronomers observe the motion of bodies revolving in an opposite direction, the differences of luminaries according to their magnitude, and the specialities of their rays, their risings and settings that take place according to the circling year ever at the same seasons undeviatingly, the conjunctions of planets, the courses of those that pass below, the eclipses of those that are above, the obumbrations of the earth, the reappearance of eclipsed bodies, the moon’s multiform changes, the motion of the sun midway within the poles, and how, filled with his own light, and crowned with his encircling beams, and embracing all things in his sovereign light, he himself also at times suffers eclipse (the disc of the moon, as they say, passing before him), and how, by the will of Him Who has so ordained, ever running his own particular course, he accomplishes his appointed orbit and progress, opening out the four seasons of the year in succession; we, as I say, when we contemplate these phenomena by the aid of sight, are in no doubt of their existence, though we are as far from comprehending their essential nature as if sight had not given us any glimpse whatever of what we have seen; and even so, with regard to the Creator of the world, we know that He exists, but of His essential nature we cannot deny that we are ignorant. But, boasting as they do that they know these things, let them first tell us about the things of inferior nature; what they think of the body of the heavens, of the machinery which conveys the stars in their eternal courses, or of the sphere in which they move; for, however far speculation may proceed, when it comes to the uncertain and incomprehensible it must stop. For though any one say that another body, like in fashion (to that body of the heavens), fitting to its circular shape, checks its velocity, so that, ever turning in its course, it revolves conformably to that other upon itself, being retained by the force that embraces it from flying off at a tangent, yet how can he assert that these bodies will remain unspent by their constant friction with each other? And how, again, is motion produced in the case of two coeval bodies mutually conformed, when the one remains motionless (for the inner body, one would have thought, being held as in a vice by the motionlessness of that which embraces it, will be quite unable to act); and what is it that maintains the embracing body in its fixedness, so that it remains unshaken and unaffected by the motion of that which fits into it? And if in restless curiosity of thought we should conceive of some position for it that should keep it stationary, we must go on in logical consistency to search for the base of that base, and of the next, and of the next, and so on, and so the inquiry, proceeding from like to like, will go on to infinity, and end in helpless perplexity, still, even when some body has been put for the farthest foundation of the system of the universe, reaching after what is beyond, so that there is no stopping in our inquiry after the limit of the embracing circles. But not so, say others: but (according to the vain theory of those who have speculated on these matters) there is an empty space spread over the back of the heavens, working in which vacuum the motion of the universe revolves upon itself, meeting with no resistance from any solid body capable of retarding it by opposition and of checking its course of revolution. What, then, is that vacuum, which they say is neither a body nor an idea? How far does it extend, and what succeeds it, and what relation exists between the firm, resisting body, and that void and unsubstantial one? What is there to unite things so contrary by nature? and how can the harmony of the universe consist out of elements so incongruous; and what can any one say of Heaven itself? That it is a mixture of the elements which it contains, or one of them, or something else beside them? What, again, of the stars themselves? whence comes their radiance? what is it and how is it composed? and what is the reason of their difference in beauty and magnitude? and the seven inner orbs revolving in an opposite direction to the motion of the universe, what are they, and by what influence are they propelled? Then, too, what is that immaterial and ethereal empyrean, and the intermediate air which forms a wall of partition between that element in nature which gives heat and consumes, and that which is moist and combustible? And how does earth below form the foundation of the whole, and what is it that keeps it firmly in its place? what is it that controls its downward tendency? If any one should interrogate us on these and such-like points, will any of us be found so presumptuous as to promise an explanation of them? No! the only reply that can be given by men of sense is this:—that He Who made all things in wisdom can alone furnish an account of His creation. For ourselves, “through faith we understand that the worlds were framed by the word of God,” as saith the Apostle14    Heb. i. 2..

Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ κατανόησιν οὐσίας θεοῦ: τάχα δὲ μικρόν ἐστιν ἐπὶ μόνης ἀποφήνασθαι τοῦτο τῆς ἀνθρωπίνης δυνάμεως, ἀλλὰ καὶ τὴν ἀσώματον κτίσιν ἐλάττονά τις εἰπὼν ἢ ὥστε χωρῆσαι καὶ περιλαβεῖν τῇ γνώσει τὴν ἀόριστον φύσιν οὐ τοῦ παντὸς ἁμαρτήσεται. οἷον ἔστιν ἐπὶ τῶν καθ' ἡμᾶς ὑποδειγμάτων κατανοῆσαι, ὅτι πολλῶν ὄντων καὶ διαφόρων τῶν διὰ σαρκὸς τὴν ζωὴν εἰληχότων, τῶν μὲν πτηνῶν τῶν δὲ χερσαίων, τό τε ὑπερνεφὲς ἐν τῇ τῶν πτερῶν δυνάμει γενόμενον καὶ τὸ τοῖς κοίλοις ἐγκαθιδρυμένον καὶ ἐμφωλεῦον εἰ μὲν πρὸς ἄλληλα κρίνοιντο, οὐκ ὀλίγον ἂν ἀφεστάναι δόξειε τοῦ χερσαίου τὸ ἐναέριον, εἰ δὲ πρὸς τὰ ἄστρα καὶ τὴν ἀπλανῆ σφαῖραν ἡ σύγκρισις εἴη, οὐδὲν ἔλαττον κεχωρίσθαι τοῦ οὐρανοῦ τὸ μετεωροποροῦν διὰ πτήσεως τῶν περὶ γῆν νομισθήσεται ζῴων. οὕτως καὶ ἡ τῶν ἀγγέλων δύναμις τῷ μὲν ἡμετέρῳ συγκρινομένη πάμπολυ προέχειν δοκεῖ, ὅτι οὐδεμιᾶς αἰσθήσεως ἐνοχλούσης γυμνῇ τε καὶ ἀπαρακαλύπτῳ τῇ γνωστικῇ δυνάμει τῶν ὑψηλῶν ἐπορέγεται: εἰ δὲ πρὸς τὸ μεγαλεῖον τοῦ ὄντως ὄντος καὶ ἡ ἐκείνων κατάληψις ἐξετάζοιτο, τάχα ὁ τολμήσας εἰπεῖν μὴ πόρρω τῆς ἡμετέρας βραχύτητος καὶ τὴν ἐκείνων δύναμιν ἀφεστάναι τῆς θείας κατανοήσεως οὐκ ἔξω τοῦ εἰκότος ἀποτολμήσει. πολὺ γὰρ τὸ μέσον καὶ ἀδιεξίτητον, ᾧ πρὸς τὴν κτιστὴν οὐσίαν ἡ ἄκτιστος φύσις διατετείχισται. αὕτη πεπεράτωται, ἐκείνη πέρας οὐκ ἔχει: αὕτη τοῖς ἰδίοις μέτροις κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ πεποιηκότος ἐμπεριείληπται, τῆς δὲ μέτρον ἡ ἀπειρία ἐστίν: αὕτη διαστηματικῇ τινι παρατάσει συμπαρεκτείνεται, καὶ χρόνῳ καὶ τόπῳ περιειργομένη, ἐκείνη ὑπερεκπίπτει πᾶσαν διαστήματος ἔννοιαν, καθ' ὅπερ ἄν τις ἐπιβάλλῃ τὸν νοῦν, κατ' ἐκεῖνο τὴν πολυπραγμοσύνην ἐκφεύγουσα: ἐν ταύτῃ τῇ ζωῇ καὶ ἀρχὴν τοῖς οὖσι καὶ τέλος ἔστιν ἐπινοῆσαι, ἡ δὲ ὑπὲρ τὴν κτίσιν μακαριότης οὔτε ἀρχὴν οὔτε τέλος προσίεται, ἀλλ' ὑπὲρ τὸ ἐν ἑκατέρῳ σημαινόμενον πέφυκεν ἀεὶ ὡσαύτως ἔχουσα καὶ ἐφ' ἑαυτῆς βεβηκυῖα, οὐ διαστηματικῶς ἔκ τινος εἴς τι τῇ ζωῇ διοδεύουσα: οὔτε γὰρ μετουσίᾳ ζωῆς ἑτέρας ἐν τῷ ζῆν γίνεται, ὡς ἀκόλουθον εἶναι καὶ πέρας καὶ ἀρχὴν τῆς μετουσίας νοεῖσθαι, ἀλλ' αὐτὸ ὅπερ ἐστὶ ζωή ἐστιν ἐν ἑαυτῇ ἐνεργουμένη, οὔτε μείζων οὔτε ἐλάττων ἐκ προσθήκης ἢ ὑφαιρέσεως γίνεται. ἡ μὲν γὰρ εἰς τὸ μεῖζον ἐπαύξησις ἐν τῷ ἀπείρῳ χώραν οὐκ ἔχει, τῆς δὲ κατὰ τὴν ἐλάττωσιν ἐπινοίας τὸ κατὰ φύσιν ἀπαθὲς ἀνεπίδεκτον. ὥσπερ δὲ τὸν οὐρανὸν ὁρῶντες καὶ τρόπον τινὰ διὰ τῶν ὁρατικῶν αἰσθητηρίων τοῦ κατὰ τὸ ὕψος ἐφαπτόμενοι κάλλους εἶναι μὲν τὸ φαινόμενον οὐκ ἀμφιβάλλομεν, τὸ δὲ τί ἐστιν ἐρωτηθέντες διερμηνεῦσαι τῷ λόγῳ τὴν φύσιν οὐκ ἔχομεν, θαυμάζομεν δὲ μόνον τὴν ἐγκύκλιον τοῦ παντὸς ὁρῶντες περιφορὰν καὶ τῶν πλανητῶν τὴν ἐναρμόνιον ἐπὶ τὸ ἔμπαλιν κίνησιν κύκλον τέ τινα τὸν λεγόμενον ζῳοφόρον κατὰ τὸ λοξὸν ἐγκεχαραγμένον τῷ πόλῳ, ᾧ τὴν κίνησιν τῶν κατὰ τὸ ἐναντίον ἀνειλουμένων παρατηροῦσιν οἱ ταῦτα σοφοί, φωστήρων τε διαφορὰς κατά τε τὰ μεγέθη καὶ τὰς τῶν αὐγῶν ἰδιότητας ἐπιτολάς τε καὶ δύσεις κατὰ τὴν ἐγκύκλιον τοῦ ἔτους περίοδον ἐπὶ τῶν αὐτῶν ἀεὶ καιρῶν γινομένας ἀπαραβάτως, συνόδους τε τῶν πλανωμένων καὶ ὑποδρομὰς τῶν ὑποβεβηκότων καὶ ἐκλείψεις τῶν ὑπερκειμένων καὶ γῆς ἀποσκιάσεις καὶ ἀποκαταστάσεις τῶν ἐκλειπόντων τήν τε πολυειδῆ τῆς σελήνης ἀλλοίωσιν καὶ τοῦ ἡλίου τὴν ἐπὶ τοῦ μέσου τῶν πόλων κίνησιν, καὶ ὡς ἀνάπλεως ὢν τοῦ ἰδίου φωτὸς καὶ ταῖς ἀκτῖσιν ἐν κύκλῳ καταστεφὴς πάντα τε τῇ φωτιστικῇ δυνάμει περιπτυσσόμενος ἔστιν ὅτε καὶ αὐτὸς ἐκλείπει, τοῦ σεληναίου σώματος ὥς φασιν ἐπιπροσθοῦντος, καὶ ὡς κατὰ τὸ βούλημα τοῦ διατάξαντος ἀεὶ τὸν ἴδιον δρόμον ἀνύων περιπορεύεται διὰ τῆς τεταγμένης προόδου καὶ ὑποβάσεως, τὰς τέσσαρας τοῦ ἔτους ὥρας ἐν ἑαυταῖς ἀνελίσσων, ταῦτα ὁρῶντες εἶναι μὲν τὰ φαινόμενα δι' ὧν ὁρῶμεν οὐκ ἀμφιβάλλομεν, οὐσίας δὲ λόγον ἑκάστου τῶν ὄντων τοσοῦτον ἀπέχομεν κατανοῆσαι, ὅσον εἰ μηδὲ τὴν ἀρχὴν τῇ αἰσθήσει τὸ φανὲν ἐγνωρίσαμεν: οὕτω καὶ τὸν ποιητὴν τοῦ κόσμου ὅτι μὲν ἔστιν οἴδαμεν, τὸν δὲ τῆς οὐσίας λόγον ἀγνοεῖν οὐκ ἀρνούμεθα.
Οἱ δὲ γινώσκειν ταῦτα κομπάζοντες πρότερον μὲν περὶ τῶν ὑποβεβηκότων εἰπάτωσαν, τί τὸ οὐράνιον οἴονται σῶμα, τίνα δὲ τὴν κυκλοφοροῦσαν διὰ παντὸς μηχανήν, ἐν τίνι δὲ τὴν κίνησιν γίνεσθαι; ὅπερ γὰρ ἄν τις τῇ διανοίᾳ λογίσηται, πάντως εἰς τὸ ἀμήχανόν τε καὶ ἀκατάληπτον ὁ λογισμὸς προϊὼν καταλήξει. εἴ τε γὰρ ἕτερον ὁμοιοσχημάτιστον σῶμα λέγοι τις ἐν τύπῳ περιηρμοσμένον περικρατεῖν τὴν φοράν, ὡς ἀεὶ τὸν δρόμον καμπτόμενον ὁμοιοτρόπως περὶ ἑαυτὸν ἑλίσσεσθαι, τῇ ἀνάγκῃ τοῦ περιέχοντος ἐξενεχθῆναι πρὸς τὸ εὐθὺ κωλυόμενον, πῶς ἐρεῖ διαμένειν ταῦτα τὰ σώματα, διὰ τῆς διηνεκοῦς τρίψεως ἐν ἀλλήλοις οὐ δαπανώμενα; πῶς δὲ καὶ ἐνεργεῖται ἡ κίνησις, δύο σωμάτων ὁμοφυῶν πρὸς τύπον ἀλλήλοις ἐναρμοττόντων, ὅταν τὸ ἕτερον ἀκίνητον μένῃ; τῇ γὰρ ἀκινησίᾳ τοῦ περιδεδραγμένου τὸ ἐντὸς διασφιγγόμενον ἀδυνατήσει πάντως πρὸς τὴν ἰδίαν ἐνέργειαν. τί δὲ καὶ τὸ ἑδράζον τοῦ περιέχοντος ἐκείνου τὴν παγιότητα, ὥστε διαμένειν ἄσειστον, ὑπὸ τῆς τοῦ ἐνηρμοσμένου κινήσεως μὴ τινασσόμενον; εἰ δὲ κἀκείνου κατὰ τὴν πολυπραγμοσύνην τῆς διανοίας εἶναί τις ἕδρα ὑποληφθείη ἡ συντηροῦσα ἐν τῷ παγίῳ τὴν στάσιν, πάντως προϊὼν κατὰ τὸ ἀκόλουθον ὁ λόγος κἀκείνης πολυπραγμονήσει βάσιν τῆς βάσεως καὶ ταύτης ἄλλην καὶ τῆς ἐφεξῆς ἑτέραν καὶ οὕτω διὰ τῶν ὁμοίων ἡ ἐξέτασις ἀνιοῦσα πρὸς τὸ ἄπειρον ἐνεχθήσεται καὶ εἰς ἄπορον καταλήξει, τοῦ εἰς τὴν τοῦ παντὸς σύστασιν ὑποβεβλημένου σώματος τὸ ἐπέκεινα πάλιν κατεξετάζουσα, ὡς μηδαμοῦ στῆναι τὸν λόγον τοῦ ἀεὶ περιέχοντος τὴν περιβολὴν ζητοῦντα. ἀλλὰ τοῦτο μὲν οὐχί: κενὸν δέ τι κατὰ τὴν ματαίαν τῶν ταῦτα πεφιλοσοφηκότων ὑπόνοιαν τοῖς οὐρανίοις περικέχυται νώτοις καὶ τούτῳ ἐνολισθαίνουσα τοῦ παντὸς ἡ δίνησις πρὸς ἑαυτὴν ἀναστρέφει, μηδεμίαν ἐκ στερεοῦ τινος ἀντιτυπίαν εὑρίσκουσα τὴν δυναμένην ἐξ ἀντιβάσεως στῆσαι καὶ ἀνακόψαι προϊοῦσαν ἐν κύκλῳ τὴν κίνησιν. τί τοίνυν ἐστὶ τὸ κενὸν ἐκεῖνο, ὃ μήτε σῶμά φασι μήτε νόημα, καὶ μέχρι τίνος ἱστάμενον, καὶ τί τὸ διαδεχόμενον; τίς δὲ τοῦ ναστοῦ καὶ ἀντιτύπου ἡ πρὸς τὸ κενὸν καὶ ἀνυπόστατον ἐκεῖνο συγγένεια; τί τὸ μεσιτεῦον τοῖς παρηλλαγμένοις τῇ φύσει; πῶς δὲ διὰ τῶν ἑτεροφυῶν ἡ τοσαύτη τοῦ παντὸς εὐαρμοστία συνίσταται; τί δ' ἄν τις εἴποι τὸν οὐρανὸν αὐτὸν εἶναι, μίγμα τι τῶν περιεχομένων στοιχείων ἢ ἓν ἐξ ἁπάντων ἢ ἄλλο τι παρὰ ταῦτα; τί δὲ τοὺς ἀστέρας αὐτούς, πόθεν δὲ αὐτοῖς τὴν αὐγὴν ἀποστίλβειν τί οὖσαν καὶ ὅπως συνισταμένην; τῆς δὲ διαφορᾶς αὐτῶν κατά τε τὸ κάλλος καὶ τὸ μέγεθος ὁ λόγος τίς; τοὺς δὲ ἐντὸς ἑπτὰ κύκλους τὴν ἐναντίαν τῷ παντὶ κίνησιν περιαγομένους τί εἶναι, ὑπὸ ποίας ἀνάγκης ἐλαύνεσθαι; τὸ δὲ ἄϋλον ἐκεῖνο καὶ αἰθέριον πῦρ καὶ ὁ ἐγκεχυμένος διὰ μέσου ἀὴρ οἷόν τι διατείχισμα γινόμενος τῆς θερμαντικῆς τε καὶ ἀναλωτικῆς φύσεως πρὸς τὴν ὑγρὰν καὶ εὐανάλωτον; καὶ ὅπως κατὰ τὸ ἔσχατον ἡ γῆ τῷ παντὶ ὑποβέβληται; τί τὸ φυλάσσον ἔχει ἐν τῷ βεβαίῳ τὴν στάσιν; τί τὸ ὑπερεῖδον αὐτῆς τὴν ἐπὶ τὸ κάτω φοράν; εἰ ταῦτα καὶ τὰ τοιαῦτά τις ἡμᾶς κατεξετάζοι, ἆρά τις ἔσται τοσοῦτον ἀνεστηκὼς τὴν διάνοιαν ὥστε καθυποσχέσθαι τῶν τοιούτων τὴν γνῶσιν; οὐδὲν γὰρ ἕτερον εἰς ἀπόκρισιν τοῖς εὐγνώμοσιν ἢ τοῦτο λείπεται, ὅτι ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας μόνος οἶδε τὸν λόγον τῆς κτίσεως. ἡμεῖς δὲ Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, καθώς φησιν ὁ ἀπόστολος.