Τάχα οὐδὲ ἀποκρίνασθαι προσήκει τοῖς ματαίοις τῶν λόγων: τὸ γὰρ σοφὸν τοῦ Σολομῶντος παράγγελμα πρὸς τοῦτο ἔοικε φέρειν τὸ διακελευόμενον μὴ ἀποκρίνεσ

 Τί οὖν ἐστιν ὃ προφέρουσιν ἡμῖν ἀσεβεῖν αἰτιῶνται τοὺς περὶ τοῦ ἁγίου πνεύματος μεγαλοπρεπεῖς ἔχοντας ὑπολήψεις: καὶ ὅσα τοῖς τῶν πατέρων ἑπόμενοι δό

 Τί οὖν ὁ ἡμέτερος λόγος οὐδὲν καινὸν ἡμεῖς οὐδὲ παρ' ἡμῶν αὐτῶν τοῖς τὰ τοιαῦτα προκαλουμένοις ἀποκρινούμεθα, ἀλλὰ ἀποχρησόμεθα τῇ τῆς θείας γραφῆς π

 Καθάπερ καὶ διὰ τῶν σωματικῶν ὑποδειγμάτων ἔστι τὸν λόγον πιστώσασθαι. ἡ γὰρ τοῦ πυρὸς φύσις ἐπίσης πᾶσι τοῖς συμπληροῦσιν αὐτὴν μορίοις τὴν θερμαντικ

 Εἰ οὖν ἀληθῶς καὶ οὐ μέχρις ὀνόματος θεῖον τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς καὶ ὑπὸ τῶν πατέρων ἡμῶν προσηγόρευται, τίς ἔτι λόγος ἐστὶ τοῖς ἀντιστατο

 Οὐδὲ γὰρ ἐκεῖνο αὔταρκες εἰς ἀπολογίαν αὐτοῖς, ὅτι ἐπειδὴ κατὰ τὴν τάξιν τρίτον ὑπὸ κυρίου τοῖς μαθηταῖς παραδέδοται, διὰ τοῦτο τῆς θεοπρεποῦς ἐννοίας

 Ἐπεὶ οὖν εἴρηται τῆς θείας φύσεως εἶναι τὸ πνεῦμα καὶ καλῶς εἴρηται, πᾶσα δὲ μεγαλοπρεπὴς ἔννοια τῷ ὀνόματι τούτῳ καθὼς εἴρηται συνεμφαίνεται, ὁ ἐκεῖν

 εἰ δὲ φρικτὸν τοῦτο καὶ πάσης ἀτοπίας καὶ βλασφημίας ἐπέκεινα, πρόδηλον ὅτι τοῖς εὐσημοτέροις ὀνόμασί τε καὶ νοήμασι περὶ τοῦ ἁγίου πνεύματος οἱ εὐσεβ

 Εἰ δὴ τοιοῦτόν ἐστιν, ἐφεξῆς ὁ λόγος καὶ περὶ τοῦ υἱοῦ τὸ ἴσον διασκεψάσθω καὶ περὶ τοῦ πατρὸς ὡσαύτως. ἆρ' οὐχὶ τὸ τέλειον ὁμολογεῖ τῆς τιμῆς καὶ ἐπὶ

 Εἰ οὖν διὰ πάντων τέλειον τὸ πνεῦμα τὸ ἅγιον εἶναι συντίθενται, ὡμολόγηται δὲ πρὸς τούτοις εὐσεβὲς εἶναι καὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἐν παντὶ ἀγαθῷ

 Τίνι τοίνυν τρόπῳ τιμήσεις τὸ θεῖον πῶς ὑψώσεις τὸ ὓψιστον πῶς δοξάσεις τὸ ὑπὲρ πᾶσαν δόξαν πῶς ἐπαινέσεις τὸ ἀκατάληπτον εἰ πάντα τὰ ἔθνη ὡς σταγ

 Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ θεοῦ καὶ μικροὶ κήρυκες τῆς ἀξίας νομίζονται: Ὅτι ἐπῄρθη ἡ μεγαλοπρέπεια αὐτοῦ, οὐ μέχρι τῶν οὐρανῶν, ἀλλ' ὑπεράνω

 Τί οὖν βούλεται ἡ ὑποστολὴ τῆς ψυχῆς καὶ ἡ μεγαλοψυχία [τῶν] ἐπὶ μὲν τοῦ πατρὸς φιλοτιμουμένων, καὶ τῷ υἱῷ τυχεῖν τὰ ἴσα χαριζομένων, ἐπὶ δὲ τοῦ πνεύμ

 ναί φησιν. ἀλλὰ τὸν πατέρα μὲν δημιουργὸν εἶναι παρὰ τῆς γραφῆς ἐδιδάχθημεν: ὡσαύτως καὶ διὰ τοῦ υἱοῦ τὰ πάντα γεγεννῆσθαι ἐμάθομεν: οὐδὲν δὲ τοιοῦτον

 τί οὖν ἡμεῖς πρὸς τοῦτο ἀποκρινούμεθα ὅτι μάταια ἐλάλησαν ἐν ταῖς καρδίαις αὐτῶν οἱ νομίζοντες μὴ ἀεὶ μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα εἶναι, ἀ

 ἡ γὰρ εὐσεβὴς διάνοια τοῦτον ἔχει τὸν τρόπον: οὔτε πατὴρ χωρὶς υἱοῦ ποτε ἐννοεῖται οὔτε υἱὸς δίχα τοῦ ἁγίου πνεύματος καταλαμβάνεται. ὡς γὰρ ἀμήχανόν

 Εἰ δὲ τούτῳ μέν ἐστιν ἡ πρὸς τὸ ἐνεργεῖν ὁρμή, ὑπερκειμένη δέ τις ἐξουσία κωλύει τὴν πρόθεσιν, εἰπάτωσαν τὴν αἰτίαν τοῦ ταῦτα κωλύοντος. φθόνῳ τῆς ἐκ

 Ταῦτα ἡμεῖς ἰδιωτικῶς καὶ κατὰ τὸν συνήθη τρόπον ἡμῖν ἐννοοῦντες τὰ σοφὰ ταῦτα τῶν ἀνθυποφερόντων οὐ προσιέμεθα πιστεύοντες καὶ ὁμολογοῦντες ἐν παντὶ

 περὶ δὲ λατρείας καὶ προσκυνήσεως καὶ ὅσα τοιαῦτα μικρολογοῦντες προφέρουσιν οἱ σοφοὶ παρ' ἑαυτοῖς, ἐκεῖνα λέγομεν, ὅτι πάντων τῶν παρ' ἡμῖν γινομένων

 Εἰ δέ τις ἀθετοίη τὴν φωνὴν ταύτην καὶ τὴν διάνοιαν τὴν τῷ ὀνόματι τῆς θειότητος συνεμφαινομένην, λέγοι δὲ τὸ παρὰ τῶν πολλῶν ἐπὶ καθαιρέσεως τῆς τοῦ

 Εἰπάτωσαν οὖν ἡμῖν οἱ καθαιροῦντες τὴν τοῦ πνεύματος δόξαν καὶ τῇ ὑποχειρίῳ φύσει συγκατατάσσοντες, τίνος σύμβολόν ἐστιν ἡ χρῖσις. οὐχὶ τῆς βασιλείας

 Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν: ἡ βασιλεία ἐν τῇ τῶν ὑποχειρίων ἀρχῇ πάντως γνωρίζεται. τί οὖν τῆς βασιλευούσης φύσεώς ἐστι τὸ ὑπήκοον τοὺς αἰῶνας πάντω

 Καὶ γὰρ κἀκεῖνο ὅσην ἔχει τὴν ἀτοπίαν σκοπήσωμεν. πάντων τῶν ἐν τῇ κτίσει νοουμένων κατ' αὐτὸ τοῦτο, τὸ διὰ κτίσεως ἐσχηκέναι τὸ εἶναι, τὴν ὁμοτιμίαν

 Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν. τῷ ἁγίῳ βαπτίσματι_ τί διὰ τούτου πραγματευόμεθα ἆρ' οὐχὶ τὸ ζωῆς μετέχειν οὐκέτι θανάτῳ ὑποκειμένης οὐδένα [ἂν] ἀντειπ

 Ὥστε εἰ μικρὸν ὑπολαμβάνουσι τὸ δῶρον οἱ καὶ τῆς ζωῆς ἑαυτῶν ὑβρισταὶ καὶ πολέμιοι καὶ διὰ τοῦτο τὸ παρεκτικὸν τῆς χάριτος ταύτης ἀτιμάζειν ἐγνώκασι,

 Εἰ οὖν πᾶν ὕψωμα δυνάμεως ἀνθρωπίνης κάτω τῆς μεγαλοπρεπείας τοῦ προσκυνουμένου ἐστί (τοῦτο γὰρ ὁ λόγος διὰ τοῦ ὑποποδίου τῶν ποδῶν ὑπαινίσσεται), τίς

 Τὸ δὲ πνεῦμα τὸ ἅγιον πρῶτον μὲν ἀπὸ τῶν κατὰ φύσιν ἁγίων ἐκεῖνό ἐστιν ὅπερ ὁ πατήρ, κατὰ φύσιν ἅγιος, καὶ ὁ μονογενὴς ὡσαύτως. οὕτω καὶ τὸ πνεῦμα τὸ

 Εἰ οὖν τοσαύτη τοῦ πνεύματος ἡ μεγαλωσύνη καὶ εἴ τι καλὸν καὶ εἴ τι ἀγαθὸν παρὰ τοῦ θεοῦ διὰ τοῦ μονογενοῦς ἐν τῷ πάντα ἐν πᾶσιν ἐνεργοῦντι πνεύματι τ

 Ἀλλ' ἐρεῖς ὅτι πατέρα ἐννοῶν καὶ τὸν υἱὸν τῇ προσηγορίᾳ συμπεριέλαβον. τὸν δὲ υἱόν, εἰπέ μοι, τῇ διανοίᾳ λαβὼν ἆρ' οὐ συμπαρεδέξω καὶ τὸ πνεῦμα τὸ ἅγι

 ἆρ' οὖν τοῦτο νοοῦσι καὶ αὐτοὶ τὴν προσκύνησιν καὶ πῶς οὐ καταγέλαστον τὸ μήτε τούτου οἴεσθαι δεῖν ἀξιοῦν τὸ πνεῦμα τὸ ἅγιον, οὗ καὶ τοὺς Χαναναίους

 Ἔπειτα κἀκεῖνο παρ' αὐτῶν ἔστι μαθεῖν: ὅταν, ὡς οἴονται, τῷ πατρὶ προσκυνῶσιν, ἆρα καθόλου τῆς διανοίας ἑαυτῶν τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος τὴν

If, then, the Holy Spirit is truly, and not in name only, called Divine both by Scripture and by our Fathers, what ground is left for those who oppose the glory of the Spirit? He is Divine, and absolutely good, and Omnipotent, and wise, and glorious, and eternal; He is everything of this kind that can be named to raise our thoughts to the grandeur of His being. The singleness of the subject of these properties testifies that He does not possess them in a measure only, as if we could imagine that He was one thing in His very substance, but became another by the presence of the aforesaid qualities. That condition is peculiar10    Reading ἴδιον γὰρ τοῦτο.to those beings who have been given a composite nature; whereas the Holy Spirit is single and simple in every respect equally. This is allowed by all; the man who denies it does not exist. If, then, there is but one simple and single definition of His being, the good which He possesses is not an acquired good; but, whatever He may be besides, He is Himself Goodness, and Wisdom, and Power, and Sanctification, and Righteousness, and Everlastingness, and Imperishability, and every name that is lofty, and elevating above other names. What, then, is the state of mind that leads these men, who do not fear the fearful sentence passed upon the blasphemy against the Holy Ghost, to maintain that such a Being does not possess glory? For they clearly put that statement forward; that we ought not to believe that He should be glorified: though I know not for what reason they judge it to be expedient not to confess the true nature of that which is essentially glorious.

Εἰ οὖν ἀληθῶς καὶ οὐ μέχρις ὀνόματος θεῖον τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς καὶ ὑπὸ τῶν πατέρων ἡμῶν προσηγόρευται, τίς ἔτι λόγος ἐστὶ τοῖς ἀντιστατοῦσι τῇ δόξῃ τοῦ πνεύματος; εἰ γὰρ θεῖον, καὶ ἀγαθὸν πάντως καὶ δυνατὸν καὶ σοφὸν ἔνδοξόν τε καὶ ἀΐδιον καὶ πάντα ὅσα τοῦ τοιούτου γένους ἐστὶν ὀνόματα πρὸς τὸ μεγαλοπρεπὲς τὰς ὑπολήψεις ἡμῶν ἐπαίροντα. ταῦτα οὐκ ἐκ μετουσίας ἔχειν ἡ ἁπλότης τοῦ ὑποκειμένου διαμαρτύρεται ὡς ἄλλο μέν τι τῇ ἑαυτοῦ φύσει ὑπονοεῖν εἶναι, ἕτερον δέ τι γενέσθαι τῇ παρουσίᾳ τῶν εἰρημένων: ἴδια γὰρ ταῦτα τῶν σύνθετον εἰληχότων τὴν φύσιν. ἁπλοῦν δὲ τὸ πνεῦμα τὸ ἅγιον παρὰ πάντων ἐπίσης συνωμολόγηται καὶ ὁ ἀντιλέγων οὐκ ἔστιν. εἰ οὖν ἁπλοῦς ὁ τῆς φύσεως αὐτοῦ λόγος, οὐκ ἐπίκτητον ἔχει τὸ ἀγαθόν, ἀλλ' αὐτὸ ὅ τί ποτέ ἐστιν, ἀγαθότης ἐστί, σοφία, δύναμις, ἁγιασμός, δικαιοσύνη, ἀϊδιότης, ἀφθαρσία, πάντα τὰ ὑψηλὰ τῶν ὀνομάτων καὶ ὑπεραίροντα: τὸ οὖν τοιοῦτον ἐκ ποίας διανοίας ἄδοξον εἶναι κατασκευάζουσιν οἱ μὴ φοβούμενοι τὸ χαλεπὸν τῆς κατὰ τοῦ πνεύματος βλασφημίας κατάκριμα; σαφῶς γὰρ τοῦτο προτείνουσι τὸ μὴ δεῖν αὐτὸ δοξαστὸν εἶναι πιστεύειν, οὐκ οἶδα τὸ τῇ φύσει ἔνδοξον τίνι λογισμῷ μὴ ὁμολογεῖν ὅ ἐστι λυσιτελὲς εἶναι κρίνοντες.