Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖ

 Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀνθρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκήρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλ

 πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ'

 λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον. Φασὶν « ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁπλοῦν δὲ εἶναι τῇ φύσει

 εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισέρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατ

 « ἀλλὰ καὶ ἀμερής », φησί, « καὶ ἀσύνθετος ». τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀγένν

 ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ « μὴ δεῖν κατ' ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φωναῖς », φησί, « συνδιαλύεσθαι π

 ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον. Δόγμα κοιν

 εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννη

 Διὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶ

 συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περ

 Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ καταν

 Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος

 Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς

 τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μ

 δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν

 οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι' ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένο

 Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυπραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπαφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων

 Διὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλο

 Ἀλλ' ὅμως ἀπὸ τοιαύτης ὡρμημένοι φύσεως πλατύνουσι κατὰ τῆς ἀφράστου δυνάμεως τὰ ἴδια στόματα καὶ προσηγορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι τῷ ὀν

 Οὐκοῦν εἴρηται παρ' ἡμῶν (οἰκειοῦμαι γὰρ τοῦ διδασκάλου τὸν λόγον) ὅτι τῆς θείας φύσεως ἀμυδρὰν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψ

 οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲ

 Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ ἀγεννησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων πρ

 φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ' αὐτοῦ κεχρήμεθα, κατὰ τὴν

 εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀν

 Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώπους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρμόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτ

 οὐ γὰρ ῥῆμα ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ' ὁ μὲν θεός ἐστιν καθ' ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐ

 τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνομάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λ

 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ « τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον » (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς

 εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ

 Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τ

 ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσεβῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σή

 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι: τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν « ἀγεννησίαν » οὐσίαν εἶναι: πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό

 ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, π

 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι ἔξεστι γὰρ τῷ μὴ φιλονείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τ

 ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδ

 τὸ γὰρ προθέμενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανήσασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκε

 οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρκτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν πορισ

 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑποδείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυ

 εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν

 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦτον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τρα

 εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγμασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνομάζ

 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντιλαμβάνεται τῶν γεγραμμένων καί φησι « τ

 ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησ

 ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς

 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολλάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλου

 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι το

 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖ

 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θε

 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαί

 εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχε

 φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θα

 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι

 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς « ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος »_ὑπαλλάξας γὰρ τὴν ὕβριν

 Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζεσθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς

 ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυ

 οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη: εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴ

 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμάτων ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχ

 μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. „παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρ

 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι

 ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι « ταῦτα δι' ἐπινοίας ἀνθρωπίνης ἐστ

 « Ἀλλ' ὁ θεός », φησί, « καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας, καὶ τοῖ

 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ « τῆς πεφωρημένης συνηθείας » κατήγορος, ὁ τοὺς « παρῃρημένους ἐν δίκῃ τὸν λογισμὸν » διασύρων, ταῦτα γινώσκειν περὶ

 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλισ

 οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς Δανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδ

 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναί

 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογογραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες: ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λό

 « εἶπε », φησίν, « ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέτασιν ἐπίνοια

 ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περιλαμφθεὶς τῷ φωτὶ καὶ με

 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον: ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα,

 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσ

 ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τούτων ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τ

 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατασκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθία

 ἀλλὰ « κατ' αὐτὴν τὴν οὐσίαν », φησίν, « ἄφθαρτός ἐστιν ὁ θεός ». τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον,

 ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. « Κατ' αὐτήν »,

 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ πρ

 εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλο

 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφηθέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν « μανίαν » ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλω

 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέκολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρακατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι

 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν « τὴν » ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ

 « Ἀλλ' ἐπειδή », φησίν, « οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγμα

 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτατος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρ

 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πο

 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι

 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τού

 ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπιβάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ: ὥστε

 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, « σπέρματός τινος ὑπαλλαγὴν » καὶ « σπορᾶς καθηγητὴν » καὶ «

 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν

 ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, « τί ποτε τοὺς αἰῶνας οἰόμεθα »: καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων: τίς γά

 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν

 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολεμοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμ

 « Δεῖ », φησί, « τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρινῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος: τ

 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λόγων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα

 εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐναντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, « διὰ τὸ ἐξ ἐν

 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. « εἰ δὲ δεῖ », φησίν, « ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσ

 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος « εἰ κατὰ τὸ ἀτελεύτητον », φησί, « τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄ

 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι: « ἔσται ἄρ

 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀ

 ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ

 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀ

 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες: ἐξ ἐκείνης γ

 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοιδορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχ

 καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πιστευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμολο

 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγχειν: ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸ

 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολουθίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπ

 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται « δείξειν τῶν » ἡμετέρων « δογμάτων ἀτοπίαν », ὡς αὐτός φησιν, « ἀνήκεστ

 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων

 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέγοιτο: ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος ο

 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δήποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν: ὧν τὴν ἔκθεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροι

 τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ

 εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάντως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος

 Ἀλλ' « οὐχ ὁρῶ », φησί, « πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός ». καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι « μετὰ ἀσεβείας ἠλίθιον

 « ὁμοίως » φησὶν « αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον ». ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τ

 οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. « οὐκ ἀπουσίᾳ θανάτου », φησίν, « ὁ θεὸς ἀθάνατος λέγεται ». πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θά

 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰ

 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς « ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λ

 „Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀ

 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀποβλέπετε πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδ

 « Τοιοῦτον », ὡς ἔοικεν, « ἐστίν », ὦ Εὐνόμιε, « κακόν » (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ « τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι » (μικρὸ

But if any one would give a more sensuous interpretation to the words “God said,” as proving that articulate speech was His creation, by a parity of reason he must understand by the words “God saw,” that He did so by faculties of perception like our own, through the organs of vision; and so again by the words “The Lord heard me and had mercy upon me,” and again, “He smelled a sweet savour46    Ps. xxx. 10 (LXX.). Gen. viii. 21.,” and whatever other sensuous expressions are employed by Scripture in reference to head, or foot, or hand, or eyes, or fingers, or sandals, as appertaining to God, taking them, I say, in their plain literal acceptation, he will present to us an anthropomorphous deity, after the similitude of what is seen among ourselves. But if any one hearing that the heavens are the work of His fingers, that He has a strong hand, and a mighty arm, and eyes, and feet, and sandals, deduces from such words ideas worthy of God, and does not degrade the idea of His pure nature by carnal and sensuous imaginations, it will follow that on the one hand he will regard the verbal utterances as indications of the Divine will, but on the other he will not conceive of them as articulate sounds, but will reason thus; that the Creator of human reason has gifted us with speech proportionally to the capacity of our nature, so that we might be able thereby to signify the thoughts of our minds; but that, so far as the Divine nature differs from ours, so great will be the degree of difference between our notions respecting it and its own inherent majesty and godhead. And as our power compared with God’s, and our life with His life, is as nothing, and all else that is ours, compared with what is in Him, is “as nothing in comparison47    Ps. xxxix. 5.” with Him, as saith the inspired Teaching, so also our word as compared with Him, Who is the Word indeed, is as nothing48    Or. Cat. c. 1. “For since our nature is liable to corruption, and weak, therefore is our life short, our strength unsubstantial, our word unstable (ἀπαγὴς);” and see note.. For this word of yours was not in the beginning, but was created along with our nature, nor is it to be regarded as having any reality of its own, but, as our master (Basil) somewhere has said, it vanishes along with the sound of the voice, nor is any operation of the word discernible, but it has its subsistence in voice only, or in written characters. But the word of God is God Himself, the Word that was in the beginning and that abideth for ever, through Whom all things were and are, Who ruleth over all, and hath all power over the things in heaven and the things on earth, being Life, and Truth, and Righteousness, and Light, and all that is good, and upholding all things in being. Such, then, and so great being the word, as we understand it, of God, our opponent allows God, as some great thing, the power of language, made up of nouns, verbs, and conjunctions, not perceiving that, as He Who conferred practical powers on our nature is not spoken of as fabricating each of their several results, but, while He gave our nature its ability, it is by us that a house is constructed, or a bench, or a sword, or a plough, and whatsoever thing our life happens to be in need of, each of which things is our own work, although it may be ascribed to Him Who is the author of our being, and Who created our nature capable of every science,—so also our power of speech is the work of Him Who made our nature what it is, but the invention of each several term required to denote objects in hand is of our own devising. And this is proved by the fact that many terms in use are of a base and unseemly character, of which no man of sense would conceive God the inventor: so that, if certain of our familiar expressions are ascribed by Holy Scripture to God as the speaker, we should remember that the Holy Spirit is addressing us in language of our own, as e.g. in the history of the Acts we are told that each man received the teaching of the disciples in his own language wherein he was born, understanding the sense of the words by the language which he knew. And, that this is true, may be seen yet more clearly by a careful examination of the enactments of the Levitical law. For they make mention of pans, and cakes, and fine flour49    Lev. ii. 5, seqq., and the like, in the mystic sacrifices, instilling wholesome doctrine under the veil of symbol and enigma. Mention, too, is made of certain measures then in use, such as ephah, and nebel50    Nebel is defined by Epiphanius de pond. et mens. c. 24, as follows, Νέβελ οἴνου, ὅπερ ἐστὶ μέτρον ξεστῶν ρ'ν' (150 pints). The word is merely a transcription of the Hebrew for a skin, i.e. wine-skin, “bottle.” Cf. Hosea iii. 2, νέβελ οἴνου (LXX.): Symmachus has ἀσκος., and hin, and the like. Are we, then, to suppose that God made these names and appellations, or that in the beginning He commanded them to be such, and to be so named, calling one kind of grain wheat, and its pith flour, and flat sweetmeats, whether heavy or light, cakes; and that He commanded a vessel of the kind in which a moist lump is boiled or baked to be called a pan, or that He spoke of a certain liquid measure by the name of hin or nebel, and measured dry produce by the homer? surely it is trifling and mere Jewish folly, far removed from the grandeur of Christian simplicity, to think that God, Who is the Most High and above every name and thought, Who by sole virtue of His will governs the world, which He brought into existence, and upholds it in being, should set Himself like some schoolmaster to settle the niceties of terminology. Rather let us say, that as we indicate to the deaf what we want them to do, by gestures and signs, not because we have no voice of our own, but because a verbal communication would be utterly useless to those who cannot hear, so, in as much as human nature is in a sense deaf and insensible to higher truths, we maintain that the grace of God at sundry times and in divers manners spake by the Prophets, ordering their voices conformably to our capacity and the modes of expression with which we are familiar, and that by such means it leads us, as with a guiding hand, to the knowledge of higher truths, not teaching us in terms proportioned to their inherent sublimity, (for how can the great be contained by the little?) but descending to the lower level of our limited comprehension. And as God, after giving animals their power of motion, no longer prescribes each step they take, for their nature, having once for all taken its beginning from the Creator, moves of itself, and makes its way, adapting its power of motion to its object from time to time (except in so far as it is said that a man’s steps are directed by the Lord), so our nature, having received from God the power of speech and utterance and of expressing the will by the voice, proceeds on its way through things, giving them distinctive names by varying inflections of sound; and these signs are the verbs and nouns which we use, and through which we signify the meaning of the things. And though the word “fruit” is made use of by Moses before the creation of fruit, and “seed” before that of seed, this does not disprove our assertion, nor is the sense of the lawgiver opposed to what we have said in respect to thought and conception. For that end of past husbandry which we speak of as fruit, and that beginning of future husbandry which we speak of as seed, this thing, I mean, underlying these names,—whether wheat or some other produce which is increased and multiplied by sowing—does not, he teaches us, grow spontaneously, but by the will of Him Who created them to grow with their peculiar power, so as to be the same fruit and to reproduce themselves as seed, and to support mankind with their increase. And by the Divine will the thing is produced, not the name, so that the substantial thing51    Here is the answer to Eunomius’ contention above (p. 270), that “in the earliest of the sacred records before the creation of man, the naming of fruit and seed are mentioned in Holy Writ.” He calls Basil, for not observing this, a pagan and atheist. So below he calls him a follower of Valentinus, “a sower of tares,” for making the human faculty (ἐπίνοια) the maker of names, even of those of the Only-begotten; apparently, as Valentinus multiplied the names of Christ. is the work of the Creator, but the distinguishing names of things, by which speech furnishes us with a clear and accurate description of them, are the work and the invention of man’s reasoning faculty, though the reasoning faculty itself and its nature are a work of God. And since all men are endowed with reason, differences of language will of necessity be found according to differences of country. But if any one maintain that light, or heaven, or earth, or seed were named after human fashion by God, he will certainly conclude that they were named in some special language. What that was, let him show. For he who knows the one thing will not, in all probability, be ignorant of the other. For at the river Jordan, after the descent of the Holy Ghost, and again in the hearing of the Jews, and at the Transfiguration, there came a voice from heaven, teaching men not only to regard the phenomenon as something more than a figure, but also to believe the beloved Son of God to be truly God. Now that voice was fashioned by God, suitably to the understanding of the hearers, in airy substance, and adapted to the language of the day, God, “who willeth that all men should be saved and come to the knowledge of the truth52    1 Tim. ii. 4.,” having so articulated His words in the air with a view to the salvation of the hearers, as our Lord also saith to the Jews, when they thought it thundered because the sound took place in the air. “This voice came not because of Me, but for your sakes53    S. John xii. 30.” But before the creation of the world, inasmuch as there was no one to hear the word, and no bodily element capable of accentuating the articulate voice, how can he who says that God used words give any air of probability to his assertion? God Himself is without body, creation did not yet exist. Reason does not suffer us to conceive of anything material in respect to Him. They who might have been benefited by the hearing were not yet created. And if men were not yet in being, neither had any form of language been struck out in accordance with national peculiarities, by what arguments, then, can he who looks to the bare letter make good his assertion, that God spoke thus using human parts of speech?

Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θεὸς κατὰ τὴν ἀντιληπτικὴν ἡμῶν αἴσθησιν διὰ τῆς τῶν ὀφθαλμῶν ἐνεργείας πάντως ὑπονοήσει καὶ τὸ Ἤκουσε κύριος καὶ ἠλέησέ με καὶ Ὠσφράνθη ὀσμὴν εὐωδίας καὶ ὅσα περὶ κεφαλῆς θείας ἢ ποδὸς ἢ χειρὸς ἢ ῥινὸς ἢ βλεφάρων ἢ δακτύλων ἢ ὑποδήματος ἡ γραφὴ σωματικώτερον διεξέρχεται, πάντα κατὰ τὸ προχείρως σημαινόμενον ἐκλαβὼν ἀνθρωποειδὲς ἡμῖν διαγράψει τὸ θεῖον καθ' ὁμοιότητα τῶν ἐν ἡμῖν φαινομένων. εἰ δὲ δακτύλων τις ἔργα τοὺς οὐρανοὺς ἀκούων καὶ χεῖρα κραταιὰν καὶ βραχίονα ὑψηλὸν καὶ ὀφθαλμὸν καὶ βλέφαρα καὶ πόδα καὶ ὑποδήματα θεοπρεπεῖς ἐννοίας δι' ἑκάστου τῶν εἰρημένων ἀναλογίζεται καὶ οὐ διαμολύνει τὸν περὶ τῆς καθαρᾶς φύσεως λόγον ταῖς σωματικαῖς ὑπολήψεσι καταρρυπαίνων, ἀκόλουθον ἂν εἴη καὶ τὰς τῶν ῥημάτων ἐκφωνήσεις ἐνδεικτικὰς μὲν ἡγεῖσθαι τοῦ θείου βουλήματος, μὴ μέντοι φωνὰς ἐνάρθρους ὑπολαμβάνειν, ἀλλ' ἐκεῖνο λογίζεσθαι, ὅτι ὁ τῆς λογικῆς φύσεως δημιουργὸς ἀναλογοῦντα τῷ μέτρῳ τῆς φύσεως τὸν λόγον ἡμῖν δεδώρηται, ὡς ἂν ἔχοιμεν ἐξαγγέλλειν δι' αὐτοῦ τῆς ψυχῆς τὰ κινήματα. ὅσον δὲ ἀπέχει ἡ φύσις τῆς φύσεως, ἡ θεία λέγω τῆς ἡμετέρας, κατὰ τὸ ἴσον μέτρον τῆς ἀποστάσεως πάντα τὰ περὶ αὐτὴν ὄντα τῶν ἐν ἡμῖν θεωρουμένων πρὸς τὸ μεγαλειότερόν τε καὶ θεοπρεπέστερον τὴν παραλλαγὴν ἔχει: καὶ ὡς ἡ δύναμις ἡ καθ' ἡμᾶς πρὸς τὴν τοῦ θεοῦ κρινομένη τὸ μηδέν ἐστι καὶ ἡ ζωὴ πρὸς τὴν ζωὴν καὶ τὰ ἄλλα πάντα τὰ ἡμέτερα πρὸς τὰ ἐν ἐκείνῳ κρινόμενα ὡς οὐδὲν ἐνώπιον αὐτοῦ, καθὼς ἡ προφητεία φησίν, οὕτως καὶ ὁ ἡμέτερος λόγος πρὸς τὸν ὄντως ὄντα λόγον κρινόμενός ἐστιν οὐδέν. οὗτος μὲν γὰρ ἐν ἀρχῇ οὐκ ἦν, ἀλλὰ τῇ ἡμετέρᾳ συγκατεσκευάσθη φύσει, οὔτε κατ' ἰδίαν θεωρεῖται ὑπόστασιν, ἀλλ' ὥς φησί που ὁ διδάσκαλος τῷ ψόφῳ τῆς γλώσσης συναφανίζεται, οὔτε τι ἔργον ἔστι τούτου νοῆσαι τοῦ λόγου, ἀλλ' ἐν μόνῃ φωνῇ καὶ γράμματι τὴν ὑπόστασιν ἔχει: ὁ δὲ ἐκ τοῦ θεοῦ λόγος θεός ἐστι, λόγος ἐν ἀρχῇ ὢν καὶ εἰσαεὶ διαμένων, δι' οὗ τὰ πάντα ἔστι καὶ συνέστηκε, καὶ τοῦ παντὸς ἐπιστατεῖ καὶ πᾶσαν ἔχει τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς, ζωὴ καὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ φῶς καὶ πᾶν ἀγαθὸν ὢν καὶ πάντα τὰ ἐν τῷ εἶναι διακρατῶν. τοιούτου τοίνυν ὄντος καὶ τοσούτου τοῦ λόγου τοῦ περὶ τὸν θεὸν νοουμένου οὗτος τὸν ἐν ὀνόμασι καὶ ῥήμασι καὶ συνδέσμοις συναπαρτιζόμενον λόγον ὥς τι μέγα χαρίζεται τῷ θεῷ, ἀγνοῶν ὅτι ὥσπερ ὁ τὴν πρακτικὴν τῇ φύσει ἡμῶν χαρισάμενος δύναμιν οὐ τὰ καθ' ἕκαστον ἡμῶν ἔργα δημιουργεῖν λέγεται, ἀλλ' ὁ μὲν ἔδωκε τῇ φύσει τὴν δύναμιν, ἐνεργεῖται δὲ παρ' ἡμῶν οἰκία καὶ βάθρον καὶ ῥομφαία καὶ ἄροτρον καὶ ὅτουπερ ἂν ὁ βίος τύχῃ δεόμενος, ὧν τὰ καθ' ἕκαστόν ἐστι μὲν ἔργα ἡμέτερα, εἰς δὲ τὸν ἡμῶν αὐτῶν αἴτιον τὴν ἀναφορὰν ἔχει τὸν δεκτικὴν πάσης ἐπιστήμης τὴν φύσιν ἡμῶν δημιουργήσαντα, οὕτως καὶ ἡ τοῦ λόγου δύναμις ἔργον μέν ἐστι τοῦ τοιαύτην ἡμῶν πεποιηκότος τὴν φύσιν, ἡ δὲ τῶν καθ' ἕκαστον ῥημάτων εὕρεσις πρὸς τὴν χρείαν τῆς τῶν ὑποκειμένων σημασίας παρ' ἡμῶν αὐτῶν ἐπενοήθη. τεκμήριον δὲ ὅτι πολλὰ τῶν λεγομένων αἰσχρά τε καὶ ἀπρεπῆ παντάπασιν εἶναι νενόμισται, ὧν οὐκ ἄν τις τῶν νοῦν ἐχόντων εὑρετὴν τὸν θεὸν ὑπολάβοι: ὥστε κἂν ἐκ προσώπου τοῦ θεοῦ λέγηταί τινα παρὰ τῆς θείας γραφῆς τῶν ἡμῖν συνήθων ῥημάτων, γνωστέον ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν ἡμετέρων ἡμῖν διαλέγεται, καθάπερ καὶ ἐπὶ τῆς τῶν Πράξεων ἱστορίας ἐμάθομεν ὅτι ἕκαστος ἐν τῇ ἰδίᾳ διαλέκτῳ ἐν ᾗ ἐγεννήθη τὴν διδασκαλίαν ἐδέχετο, διὰ τῶν γνωρίμων αὐτῷ ῥημάτων τῆς δυνάμεως ἐπαΐων τῶν λόγων. Καὶ ὅτι ἀληθῆ ταῦτα, μᾶλλον ἄν τις μάθοι φιλοπονώτερον τὴν Λεϋιτικὴν νομοθεσίαν κατεξετάζων. τηγάνου γὰρ ἐκεῖ καὶ λαγάνου καὶ σεμιδάλεως καὶ τοιούτων μέμνηται ὀνομάτων ἐν ταῖς μυστικαῖς ἱερουργίαις συμβολικῶς καὶ δι' αἰνίγματος ψυχωφελῆ τινα δόγματα ὑφηγούμενος, καὶ μέτρα τινὰ κατονομάζει κατὰ τὴν τότε συνήθειαν ὕφι τι λέγων καὶ νέβελ καὶ ἲν καὶ πολλὰ τοιαῦτα: ἆρα ποιήσας τὰς προσηγορίας ταύτας καὶ ὀνομάσας, ἢ τὴν ἀρχὴν οὕτω διαταξάμενος γίνεσθαί τε καὶ λέγεσθαι, ὥστε τὸ μὲν τοιοῦτον σπέρμα σῖτον εἰπεῖν, τούτου δὲ τὴν ἐντεριώνην ὀνομάσαι σεμίδαλιν, καὶ τὰ ἐπιπόλαια καὶ ὑμενώδη καὶ διηπλωμένα τῶν πεμμάτων λάγανα προσειπεῖν καὶ τὸ τοιόνδε σκεῦος, ἐν ᾧ τὸ ὑγρὸν τοῦ φυράματος ἐξοπτᾶται καὶ ἐξικμάζεται, τήγανον ὀνομασθῆναι προστάξαι τοῦ τε ὑγροῦ τὴν τοσήνδε ποσότητα τῷ τοῦ ἲν ἢ τῷ τοῦ νέβελ ὀνόματι διαγορεύειν καὶ τοὺς ξηροτέρους καρποὺς διαμετρεῖσθαι τῷ γόμορ; φλυαρία ταῦτα καὶ ματαιότης Ἰουδαϊκὴ πάμπολυ τῆς τῶν Χριστιανῶν μεγαλοφυΐας ἐκπεπτωκυῖα, τὸ οἴεσθαι τὸν μέγαν καὶ ὕψιστον καὶ ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα θεόν, τὸν μόνῃ τῇ τοῦ βουλήματος δυνάμει τὸ πᾶν διακρατοῦντα καὶ εἰς γένεσιν ἄγοντα καὶ ἐν τῷ εἶναι διατηροῦντα, τοῦτον ὥς τινα γραμματιστὴν τὰς τοιάσδε τῶν ὀνομάτων θέσεις διαλεπτουργοῦντα καθῆσθαι. ἀλλ' ὥσπερ τοῖς κωφοῖς διασχηματιζόμενοι καὶ χειρονομοῦντες τὸ πρακτέον ὑποσημαίνομεν, οὐχὶ τῷ μὴ ἔχειν ἰδίαν αὐτοὶ φωνὴν ὅταν τοῦτο ποιῶμεν, ἀλλὰ τῷ παντάπασιν ἄχρηστον εἶναι τοῖς οὐκ ἀκούουσι τὴν διὰ τῶν ῥημάτων ὑφήγησιν, οὕτω καὶ τῆς ἀνθρωπίνης φύσεως κωφευούσης τρόπον τινὰ καὶ οὐδενὸς τῶν ὑψηλῶν ἐπαϊούσης τὴν τοῦ θεοῦ χάριν φαμὲν πολυμερῶς καὶ πολυτρόπως ἐν τοῖς προφήταις λαλοῦσαν, κατὰ τὸ ἡμῖν εὐσύνοπτόν τε καὶ σύνηθες τὰς τῶν ἁγίων προφητῶν διασχηματίζουσαν γλώσσας, διὰ τούτων ἡμᾶς εἰς τὴν τῶν ὑψηλῶν χειραγωγεῖν κατανόησιν, οὐ κατὰ τὴν ἰδίαν μεγαλοφυΐαν ποιουμένην τὴν διδασκαλίαν (πῶς γὰρ ἂν ἐν τῷ μικρῷ χωρηθείη τὸ μέγα;), ἀλλὰ τῇ βραχύτητι τῆς ἡμετέρας συγκατιοῦσαν δυνάμεως. καὶ ὥσπερ τὴν κινητικὴν τῷ ζῴῳ δύναμιν δοὺς ὁ θεὸς οὐκέτι δημιουργεῖ καὶ τὰ καθ' ἕκαστον διαβήματα (ἅπαξ γὰρ τὴν ἀρχὴν λαβοῦσα παρὰ τοῦ πεποιηκότος ἡ φύσις ἑαυτὴν κινεῖ τε καὶ διεξάγει πρὸς τὸ ἑκάστοτε δοκοῦν ἐνεργοῦσα τὴν κίνησιν, πλὴν παρὰ κυρίου λέγεται τῷ ἀνδρὶ τὰ διαβήματα κατευθύνεσθαι), οὕτως καὶ τὸ δύνασθαι λαλεῖν τε καὶ φθέγγεσθαι καὶ τὸ διὰ φωνῆς ἐξαγγέλλειν τὸ βούλημα παρὰ τοῦ θεοῦ λαβοῦσα ὁδῷ πορεύεται διὰ τῶν πραγμάτων ἡ φύσις, σημεῖά τινα τοῖς οὖσι διὰ τῆς ποιᾶς τῶν φθόγγων διαφορᾶς ἐπιβάλλουσα. καὶ ταῦτά ἐστι τὰ παρ' ἡμῶν λεγόμενα ῥήματά τε καὶ ὀνόματα, οἷς τὴν δύναμιν τῶν πραγμάτων διασημαίνομεν. κἂν λέγηται παρὰ τοῦ Μωϋσέως πρὸ τῆς τῶν καρπῶν γενέσεως ὁ καρπὸς καὶ πρὸ τῆς τῶν σπερμάτων τὰ σπέρματα, οὐκ ἐλέγχει τὸν ἡμέτερον λόγον, οὐδὲ μάχεται τοῖς περὶ τῆς ἐπινοίας εἰρημένοις ἡ τοῦ νομοθέτου διάνοια. ὃ γὰρ ἡμεῖς πέρας ὀνομάζομεν τῆς παρελθούσης γεωργίας καρπὸν λέγοντες, ἀρχὴν δὲ τῆς μελλούσης σπέρμα προσαγορεύοντες, τοῦτο τὸ πρᾶγμα τὸ τοῖς ὀνόμασιν ὑποκείμενον, εἴτε σῖτον εἴτε τι ἄλλο τῶν διὰ σπορᾶς πληθυνόντων, διδάσκει μὴ αὐτομάτως γενέσθαι, ἀλλ' ἐν θελήματι τοῦ πεποιηκότος μετὰ τῆς δυνάμεως ταύτης ἀναφυῆναι: ὥστε τὸν αὐτόν τε γίνεσθαι καρπὸν ἑαυτόν τε πάλιν ἄγειν σπέρμα γινόμενον καὶ τῷ περιττεύοντι τρέφειν τὸν ἄνθρωπον. φύεται δὲ κατὰ θεῖον βούλημα πρᾶγμα, οὐκ ὄνομα: ὥστε τὸ μὲν καθ' ὑπόστασιν ὂν πρᾶγμα τῆς τοῦ πεποιηκότος δυνάμεως ἔργον εἶναι, τὰς δὲ γνωριστικὰς τῶν ὄντων φωνάς, δι' ὧν τὰ καθ' ἕκαστον πρὸς ἀκριβῆ τε καὶ ἀσύγχυτον διδασκαλίαν ἐπισημειοῦται ὁ λόγος, ταῦτα τῆς λογικῆς δυνάμεως ἔργα τε καὶ εὑρήματα, αὐτὴν δὲ ταύτην τὴν λογικὴν δύναμίν τε καὶ φύσιν ἔργον θεοῦ. καὶ ἐπειδὴ τὸ λογικὸν ἐν πᾶσιν ἀνθρώποις, ἀναγκαίως κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς καὶ αἱ τῶν ὀνομάτων διαφοραὶ θεωροῦνται. εἰ δή τις ἀνθρωπικῶς τὸ φῶς ἢ τὸν οὐρανὸν ἢ τὴν γῆν ἢ τὰ σπέρματα παρὰ τοῦ θεοῦ προσειρῆσθαι λέγοι, πάντως ὅτι κατὰ μίαν τινὰ γλώσσης ἰδιότητα γεγενῆσθαι κατασκευάσει τὸν λόγον. τίς οὖν αὕτη, δειξάτω. τὸν γὰρ ἐκεῖνο γινώσκοντα καὶ τοῦτο μὴ ἀγνοεῖν πάντως οὐκ ἔξω τοῦ εἰκότος ἐστί. καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ μετὰ τὴν τοῦ πνεύματος κάθοδον καὶ πάλιν ἐν ἀκοαῖς τῶν Ἰουδαίων καὶ ἐν τῇ μεταμορφώσει φωνὴ γίνεται ἄνωθεν διδάσκουσα τοὺς ἀνθρώπους καὶ σχῆμά τι, μὴ τὸ φαινόμενον οἴεσθαι μόνον, ἀλλὰ καὶ τὸν ἀγαπητὸν υἱὸν τοῦ θεοῦ πιστεύειν εἶναι ἀληθῆ. ἡ τοιαύτη φωνὴ πρὸς τὴν τῶν ἀκουόντων σύνεσιν ἐν τῷ ἀερίῳ σώματι παρὰ τοῦ θεοῦ διετυπώθη κατὰ τὴν ἐπικρατοῦσαν τότε τῶν φθεγγομένων συνήθειαν γενομένη, οὕτω τοῦ θεοῦ τοῦ πάντας θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πρὸς τὸν σκοπὸν τῆς σωτηρίας τῶν ἀκουόντων ἐν τῷ ἀέρι τὸν λόγον ἀρθρώσαντος, καθώς φησι καὶ πρὸς τοὺς Ἰουδαίους ὁ κύριος τοὺς οἰομένους βροντὴν γεγονέναι, διὰ τὸ ἐν ἀέρι συστῆναι τὸν ἦχον, ὅτι Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. πρὸ δὲ τῆς τοῦ παντὸς συστάσεως οὐδενὸς ὄντος τοῦ ὑποδεχομένου τὸν λόγον ἢ σωματώδους στοιχείου τινὸς τοῦ τυπῶσαι τὴν ἔναρθρον δυναμένου φωνήν, ὁ λέγων ῥήμασι τὸν θεὸν κεχρῆσθαι πῶς ἀποδώσει τὸ εἰκὸς τῷ λόγῳ; αὐτὸς ἀσώματος, ἡ κτίσις οὐκ ἦν, οὐδὲν περὶ αὐτὸν ὑλῶδες ὁ λόγος ἐννοεῖν δίδωσιν, οἱ ὠφεληθέντες ἂν διὰ τῆς ἀκοῆς οὔπω συνέστησαν. ἀνθρώπων δὲ μὴ ὄντων οὐδὲ διαλέκτου τρόπος κατά τινα ἔθνους ἰδιότητα τετύπωτο πάντως. ὁ τοίνυν πρὸς τὸ γράμμα ψιλὸν βλέπων τίσι λογισμοῖς τῇ τοιαύτῃ διανοίᾳ παρίσταται ὡς τοῦ θεοῦ ταῦτα φθεγγομένου τὰ ῥήματά τε καὶ τὰ ὀνόματα;