Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖ

 Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀνθρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκήρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλ

 πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ'

 λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον. Φασὶν « ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁπλοῦν δὲ εἶναι τῇ φύσει

 εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισέρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατ

 « ἀλλὰ καὶ ἀμερής », φησί, « καὶ ἀσύνθετος ». τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀγένν

 ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ « μὴ δεῖν κατ' ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φωναῖς », φησί, « συνδιαλύεσθαι π

 ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον. Δόγμα κοιν

 εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννη

 Διὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶ

 συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περ

 Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ καταν

 Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος

 Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς

 τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μ

 δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν

 οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι' ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένο

 Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυπραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπαφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων

 Διὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλο

 Ἀλλ' ὅμως ἀπὸ τοιαύτης ὡρμημένοι φύσεως πλατύνουσι κατὰ τῆς ἀφράστου δυνάμεως τὰ ἴδια στόματα καὶ προσηγορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι τῷ ὀν

 Οὐκοῦν εἴρηται παρ' ἡμῶν (οἰκειοῦμαι γὰρ τοῦ διδασκάλου τὸν λόγον) ὅτι τῆς θείας φύσεως ἀμυδρὰν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψ

 οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲ

 Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ ἀγεννησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων πρ

 φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ' αὐτοῦ κεχρήμεθα, κατὰ τὴν

 εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀν

 Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώπους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρμόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτ

 οὐ γὰρ ῥῆμα ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ' ὁ μὲν θεός ἐστιν καθ' ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐ

 τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνομάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λ

 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ « τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον » (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς

 εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ

 Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τ

 ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσεβῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σή

 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι: τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν « ἀγεννησίαν » οὐσίαν εἶναι: πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό

 ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, π

 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι ἔξεστι γὰρ τῷ μὴ φιλονείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τ

 ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδ

 τὸ γὰρ προθέμενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανήσασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκε

 οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρκτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν πορισ

 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑποδείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυ

 εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν

 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦτον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τρα

 εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγμασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνομάζ

 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντιλαμβάνεται τῶν γεγραμμένων καί φησι « τ

 ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησ

 ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς

 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολλάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλου

 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι το

 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖ

 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θε

 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαί

 εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχε

 φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θα

 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι

 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς « ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος »_ὑπαλλάξας γὰρ τὴν ὕβριν

 Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζεσθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς

 ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυ

 οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη: εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴ

 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμάτων ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχ

 μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. „παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρ

 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι

 ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι « ταῦτα δι' ἐπινοίας ἀνθρωπίνης ἐστ

 « Ἀλλ' ὁ θεός », φησί, « καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας, καὶ τοῖ

 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ « τῆς πεφωρημένης συνηθείας » κατήγορος, ὁ τοὺς « παρῃρημένους ἐν δίκῃ τὸν λογισμὸν » διασύρων, ταῦτα γινώσκειν περὶ

 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλισ

 οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς Δανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδ

 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναί

 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογογραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες: ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λό

 « εἶπε », φησίν, « ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέτασιν ἐπίνοια

 ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περιλαμφθεὶς τῷ φωτὶ καὶ με

 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον: ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα,

 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσ

 ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τούτων ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τ

 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατασκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθία

 ἀλλὰ « κατ' αὐτὴν τὴν οὐσίαν », φησίν, « ἄφθαρτός ἐστιν ὁ θεός ». τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον,

 ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. « Κατ' αὐτήν »,

 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ πρ

 εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλο

 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφηθέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν « μανίαν » ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλω

 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέκολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρακατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι

 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν « τὴν » ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ

 « Ἀλλ' ἐπειδή », φησίν, « οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγμα

 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτατος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρ

 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πο

 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι

 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τού

 ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπιβάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ: ὥστε

 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, « σπέρματός τινος ὑπαλλαγὴν » καὶ « σπορᾶς καθηγητὴν » καὶ «

 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν

 ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, « τί ποτε τοὺς αἰῶνας οἰόμεθα »: καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων: τίς γά

 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν

 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολεμοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμ

 « Δεῖ », φησί, « τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρινῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος: τ

 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λόγων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα

 εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐναντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, « διὰ τὸ ἐξ ἐν

 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. « εἰ δὲ δεῖ », φησίν, « ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσ

 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος « εἰ κατὰ τὸ ἀτελεύτητον », φησί, « τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄ

 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι: « ἔσται ἄρ

 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀ

 ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ

 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀ

 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες: ἐξ ἐκείνης γ

 Ἀλλ' ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοιδορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχ

 καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πιστευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμολο

 Ἀλλ' οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι' ἀκριβείας ἐλέγχειν: ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸ

 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολουθίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπ

 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται « δείξειν τῶν » ἡμετέρων « δογμάτων ἀτοπίαν », ὡς αὐτός φησιν, « ἀνήκεστ

 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων

 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέγοιτο: ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος ο

 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δήποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν: ὧν τὴν ἔκθεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροι

 τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ

 εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάντως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος

 Ἀλλ' « οὐχ ὁρῶ », φησί, « πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός ». καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι « μετὰ ἀσεβείας ἠλίθιον

 « ὁμοίως » φησὶν « αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον ». ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τ

 οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. « οὐκ ἀπουσίᾳ θανάτου », φησίν, « ὁ θεὸς ἀθάνατος λέγεται ». πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θά

 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰ

 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς « ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λ

 „Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀ

 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀποβλέπετε πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδ

 « Τοιοῦτον », ὡς ἔοικεν, « ἐστίν », ὦ Εὐνόμιε, « κακόν » (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ « τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι » (μικρὸ

I have deluged my discourse with much nonsense of his, but I trust my hearers will pardon me for not leaving unnoticed even the most glaring of his inanities; not that we take pleasure in our author’s indecorum, (for what advantage can we derive from the refutation of our adversaries’ folly?) but that truth may be advanced by confirmation from whatever quarter. “Since,” says he, “our Lord applies these appellations to Himself, not deeming any one of them first, or second, or more minute and accurate than the rest, you cannot say that these names are the result of conception.” Why, he has forgotten his own object! How comes he by the knowledge of the words against which he declares war? Our master and guide had made mention of an example familiar to all, in illustration of the doctrine of conception, and having explained his meaning by lower illustrations, he lifts the consideration of the question to higher things. He had said that the word “corn,” regarded by itself, is one thing only as to substance, but that, as to the various properties we see in it, it varies its appellations, being called seed, and fruit, and food, and the like. Similarly, says he, our Lord is in respect to Himself what He is essentially, but when named according to the differences of His operations, He has not one appellation in all cases, but takes a different name according to each notion produced in us from the operation. How, then, does what he says disprove our theory that it is possible for many appellations to be attached with propriety, according to the diversity of His operations, and His relation to their effects, to the Son of God, though one in respect of the underlying force, even as corn, though one, has various names apportioned to it, according to the point of view from which we regard it? How, then, can what is said be overthrown by our saying that Christ used all these names of Himself? For the question was not, who ascribed them, but about the meaning of the names, whether they denote essence, or whether they are derived from His operations by the process of conception. But our shrewd and strong-minded opponent, overturning our theory of conception, which declares that it is possible to find many appellations for one and the same subject, according to the significances of its operations, attacks us vigorously, asserting that such names were not given to our Lord by another. But what has this to do with the case in point? Since these names are used by our Lord, will he not allow that they are names, or appellations, or words expressive of ideas? For if he will not admit them to be names, then, in doing away with the appellations, he does away at the same time with the conception. But if he does not deny that these words are names, what harm can he do to our doctrine of conception by showing that such titles were given to our Lord, not by some one else, but by Himself? For what was said was this, that, as in the instance of corn, our Lord, though substantively One, bears epithets suitable to His operations. And as it is admitted that corn has its names by virtue of our conception of its associations, it was shown that these terms significative of our Lord are not of His essence, but are formed by the method of conception in our minds respecting Him. But our antagonist studiously avoids attacking these positions, and maintains that our Lord received these names from Himself, in the same way as, if one sought for the true interpretation of the name “Isaac,” whether it means laughter95    Gen. xviii. 12; xxi. 6., as some say, or something else, one of Eunomius’ way of thinking should confidently reply that the name was given to him as a child by his mother: but that, one might say, was not the question, i.e. by whom the name was given, but what does it mean when translated into our language? And this being the point of the inquiry, whether our Lord’s various appellations were the result of conception, instead of being indicative of His essence, he who thus seeks to demonstrate that they are not so derived because they are used by our Lord Himself,—how can he be numbered among men of sense, warring as he does against the truth, and equipping himself with such alliances for the war as serve to show the superior strength of his enemy?

Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον: ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα, οὐχ ὡς ἐμφαιδρυνόμενοι τῇ ἀσχημοσύνῃ τοῦ λογογράφου (τί γὰρ φέρει κέρδος ἡμῖν ἐλεγχομένη τῶν ἐναντίων ἡ ἄνοια;) ἀλλ' ὡς ἂν ὁδῷ προΐοι συνιστῶσα διὰ πάντων ἑαυτὴν ἡ ἀλήθεια. « ἐπειδή », φησίν, « ἑαυτῷ ταύτας ἐπέθηκε τὰς προσηγορίας ὁ κύριος οὔτε τι πρῶτον νοῶν οὔτε δεύτερον οὔτε λεπτότερόν τι ἢ ἀκριβέστερον, οὐκ ἔστιν ἐξ ἐπινοίας εἶναι ταῦτα εἰπεῖν τὰ ὀνόματα ». πῶς μέμνηται τοῦ ἰδίου σκοποῦ; πῶς οἶδε τοὺς λόγους καθ' ὧν τὸν πόλεμον ἐνεστήσατο; ἐμνήσθη τινὸς τῶν ὑποτρεχόντων τῇ συνηθείᾳ πρὸς τὴν ἑρμηνείαν τῆς ἐπινοίας ὁ καθηγητὴς ὁ ἡμέτερος καὶ ἐν τοῖς κατωτέροις τῶν ὑποδειγμάτων τὸν νοῦν διασαφήσας οὕτως προσβιβάζει τοῖς ἄνω τὴν θεωρίαν τοῦ λόγου. εἶπεν γὰρ ὅτι καθ' ἑαυτὸν ὁ σῖτος ἕν τι πρᾶγμα κατὰ τὴν ὑπόστασιν φαίνεται, πρὸς δὲ τὰς ἐπιθεωρουμένας αὐτῷ ποικίλας ἰδιότητας ἐξαλλάσσει τὰς κλήσεις καὶ σπόρος γινόμενος καὶ καρπὸς καὶ τροφὴ καὶ ὅσα γίνεται, τοσαῦτα ὀνομαζόμενος. παραπλησίως δέ, φησί, καὶ ὁ κύριος ἐστὶ μὲν καθ' ἑαυτὸν ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστί, ταῖς δὲ τῶν ἐνεργειῶν διαφοραῖς συνονομαζόμενος οὐ μίαν ἐπὶ πάντων ἴσχει προσηγορίαν, ἀλλὰ καθ' ἑκάστην ἔννοιαν τὴν ἐξ ἐνεργείας ἐγγινομένην ἡμῖν μεταλαμβάνει τὸ ὄνομα. τί οὖν ὁ λόγος ἡμῶν διὰ τῶν εἰρημένων ἐλέγχεται ὁ εἰπὼν δυνατὸν εἶναι πολλὰς ἐφαρμόζεσθαι προσηγορίας κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς καὶ τὴν πρὸς τὰ ἐνεργούμενα σχέσιν ἑνὶ κατὰ τὸ ὑποκείμενον ὄντι τῷ υἱῷ τοῦ θεοῦ, ὡς καὶ ὁ σῖτος εἷς ὢν ἐκ τῶν ποικίλων περὶ αὐτοῦ νοημάτων διαφόροις ἐπωνυμίαις ἐπιμερίζεται; πῶς οὖν ἀνατρέπει τὰ εἰρημένα ὁ λέγων περὶ ἑαυτοῦ ταῦτα τὸν Χριστὸν τὰ ὀνόματα λέγειν; οὐ γὰρ ὅστις ὁ κατονομάσας τὸ ζητούμενον ἦν, ἀλλὰ περὶ τῆς τῶν ὀνομάτων ἐννοίας ἡ θεωρία προέκειτο πότερον φύσιν ἐνδείκνυται ἢ ἐπινοητικῶς ἐκ τῶν ἐνεργειῶν ὀνομάζεται. ἀλλ' ὁ δριμὺς οὗτος καὶ ἀμφιλαφὴς τὴν διάνοιαν ἀνατρέπων τὸν ἀποδοθέντα περὶ τῆς ἐπινοίας λόγον τὸν εἰπόντα δυνατὸν εἶναι ἑνὶ τῷ ὑποκειμένῳ πολλὰς ἐξευρίσκειν προσηγορίας κατὰ τῶν ἐνεργειῶν τὰς σημασίας ἰσχυρῶς κέχρηται καθ' ἡμῶν τῇ μάχῃ λέγων « μὴ παρ' ἑτέρου τινὸς τεθεῖσθαι τῷ κυρίῳ τὰς τοιαύτας φωνάς ». τί οὖν ταῦτα πρὸς τὴν νῦν προκειμένην σπουδήν; μὴ ἐπειδὴ παρὰ τοῦ κυρίου τὰ ὀνόματα λέγεται, οὐδὲ ὀνόματα δώσει ταῦτα εἶναι οὐδὲ προσηγορίας οὐδὲ φωνὰς νοημάτων σημαντικάς; εἰ μὲν γὰρ οὐ δέχεται τὸ εἶναι ταῦτα ὀνόματα, τῇ τῶν προσηγοριῶν ἀναιρέσει καὶ ἡ ἐπίνοια συνανῄρηται: εἰ δὲ οὐκ ἀντιλέγει τὸ τὰς φωνὰς ταύτας ὀνόματα εἶναι, τί βλάπτει τὸν κατ' ἐπίνοιαν λόγον διὰ τοῦ δεῖξαι μὴ παρ' ἑτέρου τινός, ἀλλὰ παρ' αὐτοῦ τοῦ κυρίου τὰς τοιαύτας τεθεῖσθαι κλήσεις; τὸ γὰρ λεγόμενον ἦν, ὅτι παραπλησίως τῷ κατὰ τὸν σῖτον ὑποδείγματι ἓν κατὰ τὸ ὑποκείμενον ὁ κύριος ὢν πρόσφορα ταῖς ἐνεργείαις ἔχει καὶ τὰ ὀνόματα. τοῦ δὲ σίτου κατὰ τὴν τῶν περὶ αὐτὸν θεωρουμένων ἐπίνοιαν τὰς ὀνομασίας ἔχειν ὁμολογουμένου συγκατεσκευάζετο καὶ τὸ μὴ φύσεως εἶναι ταύτας ἐπὶ τοῦ κυρίου σημαντικὰς τὰς φωνάς, ἀλλὰ τῷ λόγῳ τῆς ἐπινοίας ἐν τοῖς περὶ αὐτὸν νοουμένοις συνίστασθαι. ὁ δὲ ἀντιλέγων ὑπὸ πολλῆς προσοχῆς οὐ πρὸς τὰ τεθέντα ποιεῖται τὴν μάχην, ἀλλά φησιν αὐτὸν ὑφ' ἑαυτοῦ ταῦτα κατονομάζεσθαι, ὅμοιον ὥσπερ ἂν εἴ τις τοῦ κατὰ τὸν Ἰσαὰκ ὀνόματος τὴν ἑρμηνείαν ζητῶν, πότερον γέλως ὥς φασί τινες ἑρμηνεύεται ἢ ἄλλο τι σημαίνει τὸ ὄνομα, ὁ δέ τις τῶν κατὰ Εὐνόμιον ἐπιστατικῶς ἀποκρίνοιτο παρὰ τῆς μητρὸς τεθεῖσθαι τῷ παιδὶ τὴν κλῆσιν: ἀλλ' οὐ τοῦτο, φαίη τις ἄν, τὸ ζητούμενον ἦν, παρὰ τίνος ἡ ἐπωνυμία πεπόρισται, ἀλλὰ τί σημαίνει μεταληφθεῖσα πρὸς τὴν ἡμετέραν γλῶσσαν ἡ τοῦ ὀνόματος ἔννοια. καὶ ἐνταῦθα τοίνυν τῆς ζητήσεως οὔσης, εἰ τὰ ποικίλως ἐπιλεγόμενα τῷ κυρίῳ κατ' ἐπίνοιαν λέγεται καὶ οὐχὶ τῆς φύσεως τὴν ἔνδειξιν ἔχει, ὁ τοιαύτην ἐπαγαγὼν τὴν ἀπόδειξιν τοῦ μὴ ἐν ἐπινοίᾳ θεωρεῖσθαι τὰς προσηγορίας, τὸ παρ' αὐτοῦ τοῦ κυρίου λέγεσθαι ταύτας, πῶς μετὰ τῶν σωφρονούντων ἀριθμηθήσεται ὁ καὶ πολεμῶν τῇ ἀληθείᾳ καὶ τοιαύταις πρὸς τὸν πόλεμον συμμαχίαις χρώμενος, δι' ὧν ἰσχυρότερον ἀποφαίνει τὸν πολεμούμενον;