Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖ

 Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀνθρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκήρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλ

 πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ'

 λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον. Φασὶν « ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁπλοῦν δὲ εἶναι τῇ φύσει

 εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισέρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατ

 « ἀλλὰ καὶ ἀμερής », φησί, « καὶ ἀσύνθετος ». τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀγένν

 ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ « μὴ δεῖν κατ' ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φωναῖς », φησί, « συνδιαλύεσθαι π

 ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον. Δόγμα κοιν

 εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννη

 Διὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶ

 συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περ

 Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ καταν

 Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος

 Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς

 τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μ

 δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν

 οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι' ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένο

 Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυπραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπαφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων

 Διὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλο

 Ἀλλ' ὅμως ἀπὸ τοιαύτης ὡρμημένοι φύσεως πλατύνουσι κατὰ τῆς ἀφράστου δυνάμεως τὰ ἴδια στόματα καὶ προσηγορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι τῷ ὀν

 Οὐκοῦν εἴρηται παρ' ἡμῶν (οἰκειοῦμαι γὰρ τοῦ διδασκάλου τὸν λόγον) ὅτι τῆς θείας φύσεως ἀμυδρὰν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψ

 οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲ

 Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ ἀγεννησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων πρ

 φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ' αὐτοῦ κεχρήμεθα, κατὰ τὴν

 εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀν

 Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώπους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρμόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτ

 οὐ γὰρ ῥῆμα ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ' ὁ μὲν θεός ἐστιν καθ' ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐ

 τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνομάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λ

 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ « τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον » (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς

 εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ

 Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τ

 ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσεβῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σή

 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι: τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν « ἀγεννησίαν » οὐσίαν εἶναι: πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό

 ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, π

 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι ἔξεστι γὰρ τῷ μὴ φιλονείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τ

 ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδ

 τὸ γὰρ προθέμενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανήσασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκε

 οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρκτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν πορισ

 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑποδείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυ

 εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν

 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦτον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τρα

 εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγμασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνομάζ

 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντιλαμβάνεται τῶν γεγραμμένων καί φησι « τ

 ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησ

 ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς

 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολλάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλου

 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι το

 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖ

 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θε

 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαί

 εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχε

 φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θα

 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι

 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς « ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος »_ὑπαλλάξας γὰρ τὴν ὕβριν

 Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζεσθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς

 ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυ

 οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη: εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴ

 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμάτων ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχ

 μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. „παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρ

 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι

 ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι « ταῦτα δι' ἐπινοίας ἀνθρωπίνης ἐστ

 « Ἀλλ' ὁ θεός », φησί, « καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας, καὶ τοῖ

 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ « τῆς πεφωρημένης συνηθείας » κατήγορος, ὁ τοὺς « παρῃρημένους ἐν δίκῃ τὸν λογισμὸν » διασύρων, ταῦτα γινώσκειν περὶ

 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλισ

 οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς Δανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδ

 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναί

 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογογραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες: ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λό

 « εἶπε », φησίν, « ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέτασιν ἐπίνοια

 ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περιλαμφθεὶς τῷ φωτὶ καὶ με

 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον: ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα,

 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσ

 ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τούτων ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τ

 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατασκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθία

 ἀλλὰ « κατ' αὐτὴν τὴν οὐσίαν », φησίν, « ἄφθαρτός ἐστιν ὁ θεός ». τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον,

 ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. « Κατ' αὐτήν »,

 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ πρ

 εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλο

 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφηθέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν « μανίαν » ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλω

 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέκολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρακατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι

 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν « τὴν » ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ

 « Ἀλλ' ἐπειδή », φησίν, « οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγμα

 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτατος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρ

 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πο

 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι

 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τού

 ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπιβάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ: ὥστε

 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, « σπέρματός τινος ὑπαλλαγὴν » καὶ « σπορᾶς καθηγητὴν » καὶ «

 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν

 ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, « τί ποτε τοὺς αἰῶνας οἰόμεθα »: καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων: τίς γά

 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν

 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολεμοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμ

 « Δεῖ », φησί, « τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρινῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος: τ

 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λόγων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα

 εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐναντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, « διὰ τὸ ἐξ ἐν

 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. « εἰ δὲ δεῖ », φησίν, « ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσ

 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος « εἰ κατὰ τὸ ἀτελεύτητον », φησί, « τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄ

 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι: « ἔσται ἄρ

 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀ

 ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ

 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀ

 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες: ἐξ ἐκείνης γ

 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοιδορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχ

 καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πιστευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμολο

 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγχειν: ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸ

 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολουθίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπ

 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται « δείξειν τῶν » ἡμετέρων « δογμάτων ἀτοπίαν », ὡς αὐτός φησιν, « ἀνήκεστ

 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων

 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέγοιτο: ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος ο

 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δήποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν: ὧν τὴν ἔκθεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροι

 τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ

 εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάντως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος

 Ἀλλ' « οὐχ ὁρῶ », φησί, « πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός ». καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι « μετὰ ἀσεβείας ἠλίθιον

 « ὁμοίως » φησὶν « αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον ». ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τ

 οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. « οὐκ ἀπουσίᾳ θανάτου », φησίν, « ὁ θεὸς ἀθάνατος λέγεται ». πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θά

 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰ

 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς « ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λ

 „Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀ

 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀποβλέπετε πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδ

 « Τοιοῦτον », ὡς ἔοικεν, « ἐστίν », ὦ Εὐνόμιε, « κακόν » (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ « τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι » (μικρὸ

And on other accounts also it may be called safe to let alone the Divine essence, as unspeakable, and beyond the scope of human reasoning. For the desire of investigating what is obscure and tracing out hidden things by the operation of human reasoning gives an entrance to false no less than to true notions, inasmuch as he who aspires to know the unknown will not always arrive at truth, but may also conceive of falsehood itself as truth. But the disciple of the Gospels and of Prophecy believes that He Who is, is; both from what he has learnt from the sacred writers, and from the harmony of things which do appear, and from the works of Providence. But what He is and how—leaving this as a useless and unprofitable speculation, such a disciple will open no door to falsehood against truth. For in speculative enquiry fallacies readily find place. But where speculation is entirely at rest, the necessity of error is precluded. And that this is a true account of the case, may be seen if we consider how it is that heresies in the churches have wandered off into many and various opinions in regard to God, men deceiving themselves as they are swayed by one mental impulse or another; and how these very men with whom our treatise is concerned have slipped into such a pit of profanity. Would it not have been safer for all, following the counsel of wisdom, to abstain from searching into such deep matters, and in peace and quietness to keep inviolate the pure deposit of the faith? But since, in fact, human nothingness has commenced intruding recklessly into matters that are above comprehension, and supporting by dogmatic teaching the figments of their vain imagination, there has sprung up in consequence a whole host of enemies to the truth, and among them these very men who are the subject of this treatise; dogmatizers of deceit who seek to limit the Divine Being, and all but openly idolize their own imagination, in that they deify the idea expressed by this “ungeneracy” of theirs, as not being only in a certain relation discernible in the Divine nature, but as being itself God, or the essence of God. Yet perchance they would have done better to look to the sacred company of the Prophets and Patriarchs, to whom “at sundry times, and in divers manners25    Heb. i. 1.,” the Word of truth spake, and, next in order, those who were eye-witnesses and ministers of the word, that they might give honour due to the claims on their belief of the things attested by the Holy Spirit Himself, and abide within the limits of their teaching and knowledge, and not venture on themes which are not comprehended in the canon of the sacred writers. For those writers, by revealing God, so long unknown to human life by reason of the prevalence of idolatry, and making Him known to men, both from the wonders which manifest themselves in His works, and from the names which express the manifold variety of His power, lead men, as by the hand, to the understanding of the Divine nature, making known to them the bare grandeur of the thought of God; while the question of His essence, as one which it is impossible to grasp, and which bears no fruit to the curious enquirer, they dismiss without any attempt at its solution. For whereas they have set forth respecting all other things, that they were created, the heaven, the earth, the sea, times, ages, and the creatures that are therein, but what each is in itself, and how and whence, on these points they are silent; so, too, concerning God Himself, they exhort men to “believe that He is, and that He is a rewarder of them that diligently seek Him26    Heb. xi. 6.,” but in regard to His nature, as being above every name, they neither name it nor concern themselves about it. For if we have learned any names expressive of the knowledge of God, all these are related and have analogy to such names as denote human characteristics. For as they who would indicate some person unknown by marks of recognition speak of him as of good parentage and descent, if such happen to be the case, or as distinguished for his riches or his worth, or as in the prime of life, or of such or such stature, and in so speaking they do not set forth the nature of the person indicated, but give certain notes of recognition (for neither advantages of birth, nor of wealth, nor of reputation, nor of age, constitute the man; they are considered, simply as being observable in the man), thus too the expressions of Holy Scripture devised for the glory of God set forth one or another of the things which are declared concerning Him, each inculcating some special teaching. For by these expressions we are taught either His power, or that He admits not of deterioration, or that He is without cause and without limit, or that He is supreme above all things, or, in short, something, be it what it may, respecting Him. But His very essence, as not to be conceived by the human intellect or expressed in words, this it has left untouched as a thing not to be made the subject of curious enquiry, ruling that it be revered in silence, in that it forbids the investigation of things too deep for us, while it enjoins the duty of being slow to utter any word before God. And therefore, whosoever searches the whole of Revelation will find therein no doctrine of the Divine nature, nor indeed of anything else that has a substantial existence, so that we pass our lives in ignorance of much, being ignorant first of all of ourselves, as men, and then of all things besides. For who is there who has arrived at a comprehension of his own soul? Who is acquainted with its very essence, whether it is material or immaterial, whether it is purely incorporeal, or whether it exhibits anything of a corporeal character; how it comes into being, how it is composed, whence it enters into the body, how it departs from it, or what means it possesses to unite it to the nature of the body; how, being intangible and without form, it is kept within its own sphere, what difference exists among its powers, how one and the same soul, in its eager curiosity to know the things which are unseen, soars above the highest heavens, and again, dragged down by the weight of the body, falls back on material passions, anger and fear, pain and pleasure, pity and cruelty, hope and memory, cowardice and audacity, friendship and hatred, and all the contraries that are produced in the faculties of the soul? Observing which things, who has not fancied that he has a sort of populace of souls crowded together in himself, each of the aforesaid passions differing widely from the rest, and, where it prevails, holding lordship over them all, so that even the rational faculty falls under and is subject to the predominating power of such forces, and contributes its own co-operation to such impulses, as to a despotic lord? What word, then, of the inspired Scripture has taught us the manifold and multiform character of what we understand in speaking of the soul? Is it a unity composed of them all, and, if so, what is it that blends and harmonizes things mutually opposed, so that many things become one, while each element, taken by itself, is shut up in the soul as in some ample vessel? And how is it that we have not the perception of them all as being involved in it, being at one and the same time confident and afraid, at once hating and loving and feeling in ourselves the working as well of all other emotions confused and intermingled; but, on the contrary, take knowledge only of their alternate control, when one of them prevails, the rest remaining quiescent? What in short is this composition and arrangement, and this capacious void within us, such that to each is assigned its own post, as though hindered by middle walls of partition from holding intercourse with its neighbour? And then again what account has explained whether passion is the fundamental essence of the soul, or fear, or any of the other elements which I have mentioned; and what emotions are unsubstantial? For if these have an independent subsistence, then, as I have said, there is comprehended in ourselves not one soul, but a collection of souls, each of them occupying its distinct position as a particular and individual soul. But if we must suppose these to be a kind of emotion without subsistence, how can that which has no essential existence exercise lordship over us, having reduced us as it were to slave under whichsoever of these things may have happened to prevail? And if the soul is something that thought only can grasp, how can that which is manifold and composite be contemplated as such, when such an object ought to be contemplated by itself, independently of these bodily qualities? Then, as to the soul’s power of growth, of desire, of nutrition, of change, and the fact that all the bodily powers are nourished, while feeling does not extend through all, but, as in things without life, some of our members are destitute of feeling, the bones for example, the cartilages, the nails, the hair, all of which take nourishment, but do not feel,—tell me who is there that understands this only half-complete operation of the soul as to these? And why do I speak of the soul? Even the inquiry as to that thing in the flesh itself which assumes all the corporeal qualities has not been pursued to any definite result. For if any one has made a mental analysis of that which is seen into its component parts, and, having stripped the object of its qualities, has attempted to consider it by itself, I fail to see what will have been left for investigation. For when you take from a body its colour, its shape, its degree of resistance, its weight, its quantity, its position, its forces active or passive, its relation to other objects, what remains, that can still be called a body, we can neither see of ourselves, nor are we taught it by Scripture. But how can he who is ignorant of himself take knowledge of anything that is above himself? And if a man is familiarized with such ignorance of himself, is he not plainly taught by the very fact not to be astonished at any of the mysteries that are without? Wherefore also, of the elements of the world, we know only so much by our senses as to enable us to receive what they severally supply for our living. But we possess no knowledge of their substance, nor do we count it loss to be ignorant of it. For what does it profit me to inquire curiously into the nature of fire, how it is struck out, how it is kindled, how, when it has caught hold of the fuel supplied to it, it does not let it go till it has devoured and consumed its prey; how the spark is latent in the flint, how steel, cold as it is to the touch, generates fire, how sticks rubbed together kindle flame, how water shining in the sun causes a flash; and then again the cause of its upward tendency, its power of incessant motion?—Putting aside all which curious questions and investigations, we give heed only to the subservience of this fire to life, seeing that he who avails himself of its service fares no worse than he who busies himself with inquiries into its nature.

Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυπραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπαφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων καταστοχάζεσθαι καί τινα τῶν ἀποκρύφων γνῶσιν ἐξ ἐπινοίας ἀνθρωπίνων λογισμῶν ἐρευνᾶσθαι πάροδον καὶ ἀκολουθίαν καὶ ταῖς διεψευσμέναις τῶν ὑπολήψεων δίδωσιν, διότι τῶν ἀγνοουμένων ὁ στοχασμὸς οὐ μόνον τὸ ἀληθές, ἀλλὰ καὶ αὐτὸ πολλάκις τὸ ψεῦδος ὡς ἀληθὲς ὑπολήψεται. ὁ δὲ τῶν εὐαγγελίων καὶ τῆς προφητείας μαθητὴς ὅτι μὲν ἔστιν ὁ ὢν ἐξ ὧν ἀκήκοέ τε τῶν ἁγίων καὶ διὰ τῆς τῶν φαινομένων εὐαρμοστίας καὶ τῶν τῆς προνοίας ἔργων πιστεύει, τί δὲ καὶ ὅπως ἐστὶν ὡς ἀνωφελὲς ἅμα καὶ ἀνήνυτον οὐκ ἐξετάζων οὐδεμίαν δώσει τῷ ψεύδει κατὰ τῆς ἀληθείας τὴν εἴσοδον. ἐν μὲν γὰρ τῷ πολυπραγμονεῖν καὶ ὁ παραλογισμὸς χώραν εὑρίσκει, πάσης δὲ πολυπραγμοσύνης ἀργούσης συναποκόπτεται πάντως καὶ ἡ τοῦ διαμαρτάνειν ἀνάγκη. καὶ ὅτι ἀληθὴς ὁ λόγος, πάρεστιν ἐκ τούτου μαθεῖν. πῶς αἱ τῶν ἐκκλησιῶν αἱρέσεις εἰς ποικίλας καὶ διαφόρους τὰς περὶ θεοῦ ὑπολήψεις ἀπεπλανήθησαν, ἄλλου κατ' ἄλλην τινὰ τῆς διανοίας κίνησιν ἑαυτὸν ἀπατήσαντος; πῶς αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστὶ περὶ τὸ βάραθρον τοῦτο τῆς ἀσεβείας κατώλισθον; ἆρ' οὐχὶ πᾶσιν ἀσφαλέστερον ἦν κατὰ τὴν συμβουλὴν τῆς σοφίας μὴ ζητεῖν τὰ βαθύτερα, ἀλλὰ δι' ἡσυχίας τὴν ἁπλῆν τῆς πίστεως παρακαταθήκην ἄσυλον ἑαυτοῖς ἀσφαλίζεσθαι; ἀλλ' ἐπειδὴ ὅλως ἀρχὴν ἔλαβεν ἡ τῶν ἀνθρώπων οὐθένεια τοῖς ἀπερινοήτοις ἐμβατεύειν εἰκῇ καὶ δόγμασι κρατύνειν τὰ τῆς ματαίας αὐτῶν οἰήσεως παρευρήματα, ἐντεῦθεν ὁ πολὺς κατάλογος τῶν τῇ ἀληθείᾳ προσπολεμούντων, καὶ αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστὶν οἱ δογματισταὶ τῆς ἀπάτης ἀναπεφήνασιν οἱ εἰς περιγραφήν τινα τὸ θεῖον ἄγοντες, μονονουχὶ φανερῶς εἰδωλοποιοῦντες ἑαυτῶν τὴν ὑπόνοιαν ἐν τῷ τὴν ἐμφαινομένην τῇ « ἀγεννησίᾳ » διάνοιαν ταύτην θεοποιεῖν, ὡς οὐχὶ κατά τινα λόγον ἐπιθεωρουμένην τῇ θείᾳ φύσει, ἀλλ' αὐτὴν οὖσαν θεὸν ἢ οὐσίαν θεοῦ. καίτοι γε ἴσως ἐχρῆν πρὸς τὸν τῶν ἁγίων χορὸν ἀποβλέποντας, τοὺς προφήτας λέγω καὶ πατριάρχας, οἷς πολυμερῶς καὶ πολυτρόπως ὁ τῆς ἀληθείας ἐνεφθέγξατο λόγος, καὶ μετὰ ταῦτα τοὺς αὐτόπτας τε καὶ ὑπηρέτας γενομένους τοῦ λόγου, δυσωπηθῆναι μὲν τὴν ἀξιοπιστίαν τῶν ὑπ' αὐτοῦ μαρτυρηθέντων τοῦ πνεύματος, ἐμμένειν δὲ τοῖς ὅροις τῆς ἐκείνων διδασκαλίας καὶ γνώσεως καὶ μὴ ἐπιτολμᾶν τούτοις, ὧν ἡ τῶν ἁγίων κατάληψις οὐκ ἐφήψατο. ἐκεῖνοι γὰρ ἀγνοούμενον τέως τὸν θεὸν τῇ ἀνθρωπίνῃ ζωῇ διὰ τὴν ἐπικρατοῦσαν τότε περὶ τὰ εἴδωλα πλάνην ἐμφανῆ καὶ γνώριμον τοῖς ἀνθρώποις ποιοῦντες ἔκ τε τῶν θαυμάτων, ἃ τοῖς παρ' αὐτοῦ γεγενημένοις ἐμφαίνεται, καὶ ἐκ τῶν ὀνομάτων, δι' ὧν τὸ ποικίλον τῆς θείας δυνάμεως κατανοεῖται, πρὸς τὴν σύνεσιν τῆς θείας φύσεως χειραγωγοῦσι, τὴν μεγαλοπρέπειαν μόνην τῶν περὶ τὸν θεὸν θεωρουμένων τοῖς ἀνθρώποις γνωρίζοντες: τὸν δὲ τῆς οὐσίας λόγον ὡς οὔτε δυνατὸν χωρηθῆναι οὔτε τι φέροντα τοῖς πολυπραγμονοῦσι τὸ κέρδος ἄρρητον ἀφῆκαν καὶ ἀνεξέταστον. καὶ γὰρ καὶ τὰ ἄλλα πάντα ὅτι μὲν γέγονε διηγήσαντο, οὐρανὸν γῆν θάλασσαν χρόνους αἰῶνας καὶ τὴν ἐν τούτοις κτίσιν, ὅ τι δὲ τούτων ἕκαστον καὶ ὅπως καὶ ὅθεν ἀπεσιώπησαν: οὕτω καὶ περὶ τοῦ θεοῦ Ὅτι μὲν ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται, συμβουλεύουσι πείθεσθαι, τὴν δὲ φύσιν αὐτὴν ὡς ὑπὲρ πᾶν οὖσαν ὄνομα οὔτε ὠνόμασαν οὔτε ἠμέλλησαν. εἰ γάρ τι πρὸς δήλωσιν τῆς θείας κατανοήσεως μεμαθήκαμεν ὄνομα, πάντα ταῦτα κοινωνίαν ἔχει καὶ ἀναλογίαν πρὸς τὰ τοιαῦτα τῶν ὀνομάτων, ἃ τοῦ τινὸς ἀνθρώπου τὴν ἰδιότητα δείκνυσιν. ὡς γὰρ οἱ τὸν ἀγνοούμενον διά τινων γνωρισμάτων δηλοῦντες εὐπατρίδην αὐτόν, ἂν οὕτω τύχῃ, καὶ τῶν εὖ γεγονότων λέγουσιν εἶναι καὶ λαμπρὸν ἐν πλούτῳ καὶ ἐν ἀξίᾳ περίβλεπτον ἀνθοῦντά τε τῇ ὥρᾳ καὶ ἐπὶ τόσον διανεστηκότα τῷ σώματι, καὶ τὰ τοιαῦτα λέγοντες οὐ τὴν φύσιν τοῦ δηλουμένου, ἀλλά τινα γνωρίσματα τῶν περὶ αὐτὸν γινωσκομένων ἐδήλωσαν (οὔτε γὰρ τὸ εὐγενὲς οὔτε τὸ πολυχρήματον οὔτε τὸ περιφανὲς τοῦ ἀξιώματος οὔτε τὸ κατὰ τὴν ὥραν περίβλεπτον ἡ ἀνθρωπότης ἐστίν, ἀλλ' ἕκαστον τούτων περὶ τὸν τινὰ θεωρεῖται): οὕτως καὶ πᾶσαι φωναὶ « αἱ » παρὰ τῆς ἁγίας γραφῆς εἰς δοξολογίαν θείαν ἐξευρημέναι τῶν περὶ τὸν θεόν τι δηλουμένων ἀποσημαίνουσιν, ἰδίαν ἔμφασιν ἑκάστη παρεχομένη, δι' ὧν ἢ τὸ δυνατὸν ἢ τὸ τοῦ χείρονος ἀνεπίδεκτον ἢ τὸ μὴ ἐξ αἰτίας εἶναι ἢ τὸ μὴ εἰς περιγραφὴν τέλους ἔρχεσθαι ἢ τὸ κατὰ πάντων ἔχειν τὸ κράτος ἢ ὅλως τι τῶν περὶ αὐτὸν διδασκόμεθα: αὐτὴν δὲ τὴν οὐσίαν ὡς οὔτε διανοίᾳ τινὶ χωρητὴν οὔτε λόγῳ φραστὴν ἀπολυπραγμόνητον εἴασε, σιωπῇ τιμᾶσθαι νομοθετήσασα ἐν τῷ κωλύειν τῶν βαθυτέρων τὴν ζήτησιν καὶ ἐν τῷ λέγειν μὴ δεῖν ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου θεοῦ. Διὰ τοῦτο πᾶσάν τις θεόπνευστον φωνὴν ἐρευνώμενος οὐκ ἂν εὕροι τῆς θείας φύσεως τὴν διδασκαλίαν οὐδὲ μὴν ἄλλου τινὸς τῶν κατ' οὐσίαν ὑφεστηκότων: ὅθεν ἐν ἀγνοίᾳ πάντων διάγομεν πρῶτον ἑαυτοὺς ἀγνοοῦντες οἱ ἄνθρωποι, ἔπειτα δὲ καὶ τὰ ἄλλα πάντα. τίς γὰρ ἔστιν ὃς τῆς ἰδίας ἑαυτοῦ ψυχῆς ἐν καταλήψει γεγένηται, τίς ὁ ἐπιγνοὺς αὐτῆς τὴν οὐσίαν, ὑλική τίς ἐστιν ἢ ἄϋλος, καθαρῶς ἀσώματος ἤ τι καὶ σωματοειδὲς περὶ αὐτὴν θεωρεῖται, πῶς γίνεται πῶς κίρναται, πόθεν εἰσκρίνεται πῶς ἀφίσταται, τί τὸ συνδεσμοῦν καὶ μεσιτεῦον ἔχει πρὸς τὴν τοῦ σώματος φύσιν, πῶς ἡ ἀναφής τε καὶ ἀσχημάτιστος ἰδίᾳ τινὶ περιγραφῇ περιείληπται, τίς ἡ κατὰ τὰς ἐνεργείας διαφορά, πῶς ἡ αὐτὴ καὶ ὑπὲρ τὸν οὐρανὸν ἀνατείνεται τῇ πολυπραγμοσύνῃ τῶν ἀοράτων καὶ πρὸς τὰ ὑλικὰ πάθη κατολισθαίνει τῷ βάρει τοῦ σώματος καθελκομένη, θυμόν τε καὶ φόβον, λύπην τε καὶ ἡδονήν, ἔλεον καὶ ἀπήνειαν, ἐλπίδα καὶ μνήμην, δειλίαν καὶ θράσος, φιλίαν καὶ μῖσος καὶ πάντα τὰ ἐναντίον ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς ἐνεργούμενα; τίς ἄρα κατανοήσας οὐκ ἐλογίσατο, μή τινα δῆμον ψυχῶν ἐν ἑαυτῷ συγκεκροτημένον ἔχοι, πάμπολυ τῶν εἰρημένων ἑκάστου πρὸς τὰ λοιπὰ διαφέροντος καί, καθ' ὃ ἂν ἐπικρατῇ, τὴν κατὰ πάντων ἔχοντος δυναστείαν, ὡς καὶ αὐτὸ τὸ λογιστικὸν ταῖς ἐπικρατήσεσι τῶν τοιούτων κινημάτων ὑποκύπτειν καὶ ὑποτάσσεσθαι καὶ τὴν παρ' ἑαυτοῦ συνεργίαν πρὸς τὰς τοιαύτας ὁρμὰς οἷον δεσπότῃ τινὶ τυραννικῶς συνεισφέρειν; τὸ οὖν πολυμερὲς καὶ πολυειδὲς τοῦτο τῶν κατὰ ψυχὴν νοουμένων τίς ὁ διδάξας ἡμᾶς ἐκ τῆς θεοπνεύστου γραφῆς λόγος, πότερον ἕν τί ἐστιν ἐξ ἁπάντων συγκεκραμένον, καὶ τίς ἡ τῶν ἐναντίων πρὸς ἄλληλα κρᾶσις καὶ σύμπνοια, ὡς ἓν πρᾶγμα τὰ πολλὰ γενέσθαι; ἀλλ' ἕκαστον τούτων κατ' ἰδίαν νοούμενον οἷον ἐν πολυχώρῳ τινὶ ἀγγείῳ τῇ ψυχῇ κατακέκλεισται; καὶ πῶς οὐκ ἀεὶ πάντων ὡς ἐγκειμένων τὴν αἴσθησιν ἔχομεν, θαρροῦντες ἅμα καὶ δειλαινόμενοι μισοῦντές τε κατὰ ταὐτὸν καὶ ἡδόμενοι καὶ τῶν ἄλλων πάντων συγκεχυμένην καὶ ἀναμεμιγμένην ἔνδον τὴν κίνησιν ἔχοντες, ἀλλ' ἀνὰ μέρος αὐτῶν τὴν δυναστείαν ἐπιγινώσκομεν, ὅταν ἐπικρατήσῃ τι τούτων ἡσυχαζόντων τῶν ἄλλων; τίς δὲ ὅλως καὶ ἡ σύνθεσις καὶ ἡ διάθεσις αὕτη καὶ ἡ πολύκενος ἐν ἡμῖν εὐρυχωρία, ὥστε ἑκάστῳ τὴν ἰδίαν χώραν ἀποταχθῆναι οἷόν τισι μέσοις διατειχίσμασι κωλυομένῳ πρὸς τὴν ἐπιμιξίαν τοῦ γείτονος; αὐτὸ δὲ τοῦτο, εἰ κατ' οὐσίαν ὑφέστηκεν ὁ θυμὸς ἢ ὁ φόβος ἢ καὶ τὰ λοιπὰ τῶν εἰρημένων ἤ τινες ἀνυπόστατοι κινήσεις τυγχάνουσι, τίς ὁ διερμηνεύσας λόγος; εἰ μὲν γὰρ ὑφεστήκασιν, οὐ μία ψυχή, καθὼς εἴρηται, ἀλλά τι συγκρότημα ψυχῶν ἐν ἡμῖν περιείληπται, ἑκάστου τούτων εἰς ἰδιάζουσαν καὶ περιγεγραμμένην ψυχὴν ἀποκεκριμένου. εἰ δέ τινα κίνησιν ἀνυπόστατον οἴεσθαι χρὴ ταῦτα εἶναι, πῶς κατακρατεῖ καὶ δυναστεύει ἡμῶν τὸ ἀνύπαρκτον καθάπερ ἐκ τυραννίδος ἡμᾶς δουλωσάμενον, ὅτιπερ ἂν τούτων κατακρατῆσαν τύχῃ; καὶ εἰ νοητόν τί ἐστιν ἡ ψυχή, πῶς ἐν τῷ νοητῷ θεωρεῖται τὸ πολυμερές τε καὶ σύνθετον, ἰδίως τῆς τοιαύτης ἐννοίας παρὰ τὰς σωματικὰς ταύτας ποιότητας θεωρουμένης; ἡ δὲ αὐξητικὴ δύναμις τῆς ψυχῆς ἥ τε ὀρεκτικὴ καὶ θρεπτικὴ καὶ ἀλλοιωτικὴ καὶ τὸ πάντα μὲν τὰ τοῦ σώματος τρέφεσθαι, μὴ διὰ πάντων δὲ διήκειν τὴν αἴσθησιν, ἀλλ' ἐπίσης τοῖς ἀψύχοις ἔνια τῶν ἐν ἡμῖν ἀμοιρεῖν τῆς αἰσθήσεως, ὀστέων καὶ χόνδρων ὀνύχων τε καὶ τριχῶν καὶ τρεφομένων καὶ οὐκ αἰσθανομένων; τὴν οὖν ἡμιτελῆ τῆς ψυχῆς ἐπὶ τούτων ἐνέργειαν τίς ὁ κατανοήσας, εἰπέ μοι; Καὶ τί περὶ τῆς ψυχῆς λέγω; ἀλλ' οὐδὲ τῆς σαρκὸς αὐτῆς τὸ τὰς σωματικὰς ἀναδεδεγμένον ποιότητας ἐναργεῖ τινι καταλήψει μέχρι τοῦ δεῦρο τεθήραται. ἐὰν γάρ τις τῷ λόγῳ τὸ φαινόμενον εἰς τὰ ἐξ ὧν σύγκειται διαλύσῃ καὶ ψιλώσας τῶν ποιοτήτων ἐφ' ἑαυτοῦ κατανοῆσαι φιλονικήσῃ τὸ ὑποκείμενον, τί καταλειφθήσεται τῇ θεωρίᾳ, οὐ συνορῶ. ὅταν γὰρ ἀφέλῃς τοῦ σώματος τὸ χρῶμα, τὸ σχῆμα, τὴν ἀντιτυπίαν, τὸ βάρος, τὴν πηλικότητα, τὴν ἐπὶ τόπου θέσιν, τὴν κίνησιν, τὴν παθητικήν τε καὶ ἐνεργητικὴν διάθεσιν, τὸ πρός τί πως ἔχειν, ὧν ἕκαστον οὐδὲν ἐφ' ἑαυτοῦ σῶμά ἐστι, περὶ δὲ τὸ σῶμα τὰ πάντα, τί λοιπὸν ἔσται, ὃ τὸν τοῦ σώματος δέχεται λόγον, οὔτε δι' ἑαυτῶν συνιδεῖν ἔχομεν οὔτε παρὰ τῆς γραφῆς μεμαθήκαμεν. ὁ δ' ἑαυτὸν ἀγνοῶν πῶς ἄν τι τῶν ὑπὲρ ἑαυτὸν ἐπιγνοίη; καὶ ὁ τῇ περὶ ἑαυτοῦ ἀγνοίᾳ προειθισμένος ἆρ' οὐχὶ φανερῶς δι' αὐτοῦ τούτου διδάσκεται πρὸς μηδὲν τῶν ἔξωθεν ἀποκεκρυμμένων ξενίζεσθαι; διὰ τοῦτο καὶ τὰ τοῦ κόσμου στοιχεῖα τῇ μὲν αἰσθήσει τοσοῦτον γινώσκομεν, ὅσον τὸ ἀφ' ἑκάστου χρήσιμον πρὸς τὴν ζωὴν ἡμῶν δέχεσθαι, τὸν δὲ τῆς οὐσίας αὐτῶν λόγον οὔτε ἐμάθομεν οὔτε τὸ μὴ εἰδέναι ζημίαν ποιούμεθα. τί γάρ μοι πολυπραγμονεῖν τοῦ πυρὸς τὴν φύσιν, πῶς ἐκτρίβεται, πῶς ἐξάπτεται, πῶς τῆς παρακειμένης δρασσόμενον ὕλης οὐ πρότερον ἀποχωρεῖ πρὶν διαφαγεῖν καὶ ἐξαναλῶσαι τὸ ὑποκείμενον, πῶς λανθάνει ὁ σπινθὴρ τῷ λίθῳ ἐγκείμενος, πῶς ψυχρὸς ὢν τοῖς ἁπτομένοις ὁ σίδηρος ἀπογεννᾷ τὴν φλόγα, πῶς τριβόμενα πρὸς ἑαυτὰ τὰ ξύλα πῦρ ἀναδίδωσι, πῶς ἀπαυγάζον ἐν ἡλίῳ τὸ ὕδωρ φλόγα ποιεῖ, τῆς τε ἐπὶ τὸ ἄνω φορᾶς τὴν αἰτίαν καὶ τὴν ἀεικίνητον δύναμιν καὶ πάντα τὰ τοιαῦτα παρέντες πολυπραγμονεῖν τε καὶ ἐξετάζειν μόνον τὸ ἀπ' αὐτοῦ χρήσιμον εἰς τὸν βίον ἑαυτῶν ἐνοήσαμεν, εἰδότες ὅτι οὐδὲν ἔλαττον ἔχει τοῦ πολυπραγμονοῦντος ὁ ἀπραγμόνως τὴν ὠφέλειαν δεχόμενος.