Τάχα οὐδὲ ἀποκρίνασθαι προσήκει τοῖς ματαίοις τῶν λόγων: τὸ γὰρ σοφὸν τοῦ Σολομῶντος παράγγελμα πρὸς τοῦτο ἔοικε φέρειν τὸ διακελευόμενον μὴ ἀποκρίνεσ

 Τί οὖν ἐστιν ὃ προφέρουσιν ἡμῖν ἀσεβεῖν αἰτιῶνται τοὺς περὶ τοῦ ἁγίου πνεύματος μεγαλοπρεπεῖς ἔχοντας ὑπολήψεις: καὶ ὅσα τοῖς τῶν πατέρων ἑπόμενοι δό

 Τί οὖν ὁ ἡμέτερος λόγος οὐδὲν καινὸν ἡμεῖς οὐδὲ παρ' ἡμῶν αὐτῶν τοῖς τὰ τοιαῦτα προκαλουμένοις ἀποκρινούμεθα, ἀλλὰ ἀποχρησόμεθα τῇ τῆς θείας γραφῆς π

 Καθάπερ καὶ διὰ τῶν σωματικῶν ὑποδειγμάτων ἔστι τὸν λόγον πιστώσασθαι. ἡ γὰρ τοῦ πυρὸς φύσις ἐπίσης πᾶσι τοῖς συμπληροῦσιν αὐτὴν μορίοις τὴν θερμαντικ

 Εἰ οὖν ἀληθῶς καὶ οὐ μέχρις ὀνόματος θεῖον τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς καὶ ὑπὸ τῶν πατέρων ἡμῶν προσηγόρευται, τίς ἔτι λόγος ἐστὶ τοῖς ἀντιστατο

 Οὐδὲ γὰρ ἐκεῖνο αὔταρκες εἰς ἀπολογίαν αὐτοῖς, ὅτι ἐπειδὴ κατὰ τὴν τάξιν τρίτον ὑπὸ κυρίου τοῖς μαθηταῖς παραδέδοται, διὰ τοῦτο τῆς θεοπρεποῦς ἐννοίας

 Ἐπεὶ οὖν εἴρηται τῆς θείας φύσεως εἶναι τὸ πνεῦμα καὶ καλῶς εἴρηται, πᾶσα δὲ μεγαλοπρεπὴς ἔννοια τῷ ὀνόματι τούτῳ καθὼς εἴρηται συνεμφαίνεται, ὁ ἐκεῖν

 εἰ δὲ φρικτὸν τοῦτο καὶ πάσης ἀτοπίας καὶ βλασφημίας ἐπέκεινα, πρόδηλον ὅτι τοῖς εὐσημοτέροις ὀνόμασί τε καὶ νοήμασι περὶ τοῦ ἁγίου πνεύματος οἱ εὐσεβ

 Εἰ δὴ τοιοῦτόν ἐστιν, ἐφεξῆς ὁ λόγος καὶ περὶ τοῦ υἱοῦ τὸ ἴσον διασκεψάσθω καὶ περὶ τοῦ πατρὸς ὡσαύτως. ἆρ' οὐχὶ τὸ τέλειον ὁμολογεῖ τῆς τιμῆς καὶ ἐπὶ

 Εἰ οὖν διὰ πάντων τέλειον τὸ πνεῦμα τὸ ἅγιον εἶναι συντίθενται, ὡμολόγηται δὲ πρὸς τούτοις εὐσεβὲς εἶναι καὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἐν παντὶ ἀγαθῷ

 Τίνι τοίνυν τρόπῳ τιμήσεις τὸ θεῖον πῶς ὑψώσεις τὸ ὓψιστον πῶς δοξάσεις τὸ ὑπὲρ πᾶσαν δόξαν πῶς ἐπαινέσεις τὸ ἀκατάληπτον εἰ πάντα τὰ ἔθνη ὡς σταγ

 Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ θεοῦ καὶ μικροὶ κήρυκες τῆς ἀξίας νομίζονται: Ὅτι ἐπῄρθη ἡ μεγαλοπρέπεια αὐτοῦ, οὐ μέχρι τῶν οὐρανῶν, ἀλλ' ὑπεράνω

 Τί οὖν βούλεται ἡ ὑποστολὴ τῆς ψυχῆς καὶ ἡ μεγαλοψυχία [τῶν] ἐπὶ μὲν τοῦ πατρὸς φιλοτιμουμένων, καὶ τῷ υἱῷ τυχεῖν τὰ ἴσα χαριζομένων, ἐπὶ δὲ τοῦ πνεύμ

 ναί φησιν. ἀλλὰ τὸν πατέρα μὲν δημιουργὸν εἶναι παρὰ τῆς γραφῆς ἐδιδάχθημεν: ὡσαύτως καὶ διὰ τοῦ υἱοῦ τὰ πάντα γεγεννῆσθαι ἐμάθομεν: οὐδὲν δὲ τοιοῦτον

 τί οὖν ἡμεῖς πρὸς τοῦτο ἀποκρινούμεθα ὅτι μάταια ἐλάλησαν ἐν ταῖς καρδίαις αὐτῶν οἱ νομίζοντες μὴ ἀεὶ μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα εἶναι, ἀ

 ἡ γὰρ εὐσεβὴς διάνοια τοῦτον ἔχει τὸν τρόπον: οὔτε πατὴρ χωρὶς υἱοῦ ποτε ἐννοεῖται οὔτε υἱὸς δίχα τοῦ ἁγίου πνεύματος καταλαμβάνεται. ὡς γὰρ ἀμήχανόν

 Εἰ δὲ τούτῳ μέν ἐστιν ἡ πρὸς τὸ ἐνεργεῖν ὁρμή, ὑπερκειμένη δέ τις ἐξουσία κωλύει τὴν πρόθεσιν, εἰπάτωσαν τὴν αἰτίαν τοῦ ταῦτα κωλύοντος. φθόνῳ τῆς ἐκ

 Ταῦτα ἡμεῖς ἰδιωτικῶς καὶ κατὰ τὸν συνήθη τρόπον ἡμῖν ἐννοοῦντες τὰ σοφὰ ταῦτα τῶν ἀνθυποφερόντων οὐ προσιέμεθα πιστεύοντες καὶ ὁμολογοῦντες ἐν παντὶ

 περὶ δὲ λατρείας καὶ προσκυνήσεως καὶ ὅσα τοιαῦτα μικρολογοῦντες προφέρουσιν οἱ σοφοὶ παρ' ἑαυτοῖς, ἐκεῖνα λέγομεν, ὅτι πάντων τῶν παρ' ἡμῖν γινομένων

 Εἰ δέ τις ἀθετοίη τὴν φωνὴν ταύτην καὶ τὴν διάνοιαν τὴν τῷ ὀνόματι τῆς θειότητος συνεμφαινομένην, λέγοι δὲ τὸ παρὰ τῶν πολλῶν ἐπὶ καθαιρέσεως τῆς τοῦ

 Εἰπάτωσαν οὖν ἡμῖν οἱ καθαιροῦντες τὴν τοῦ πνεύματος δόξαν καὶ τῇ ὑποχειρίῳ φύσει συγκατατάσσοντες, τίνος σύμβολόν ἐστιν ἡ χρῖσις. οὐχὶ τῆς βασιλείας

 Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν: ἡ βασιλεία ἐν τῇ τῶν ὑποχειρίων ἀρχῇ πάντως γνωρίζεται. τί οὖν τῆς βασιλευούσης φύσεώς ἐστι τὸ ὑπήκοον τοὺς αἰῶνας πάντω

 Καὶ γὰρ κἀκεῖνο ὅσην ἔχει τὴν ἀτοπίαν σκοπήσωμεν. πάντων τῶν ἐν τῇ κτίσει νοουμένων κατ' αὐτὸ τοῦτο, τὸ διὰ κτίσεως ἐσχηκέναι τὸ εἶναι, τὴν ὁμοτιμίαν

 Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν. τῷ ἁγίῳ βαπτίσματι_ τί διὰ τούτου πραγματευόμεθα ἆρ' οὐχὶ τὸ ζωῆς μετέχειν οὐκέτι θανάτῳ ὑποκειμένης οὐδένα [ἂν] ἀντειπ

 Ὥστε εἰ μικρὸν ὑπολαμβάνουσι τὸ δῶρον οἱ καὶ τῆς ζωῆς ἑαυτῶν ὑβρισταὶ καὶ πολέμιοι καὶ διὰ τοῦτο τὸ παρεκτικὸν τῆς χάριτος ταύτης ἀτιμάζειν ἐγνώκασι,

 Εἰ οὖν πᾶν ὕψωμα δυνάμεως ἀνθρωπίνης κάτω τῆς μεγαλοπρεπείας τοῦ προσκυνουμένου ἐστί (τοῦτο γὰρ ὁ λόγος διὰ τοῦ ὑποποδίου τῶν ποδῶν ὑπαινίσσεται), τίς

 Τὸ δὲ πνεῦμα τὸ ἅγιον πρῶτον μὲν ἀπὸ τῶν κατὰ φύσιν ἁγίων ἐκεῖνό ἐστιν ὅπερ ὁ πατήρ, κατὰ φύσιν ἅγιος, καὶ ὁ μονογενὴς ὡσαύτως. οὕτω καὶ τὸ πνεῦμα τὸ

 Εἰ οὖν τοσαύτη τοῦ πνεύματος ἡ μεγαλωσύνη καὶ εἴ τι καλὸν καὶ εἴ τι ἀγαθὸν παρὰ τοῦ θεοῦ διὰ τοῦ μονογενοῦς ἐν τῷ πάντα ἐν πᾶσιν ἐνεργοῦντι πνεύματι τ

 Ἀλλ' ἐρεῖς ὅτι πατέρα ἐννοῶν καὶ τὸν υἱὸν τῇ προσηγορίᾳ συμπεριέλαβον. τὸν δὲ υἱόν, εἰπέ μοι, τῇ διανοίᾳ λαβὼν ἆρ' οὐ συμπαρεδέξω καὶ τὸ πνεῦμα τὸ ἅγι

 ἆρ' οὖν τοῦτο νοοῦσι καὶ αὐτοὶ τὴν προσκύνησιν καὶ πῶς οὐ καταγέλαστον τὸ μήτε τούτου οἴεσθαι δεῖν ἀξιοῦν τὸ πνεῦμα τὸ ἅγιον, οὗ καὶ τοὺς Χαναναίους

 Ἔπειτα κἀκεῖνο παρ' αὐτῶν ἔστι μαθεῖν: ὅταν, ὡς οἴονται, τῷ πατρὶ προσκυνῶσιν, ἆρα καθόλου τῆς διανοίας ἑαυτῶν τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος τὴν

[Translation lacking]

Ἔπειτα κἀκεῖνο παρ' αὐτῶν ἔστι μαθεῖν: ὅταν, ὡς οἴονται, τῷ πατρὶ προσκυνῶσιν, ἆρα καθόλου τῆς διανοίας ἑαυτῶν τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος τὴν μνήμην ἐκβάλλουσιν; καὶ μὴν φύσιν οὐκ ἔχει πατέρα ἐννοήσαντα μὴ συνεπινοεῖν τὸν υἱὸν καὶ υἱὸν τῇ διανοίᾳ δεξάμενον μὴ συμπεριλαμβάνειν μετὰ τοῦ υἱοῦ τὸ πνεῦμα. εἰ μὲν γὰρ ἀρνεῖται καθόλου καὶ ἀθετεῖ τὴν ὁμολογίαν, εἷς τῶν Ἰουδαίων ἢ Σαδδουκαίων ἐστίν, καὶ τὸν υἱὸν ἀρνούμενος καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ δεχόμενος: εἰ δὲ ὁπωσοῦν πρεσβεύειν τὰ τῶν Χριστιανῶν ἐπαγγέλλεται, πάντως ὅτι πατέρα ἐννοῶν καὶ τὸν οὗ ἐστι πατὴρ ἐνενόησε καὶ υἱοῦ τὴν ἔννοιαν ἀναλαβὼν προκατηυγάσθη διὰ τοῦ πνεύματος: Οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. οὐκοῦν ὁ ἀληθινὸς προσκυνητὴς ἀποστὰς τῆς σωματικῆς ταύτης καὶ χαμαιζήλου ταπεινότητος τῶν νοημάτων τὸ ἄρχον καὶ τὸ κυριεῦον καὶ τὸ ἐξουσιάζον καὶ τὸ πάντα τὰ ἀγαθὰ ἐνεργοῦν ἐν πάσῃ τῇ κτίσει οὕτω τιμήσει οὐχ ὡς ἐκείνῳ ἄξιον, ἀλλ' ὅσον αὐτὸς δυνατός ἐστι φέρειν κατὰ τὴν χήραν ἐκείνην, ἣ δύο λεπτοὺς ὀβολοὺς δωροφοροῦσα τοῖς ἱεροῖς θησαυροῖς ἀπεδείχθη † τῆς φιλοτιμίας, οὐχ ὅτι ἄξιον τι θαύματος εἶχεν ἡ ὕλη, ἀλλ' ὅτι πλέον οὐκ ἐχώρει ἡ δύναμις. οὕτω τοίνυν λογιεῖται ὄντως ἔχειν, ὅτι πάντα τὰ παρὰ ἀνθρώπων ὅσα εἰς τιμὴν καὶ δόξαν ἐπινενόηται κατώτερά ἐστι τῆς μεγαλοπρεπείας τοῦ πνεύματος οὐδεμίαν προσθήκην τῆς δόξης ποιούμενα. ἡ μὲν γὰρ ὡσαύτως ἔχει καὶ τιμώντων καὶ μή: ἡ δὲ ἀνθρωπίνη φύσις μόνην δωροφορεῖ τὴν προαίρεσιν, αὐτῷ τῷ θελῆσαι μόνον πληροῦσα ἣν προέθετο χάριν: πλέον δ' ἔτι τοῦ θελήματος καὶ τῆς κατὰ πρόθεσιν ὁρμῆς καὶ κινήσεως ἔχει ἐν τῇ δυνάμει οὐδέν. κἂν θαυμάσαι προέληται κἂν ἐπαίνοις τισὶ τὸ μεγαλεῖον ἀποσεμνῦναι τῆς θείας δυνάμεως, οὐ τὴν φύσιν ἐπήνεσεν: πῶς γὰρ ἐπαινέσει τὸ ἀγνοούμενον; ἀλλά τι τῶν περὶ αὐτὴν θεωρουμένων ἐδόξασε: Γενεὰ γάρ φησι καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμιν τῶν φοβερῶν σου καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου καὶ τὰ θαυμάσιά σου καὶ τὴν μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου καὶ τὴν ἐν τούτοις μεγαλωσύνην σου διηγήσονται. ὁρᾷς ὡς διὰ τῶν ἔξωθεν περὶ τὴν θείαν φύσιν θεωρουμένων πληροῦται τῷ προφήτῃ τὸ θαῦμα; αὐτὴ δὲ ἐκείνη καθώς ἐστι ἡ θεία τε καὶ μακαρία δύναμις ἄβατος καὶ ἀθέατος λογισμοῖς μένει καὶ διανοίας πολυπραγμοσύνην καὶ λόγου δύναμιν καὶ καρδίας κίνησιν καὶ ἐνθυμήσεως ὁρμήν, πάντα κάτω ἑαυτῆς ἀφιεῖσα πολὺ μᾶλλον ἢ ὅσον τὰ σώματα ἡμῖν ἀπολιμπάνεται τῆς τῶν ἀστέρων ἁφῆς. ὁ οὖν ταῦτα εἰδὼς καὶ συνεγνωκὼς ἑαυτῷ τὸ οὐτιδανὸν καὶ ἀσθενὲς καὶ πενιχρὸν τῆς φύσεως καταγνώσεται μὲν τῆς ματαιότητος τῶν ἀπὸ οὕτω μικρᾶς καὶ εὐτελοῦς τῆς δυνάμεως οἰομένων ἔχειν τι τῆς ἀξίας τοῦ πνεύματος ὑψηλότερον καὶ φειδομένων ἀπ' αὐτοῦ ῥημάτων τινῶν θεραπευτικῶν ἢ σχημάτων, ἃ εἴτε λατρείαν εἴτε προσκύνησιν σύνηθές τισιν ὀνομάζειν οὐ διαφέρομαι: ἀναβλέπων δὲ εἰς τὸ ὕψος τῆς δόξης, ἧς ἡ ἀληθὴς κατανόησις τοῖς ἀνθρώποις ἀνέφικτος, καταγνώσεται ἑαυτοῦ, καθὼς καὶ ὁ πατριάρχης ἐποίησε τῆς θείας ἀξιωθεὶς ἐπιφανείας γῆν καὶ σποδὸν ἑαυτὸν προσαγορεύων: οὕτω δὲ διακείμενος ὅλον ἑαυτὸν ἀναθήσει τῇ θεραπείᾳ τῆς κρείττονος φύσεως, οὐ τὸ μέν τι ποιῶν τῶν εἰς τιμὴν συντεινόντων, τοῦ δὲ ἀπεχόμενος, ἀλλὰ πᾶν ὅτιπερ ἂν ἐν τῇ καθ' ἑαυτὸν δυνάμει μεῖζον καὶ ὑπερέχον εἶναι φανῇ, τοῦτο ἀναθήσει τῷ ἐπὶ πάντων θεῷ, τιμὴν καὶ δόξαν καὶ προσκύνησιν τὴν ὑπὸ τῆς δυνάμεως χωρουμένην διηνεκῶς ἀναπέμπων τῷ ἔχοντι τοῦ σῴζειν τὴν ἐξουσίαν: σῴζει δὲ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. διὰ τοῦτο καὶ πιστεύει τὴν ἑαυτοῦ σωτηρίαν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ οὐκ εἰς πλῆθος δυνάμεων καὶ θεοτήτων κατακερματίζων τὴν πίστιν, ἀλλ' εἰς μίαν δύναμιν, μίαν ἀγαθότητα, μίαν ζωοποιὸν ἐξουσίαν, μίαν θεότητα, μίαν ζωὴν πιστεύων. οὕτως ἀναπέμψει τὴν εὐχαριστίαν ὑπὲρ τῆς ἑαυτοῦ ζωῆς, ἐκ πατρὸς ἀρχόμενος καὶ τὸν υἱὸν τῷ πατρὶ συμπεριλαμβάνων καὶ τὸ ἅγιον πνεῦμα τοῦ μονογενοῦς οὐ χωρίζων, ὡς πληροῦσθαι τῷ ἐπὶ πάντων θεῷ σὺν τῷ μονογενεῖ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι τιμὴν καὶ δόξαν καὶ προσκύνησιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.