Ὑμᾶς μὲν δίκαιόν ἐστι, τοὺς ἀκμάζοντας ἐν πάσῃ δυνάμει κατὰ τὸν ἔσω ἄνθρωπον, πρὸς τοὺς ἐναντίους τῆς ἀληθείας διαγωνίζεσθαι καὶ μὴ κατοκνεῖν πρὸς τοὺ

 Ἔστι δὲ οὐ μικρὸς οὗτος ὁ λόγος ὃν προέτεινας ἡμῖν οὐδὲ τοιοῦτος ὡς ὀλίγην φέρειν ζημίαν, εἰ μὴ τῆς προσηκούσης ἐξετάσεως τύχοι. ἀνάγκη γὰρ ἐκ τῆς βία

 Ὁ μὲν οὖν λόγος, καθὰ προέφην, πολὺ τὸ δυσμεταχείριστον ἔχει: ἡμεῖς δέ, εἰ μέν τι τοιοῦτον εὕροιμεν, δι' οὗ τὸ ἀμφίβολον τῆς διανοίας ἡμῶν ἐρεισθήσετα

 Τί δήποτε τοίνυν ἐν τῇ καθ' ἡμᾶς συνηθείᾳ καθ' ἕνα τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυμένους ἀπαριθμήσαντες πληθυντικῶς ὀνομάζομεν, τοσούσδε λέγοντες τοὺς

 Φαμὲν τοίνυν πρῶτον μὲν κατάχρησίν τινα συνηθείας εἶναι τὸ τοὺς μὴ διῃρημένους τῇ φύσει κατ' αὐτὸ τὸ τῆς φύσεως ὄνομα πληθυντικῶς ὀνομάζειν καὶ λέγειν

 Δοκεῖ μὲν οὖν τοῖς πολλοῖς ἰδιαζόντως κατὰ τῆς φύσεως ἡ φωνὴ τῆς θεότητος κεῖσθαι καὶ ὥσπερ ὁ οὐρανὸς ἢ ὁ ἥλιος ἢ ἄλλο τι τῶν τοῦ κόσμου στοιχείων ἰδί

 Ἀλλ' οὔπω τις ἐρεῖ πρὸς τὸ ζητούμενον βλέπειν τὴν κατασκευὴν τοῦ λόγου. οὐδὲ γὰρ εἰ δοθείη κοινὴ τῆς φύσεως ἡ κλῆσις τῆς θεότητος εἶναι, ἤδη τὸ μὴ δεῖ

 Ἐπειδὴ μετρίως ἡμῖν ἐκ τῆς κατασκευῆς ἀπεδείχθη οὐ φύσεως ἀλλ' ἐνεργείας εἶναι τὴν φωνὴν τῆς θεότητος, τάχα ταύτην ἄν τις αἰτίαν εὐλόγως εἴποι τοῦ πλη

 Ἐπειδὴ γὰρ εἷς ὁ τῆς ἐποπτικῆς τε καὶ θεατικῆς δυνάμεως λόγος ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἐκ μὲν τοῦ πατρὸς ο

 Εἰ δὴ πᾶν ἀγαθὸν πρᾶγμα καὶ ὄνομα τῆς ἀνάρχου δυνάμεώς τε καὶ βουλῆς ἐξημμένον ἐν τῇ δυνάμει τοῦ πνεύματος διὰ τοῦ μονογενοῦς θεοῦ ἀχρόνως καὶ ἀδιαστά

 μάχεσθαι δὲ πρὸς τοὺς ἀντιλέγοντας μὴ δεῖν ἐνέργειαν νοεῖν τὴν θεότητα οὐ πάνυ τι τῶν ἀναγκαίων μοι δοκεῖ, ὡς πρὸς τὴν παροῦσαν τοῦ λόγου κατασκευήν.

 Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, τὸ μὴ ἐνεργείας ἀλλὰ φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμούμεθα πρὸς τὸν ἐξ ἀρχῆς λόγον, ὅτι τὸ τῆς φύσεως ὄνομα

 ὥσπερ τοίνυν πολλοὶ μὲν οἱ χρύσεοι στατῆρες, χρυσὸς δὲ εἷς, οὕτω καὶ πολλοὶ μὲν οἱ καθ' ἕκαστον ἐν τῇ φύσει τοῦ ἀνθρώπου δεικνύμενοι, οἷον Πέτρος καὶ

 Καὶ μακρὸν ἂν εἴη τὰς σολοικοφανεῖς τοῦ λόγου συντάξεις ἐκ τῆς γραφῆς καταλέγειν εἰς τὴν τῶν εἰρημένων ἀπόδειξιν: ἐν οἷς δὲ κίνδυνός ἐστι βλαβῆναί τι

 Εἰ δέ τις συκοφαντοίη τὸν λόγον ὡς ἐκ τοῦ μὴ δέχεσθαι τὴν κατὰ φύσιν διαφορὰν μίξιν τινὰ τῶν ὑποστάσεων καὶ ἀνακύκλησιν κατασκευάζοντα τοῦτο περὶ τῆς

 Αἴτιον δὲ καὶ ἐξ αἰτίου λέγοντες οὐχὶ φύσιν διὰ τούτων τῶν ὀνομάτων σημαίνομεν (οὐδὲ γὰρ τὸν αὐτὸν ἄν τις αἰτίας καὶ φύσεως ἀποδοίη λόγον), ἀλλὰ τὴν κ

 Ἐπειδὴ τοίνυν τὰς μὲν ὑποστάσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁ τοῦ αἰτίου διακρίνει λόγος, τὸ μὲν ἀναιτίως εἶναι τὸ δὲ ἐκ τοῦ αἰτίου πρεσβεύων, ἡ δὲ θεία φύ

But if it pleases our adversaries to say that the significance of the term is not operation, but nature, we shall fall back upon our original argument, that custom applies the name of a nature to denote multitude erroneously: since according to true reasoning neither diminution nor increase attaches to any nature, when it is contemplated in a larger or smaller number. For it is only those things which are contemplated in their individual circumscription which are enumerated by way of addition. Now this circumscription is noted by bodily appearance, and size, and place, and difference figure and colour, and that which is contemplated apart from these conditions is free from the circumscription which is formed by such categories. That which is not thus circumscribed is not enumerated, and that which is not enumerated cannot be contemplated in multitude. For we say that gold, even though it be cut into many figures, is one, and is so spoken of, but we speak of many coins or many staters, without finding any multiplication of the nature of gold by the number of staters; and for this reason we speak of gold, when it is contemplated in greater bulk, either in plate or in coin, as “much,” but we do not speak of it as “many golds” on account of the multitude of the material,—except when one says there are “many gold pieces” (Darics, for instance, or staters), in which case it is not the material, but the pieces of money to which the significance of number applies: indeed, properly, we should not call them “gold” but “golden.”

Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, τὸ μὴ ἐνεργείας ἀλλὰ φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμούμεθα πρὸς τὸν ἐξ ἀρχῆς λόγον, ὅτι τὸ τῆς φύσεως ὄνομα ἡμαρτημένως ἡ συνήθεια εἰς πλήθους σημασίαν ἀνάγει, οὔτε μειώσεως οὔτε αὐξήσεως κατὰ τὸν ἀληθῆ λόγον προσγινομένης τῇ φύσει, ὅταν ἐν πλείοσιν ἢ ἐλάττοσι θεωρῆται. μόνα γὰρ κατὰ σύνθεσιν ἀριθμεῖται, ὅσα κατ' ἰδίαν περιγραφὴν θεωρεῖται: ἡ δὲ περιγραφὴ ἐν ἐπιφανείᾳ σώματος καὶ μεγέθει καὶ τόπῳ καὶ τῇ διαφορᾷ τῇ κατὰ τὸ σχῆμα καὶ χρῶμα καταλαμβάνεται: τὸ δὲ ἔξω τούτων θεωρούμενον ἐκφεύγει τὴν διὰ τῶν τοιούτων περιγραφήν. ὃ δὲ μὴ περιγράφεται οὐκ ἀριθμεῖται, τὸ δὲ μὴ ἀριθμούμενον ἐν πλήθει θεωρηθῆναι οὐ δύναται. ἐπεὶ καὶ τὸν χρυσόν φαμεν, κἂν εἰς πολλοὺς διακερματίζηται τύπους, ἕνα καὶ εἶναι καὶ λέγεσθαι: πολλὰ δὲ νομίσματα καὶ πολλοὺς στατῆρας ὀνομάζομεν, οὐδένα τῆς φύσεως τοῦ χρυσοῦ πλεονασμὸν ἐν τῷ πλήθει τῶν στατήρων εὑρίσκοντες. διὸ καὶ πολὺς ὁ χρυσὸς λέγεται, ὅταν ἐν ὄγκῳ πλείονι ἢ σκεύεσιν ἢ νομίσμασι θεωρῆται, πολλοὶ δὲ οἱ χρυσοὶ διὰ τὸ πλῆθος τῆς ὕλης οὐκ ὀνομάζονται: εἰ μή τις οὕτω λέγοι, χρυσοὺς πολλούς, ὡς τοὺς δαρεικοὺς ἢ τοὺς στατῆρας, ἐφ' ὧν οὐχ ἡ ὕλη ἀλλὰ τὰ κέρματα τὴν τοῦ πλήθους σημασίαν ἐδέξατο. κυρίως γὰρ ἔστιν οὐχὶ χρυσοὺς ἀλλὰ χρυσέους τούτους εἰπεῖν.