Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖ

 Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀνθρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκήρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλ

 πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ'

 λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον. Φασὶν « ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁπλοῦν δὲ εἶναι τῇ φύσει

 εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισέρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατ

 « ἀλλὰ καὶ ἀμερής », φησί, « καὶ ἀσύνθετος ». τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀγένν

 ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ « μὴ δεῖν κατ' ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φωναῖς », φησί, « συνδιαλύεσθαι π

 ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον. Δόγμα κοιν

 εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννη

 Διὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶ

 συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περ

 Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ καταν

 Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος

 Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς

 τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μ

 δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν

 οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι' ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένο

 Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυπραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπαφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων

 Διὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλο

 Ἀλλ' ὅμως ἀπὸ τοιαύτης ὡρμημένοι φύσεως πλατύνουσι κατὰ τῆς ἀφράστου δυνάμεως τὰ ἴδια στόματα καὶ προσηγορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι τῷ ὀν

 Οὐκοῦν εἴρηται παρ' ἡμῶν (οἰκειοῦμαι γὰρ τοῦ διδασκάλου τὸν λόγον) ὅτι τῆς θείας φύσεως ἀμυδρὰν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψ

 οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲ

 Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ ἀγεννησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων πρ

 φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ' αὐτοῦ κεχρήμεθα, κατὰ τὴν

 εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀν

 Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώπους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρμόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτ

 οὐ γὰρ ῥῆμα ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ' ὁ μὲν θεός ἐστιν καθ' ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐ

 τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνομάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λ

 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ « τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον » (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς

 εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ

 Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τ

 ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσεβῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σή

 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι: τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν « ἀγεννησίαν » οὐσίαν εἶναι: πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό

 ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, π

 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι ἔξεστι γὰρ τῷ μὴ φιλονείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τ

 ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδ

 τὸ γὰρ προθέμενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανήσασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκε

 οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρκτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν πορισ

 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑποδείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυ

 εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν

 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦτον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τρα

 εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγμασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνομάζ

 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντιλαμβάνεται τῶν γεγραμμένων καί φησι « τ

 ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησ

 ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς

 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολλάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλου

 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι το

 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖ

 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θε

 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαί

 εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχε

 φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θα

 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι

 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς « ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος »_ὑπαλλάξας γὰρ τὴν ὕβριν

 Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζεσθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς

 ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυ

 οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη: εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴ

 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμάτων ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχ

 μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. „παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρ

 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι

 ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι « ταῦτα δι' ἐπινοίας ἀνθρωπίνης ἐστ

 « Ἀλλ' ὁ θεός », φησί, « καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας, καὶ τοῖ

 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ « τῆς πεφωρημένης συνηθείας » κατήγορος, ὁ τοὺς « παρῃρημένους ἐν δίκῃ τὸν λογισμὸν » διασύρων, ταῦτα γινώσκειν περὶ

 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλισ

 οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς Δανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδ

 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναί

 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογογραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες: ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λό

 « εἶπε », φησίν, « ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέτασιν ἐπίνοια

 ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περιλαμφθεὶς τῷ φωτὶ καὶ με

 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον: ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα,

 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσ

 ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τούτων ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τ

 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατασκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθία

 ἀλλὰ « κατ' αὐτὴν τὴν οὐσίαν », φησίν, « ἄφθαρτός ἐστιν ὁ θεός ». τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον,

 ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. « Κατ' αὐτήν »,

 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ πρ

 εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλο

 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφηθέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν « μανίαν » ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλω

 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέκολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρακατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι

 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν « τὴν » ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ

 « Ἀλλ' ἐπειδή », φησίν, « οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγμα

 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτατος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρ

 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πο

 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι

 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τού

 ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπιβάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ: ὥστε

 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, « σπέρματός τινος ὑπαλλαγὴν » καὶ « σπορᾶς καθηγητὴν » καὶ «

 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν

 ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, « τί ποτε τοὺς αἰῶνας οἰόμεθα »: καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων: τίς γά

 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν

 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολεμοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμ

 « Δεῖ », φησί, « τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρινῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος: τ

 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λόγων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα

 εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐναντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, « διὰ τὸ ἐξ ἐν

 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. « εἰ δὲ δεῖ », φησίν, « ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσ

 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος « εἰ κατὰ τὸ ἀτελεύτητον », φησί, « τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄ

 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι: « ἔσται ἄρ

 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀ

 ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ

 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀ

 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες: ἐξ ἐκείνης γ

 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοιδορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχ

 καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πιστευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμολο

 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγχειν: ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸ

 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολουθίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπ

 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται « δείξειν τῶν » ἡμετέρων « δογμάτων ἀτοπίαν », ὡς αὐτός φησιν, « ἀνήκεστ

 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων

 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέγοιτο: ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος ο

 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δήποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν: ὧν τὴν ἔκθεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροι

 τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ

 εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάντως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος

 Ἀλλ' « οὐχ ὁρῶ », φησί, « πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός ». καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι « μετὰ ἀσεβείας ἠλίθιον

 « ὁμοίως » φησὶν « αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον ». ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τ

 οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. « οὐκ ἀπουσίᾳ θανάτου », φησίν, « ὁ θεὸς ἀθάνατος λέγεται ». πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θά

 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰ

 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς « ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λ

 „Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀ

 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀποβλέπετε πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδ

 « Τοιοῦτον », ὡς ἔοικεν, « ἐστίν », ὦ Εὐνόμιε, « κακόν » (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ « τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι » (μικρὸ

But, like a mighty wrestler, he will not relinquish his irresistible hold on us, and affirms in so many words, that “these names are the work of human thought and conception, and that, by the exercise of this operation of the mind by some, results are arrived at which no Apostle or Evangelist has taught.” And after this doughty onslaught he raises that sanctimonious voice of his, spitting out his foul abuse at us with a tongue well schooled to such language. “For,” says he, “to ascribe homonyms, drawn from analogy, to human thought and conception is the work of a mind that has lost all judicial sense, and that studies the words of the Lord with an enfeebled understanding and dishonest habit of thought.” Mercy on us! what a logical argument! how scientifically it proceeds to its conclusion! Who after this will dare to speak up for the cause of conception, when such a stench is poured forth from his mouth upon those who attempt speaking? I suppose, then, that we, who do attempt speaking, must forbear to examine his argument, for fear of his stirring up against us the cesspool of his abuse. And verily it is weak-minded80    ῏Η μικροψύχων κ.τ.λ. Oehler’s stopping here (and accent) is better than that of the Codices. i.e. ὑποκινήσειεν, ἢ κ.τ.λ. to let ourselves be irritated by childish absurdities. We will therefore allow our insolent adversary full liberty to indulge in his method as he will. But we will return to the Master’s argument, that thence too we may muster reinforcements for the truth. Eunomius has been reminded of “analogy” and has perceived “the homonyms to be derived from it.” Now where or from whom did he learn these terms? Not from Moses, not from the Prophets and Apostles, not from the Evangelists. It is impossible that he should have learned them from the teaching of any Scripture. How came he, then, to use them? The very word which describes this or that signification of a thought as analogy, is it not the invention of the thinking faculty of him who utters it81    In other words, analogy implies thought (λόγος).? How is it, then, that he fails to perceive that he is using the views he fights against as his allies in the war? For he makes war against our principle of words being formed by the operation of conception, and would endeavour to establish, by the aid of words formed on that very principle, that it is unlawful to use them. “It is not,” says he, “the teaching of any of the sacred writers.” To whom, then, of the ancients do you yourself ascribe the term “ungenerate,” and its being predicated of the essence of God? or is it allowable for you, when you want to establish some of your impious conclusions, to coin and invent terms to your own liking; but if anything is said by some one else in contravention of your impiety, to deprive your adversary of similar licence? Great indeed would be the power you would assume if you could make good your claim to such authority as this, that what you refuse to others should be allowable to you alone, and that what you yourself presume to do by virtue of it, you should prevent others from doing. You condemn, as by an edict, the doctrine that these names were applied to Christ as a result of conception, because none of the sacred writers have declared that they ought so to be applied. How, then, can you lay down the law that the Divine essence should be denoted by the word “ungenerate”—a term which none of the sacred writers can be shown to have handed down to us? For if this is the test of the right use of words, that only such shall be employed as the inspired word of Scripture shall authorize, the word “ungenerate” must be erased from your own writings, since none of the sacred writers has sanctioned the expression. But perhaps you accept it by reason of the sense that resides in it. Well, we ourselves in the same way accept the term “conception” by reason of the sense that resides in it. Accordingly we will either exclude both from use, or neither, and whichever alternative be adopted, we are equally masters of the field. For if the term “ungenerate” be altogether suppressed, all our adversaries’ clamour against the truth is suppressed along with it, and a doctrine worthy of the Only-begotten Son of God will shine forth, inasmuch as logical opposition can furnish no name82    i.e.no other name. See note on ᾽Αγέννητος, p. 100. to detract from the majesty of the Lord. But if both be retained, in that case also the truth will prevail, and we along with it, when we have altered the word “ungeneracy” from the substance, into a conception, of the Deity. But so long as he does not exclude the term “ungenerate” from his own writings, let our modern Pharisee admonish himself not to behold the mote that is in our eye, before he has cast out the beam that is in his own.

ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι « ταῦτα δι' ἐπινοίας ἀνθρωπίνης ἐστὶ τὰ ὀνόματα καὶ κατ' ἐπίνοιαν λέγεταί τινων, ἃ οὐδεὶς ἀποστόλων οὐδὲ εὐαγγελιστῶν ἐδίδαξε ». καὶ μετὰ τὴν ἄμαχον ταύτην ἐπιχείρησιν ἐπιφέρει τὴν ἱερὰν ἐκείνην φωνήν, τῇ πεπαιδευμένῃ τὰ τοιαῦτα γλώσσῃ τὴν δυσώδη πάλιν καθ' ἡμῶν λοιδορίαν ἐκπτύων. « τὸ γάρ τοι », φησί, « τὴν ἐξ ἀναλογίας ὁμωνυμίαν προφέρειν εἰς ἀνθρωπίνην ἐπίνοιαν, ψυχῆς ἔργον τὸν μὲν ἐρρωμένον νοῦν κατὰ δίκην παρῃρημένης, ἀρρώστῳ δὲ διανοίᾳ καὶ πεφωρημένῃ τινὶ συνηθείᾳ τοὺς τοῦ κυρίου λόγους ἐπισκοπούσης ». βαβαὶ τῆς διαλεκτικῆς ἀποδείξεως, ὡς τεχνικῶς ὁ λόγος αὐτῷ πρὸς τὸν σκοπὸν συμπεραίνεται. τίς ἂν ἔτι συσταίη τῷ κατ' ἐπίνοιαν λόγῳ, τοσαύτης ὀσμῆς ἐκ τοῦ στόματος αὐτοῦ τοῖς ἐπιχειροῦσί τι λέγειν προχεομένης; ἆρ' οὖν ἀφεκτέον καὶ ἡμῖν διὰ τοῦτο τῆς πρὸς αὐτὸν τοῦ λόγου συνεξετάσεως, ὡς ἂν μὴ καὶ καθ' ἡμῶν τὴν ἀμάραν ταύτην τῆς λοιδορίας ὑποκινήσειεν; ἢ μικροψύχων ἐστὶ τὸ πρὸς τὰς νηπιώδεις παραφροσύνας ἀντιτραχύνεσθαι; οὐκοῦν συγχωρητέον τῷ ὑβριστῇ κεχρῆσθαι πρὸς τὸ δοκοῦν τῷ τρόπῳ. ἐπαναληπτέον δὲ τὸν ἐκείνου λόγον, ὡς ἂν κἀκεῖθεν γένοιτο συμμαχία πρὸς τὴν ἀλήθειαν.
« Ἀναλογίας » ἐμνήσθη καὶ τὴν ἐκ ταύτης ὁμωνυμίαν ἐνόησε. πόθεν ταῦτα μαθὼν καὶ παρὰ τίνος τὰ ῥήματα; Μωϋσῆς οὐκ εἶπε, προφητῶν καὶ ἀποστόλων οὐκ ἤκουσεν, εὐαγγελισταὶ τὰς τοιαύτας φωνὰς σεσιγήκασιν: οὐδεμιᾶς ἔστι γραφῆς ταῦτα διδασκούσης μαθεῖν. πόθεν οὖν αὐτῷ τὸ οὕτως εἰπεῖν; ἆρ' οὐχὶ τῆς τοῦ εἰπόντος διανοίας εὕρημα ὁ τοιοῦτος λόγος ἐστὶν ὁ τὴν ποιὰν τοῦ νοήματος σημασίαν ἀναλογίαν προσαγορεύων; πῶς οὖν οὐ συνίησιν οἷς πολεμεῖ, τούτοις συμμάχοις πρὸς τὸν πόλεμον χρώμενος; πολεμεῖ δὲ τῷ κατ' ἐπίνοιαν λόγῳ αὐτὸς διὰ τῶν τῆς ἐπινοίας λόγων τὸ μὴ δεῖν κατ' ἐπίνοιάν τι λέγειν κατασκευάζων. ἀλλ' « οὐδείς », φησί, « τοῦτο τῶν ἁγίων ἐδίδαξεν ». σὺ δὲ εἰς τίνα τῶν ἀρχαίων ἀναφέρειν ἔχεις τὴν τῆς « ἀγεννησίας » φωνὴν καὶ ὅτι αὐτῆς κατηγορεῖται τὸ ὄνομα τοῦ θεοῦ τῆς οὐσίας, « μᾶλλον δὲ αὐτό ἐστι τὸ ἀγέννητον ἡ οὐσία »; ἢ σοὶ μὲν ἔξεστιν ἐν οἷς ἂν μέλλῃ τι τῶν ἀσεβῶν συμπεραίνεσθαι καινοτομεῖν τε καὶ παρευρίσκειν τὰς ἀρεσκούσας φωνάς, εἰ δέ τι πρὸς τὴν τῆς ἀσεβείας καθαίρεσιν παρ' ἑτέρου λέγοιτο, παραιρεῖσθαι τῆς ἐξουσίας τὸν ἀντιλέγοντα; μεγάλης τἂν εἴης τυραννίδος ἐπειλημμένος, εἰ ταύτην σεαυτῷ τὴν ἐξουσίαν κρατύνειας, ὡς ἅπερ ἐπὶ τῶν ἄλλων κωλύεις, σοὶ ταῦτα ποιεῖν ἐξεῖναι μόνῳ καὶ ἅπερ αὐτὸς κατ' ἐξουσίαν τολμᾷς, τούτων ἀπείργειν τοὺς ἄλλους. διὰ προστάγματος ἀθετεῖς τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι ταῦτα τῷ Χριστῷ τὰ ὀνόματα, ὅτι μηδεὶς τῶν ἁγίων τὸ δεῖν οὕτω λέγεσθαι διετάξατο. πῶς οὖν τῇ τοῦ « ἀγεννήτου » φωνῇ νομοθετεῖς τὴν θείαν οὐσίαν χαρακτηρίζεσθαι, ἣν οὐδεὶς τῶν ἁγίων παραδεδωκὼς ἐπιδείκνυται; εἰ γὰρ οὗτος ὅρος τῆς τῶν ῥημάτων ὀρθότητος, τὸ μόνον ἐκεῖνα φθέγγεσθαι, ἅπερ ἂν ὁ θεόπνευστος λόγος τῆς γραφῆς ὑφηγήσηται, ἐξαλειπτέον ἂν εἴη τῶν συγγραμμάτων σου τὸ « ἀγέννητον », μηδενὸς τῶν ἁγίων τὴν φωνὴν ταύτην « θεσμοθετήσαντος ». ἀλλὰ διὰ τὸν ἐγκείμενον τῷ προσρήματι τούτῳ νοῦν παραδέχῃ τὴν λέξιν. καὶ ἡμεῖς ὡσαύτως διὰ τὴν ἐγκειμένην ἔννοιαν τὴν φωνὴν τῆς ἐπινοίας παρεδεξάμεθα. οὐκοῦν ἢ τὰ δύο τῆς χρήσεως ἐξαιρήσομεν ἢ οὐθέτερον, ὅ τι δ' ἂν γένηται τούτων, δι' ἑκατέρων νικήσομεν. σιωπηθείσης μὲν γὰρ καθόλου τῆς « ἀγεννησίας », πᾶσα συγκατεσβέσθη τῶν ἐναντίων κατὰ τῆς ἀληθείας φωνὴ καὶ « ἡ » πρέπουσα τῷ μονογενεῖ θεῷ δόξα παρὰ πάντων ἐκλάμψει, μηδενὸς ὄντος ὀνόματος τοῦ ἐξ ἀντιδιαιρέσεως τὸ μεγαλεῖον τοῦ κυρίου κατασμικρύνοντος. εἰ δὲ μένοι ἀμφότερα, καὶ οὕτως ἐπικρατήσει μεθ' ἡμῶν ἡ ἀλήθεια, εἰς τὴν ἐπίνοιαν ἐκ τῆς οὐσίας μετατεθέντος τοῦ τῆς « ἀγεννησίας » ὀνόματος. ἀλλ' ἕως οὐκ ἐξαιρεῖ τῶν ἰδίων λόγων τὴν τοῦ ἀγεννήτου φωνήν, νουθετησάτω ἑαυτὸν ὁ καθ' ἡμᾶς Φαρισαῖος μὴ πρότερον πρὸς τὸ ἡμέτερον διαβλέπειν κάρφος, πρὶν τὴν ἐγκειμένην αὐτῷ δοκὸν ἀποβαλεῖν τῶν ὀμμάτων.