[46] ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΑΝΑΣΤΑΣΕΩΣ Ο ΛΟΓΟΣ Ο ΛΕΓΟΜΕΝΟΣ ΤΑ ΜΑΚΡΙΝΙΑ. Ἐπειδὴ τοῦ ἀνθρωπίνου βίου πρὸς Θ

 Λ. Κἀγὼ περιζεούσης ἔτι μοι τῆς καρδίας τῇ λύπῃ Πῶς ἔστιν, εἶπον, ἐν ἀνθρώποις τοῦτο κατορθωθῆναι, οὕτως ἐν ἑκάστῳ φυσικοῦ τινος πρὸς τὸν θάνατον τῆς

 _ Μ. Τί δὲ, φησὶν ἡ διδάσκαλος, τί σοι μάλιστα λυπηρὸν αὐτὸ ἐφ' ἑαυτοῦ, τὸ τοῦ θανάτου δοκεῖ οὐ γὰρ ἱκανὸν εἰς διαβολὴν ἡ τῶν ἀλογωτέρων συνήθεια.

 _ Γ. Τί μὲν οὖν οὐκ ἔστι λύπης ἄξιον, πρὸς αὐτὴν εἶπον ἐγὼ, ὅταν βλέπωμεν τὸν τέως ζῶντά τε καὶ φθεγγόμενον, ἄπνουν καὶ ἄναυδον καὶ ἀκίνητον ἀθρόως γε

 Γ. Ταῦτα δέ μου διεξιόντος μεταξὺ κατασείσασα τῇ χειρὶ ἡ διδάσκαλος

 _ Μ. Μή τίς σε τοιοῦτος, φησὶ, φόβος ὑποταράσσει καὶ συνέχει τὴν διάνοιαν, ὡς οὐ διαμενούσης εἰς ἀεὶ τῆς ψυχῆς, ἀλλὰ συγκαταληγούσης τῇ διαλύσει τοῦ σ

 _ Γ. Ἐγὼ δὲ (καὶ γὰρ οὔπω τοῦ πάθους τὸν λογισμὸν ἀνεδεξάμην) θρασύτερόν πως ἀπεκρινάμην, οὐ πάνυ περισκεψάμενος τὸ λεγόμενον. Εἶπον γὰρ ἐπιτάγμασιν ἐ

 _ Μ. Ἔα, φησὶ, τοὺς ἔξωθεν λήρους, ἐν οἷς ὁ τοῦ ψεύδους εὑρέτης ἐπὶ βλάβῃ τῆς ἀληθείας πιθανῶς τὰς ἠπατημένας ὑπολήψεις συντίθησιν: σὺ δὲ πρὸς τοῦτο β

 _ Γ. Καὶ πῶς, ἔφην, γένοιτ' ἂν ἡμῖν παγία τις καὶ ἀμετάθετος ἡ περὶ τοῦ διαμένειν τὴν ψυχὴν δόξα Αἰσθάνομαι γὰρ καὶ αὐτὸς, ὅτι τοῦ καλλίστου τῶν κατὰ

 _ Μ. Οὐκοῦν ζητῆσαι χρὴ, φησὶν ἡ διδάσκαλος, ὅθεν ἂν ἡμῖν τὴν δέουσαν περὶ τούτων ἀρχὴν ὁ λόγος λάβῃ. Καὶ εἰ δοκεῖ, παρὰ σοῦ γενέσθω τῶν ἐναντίων δογμ

 _ Γ. Ἐπειδὴ τοῦτο ἐκέλευσε, παραιτησάμενος αὐτὴν μὴ κατὰ ἀλήθειαν οἰηθῆναι τὰ παρ' ἡμῶν ἀντιλέγεσθαι, ἀλλ' ὑπὲρ τοῦ βεβαίως κατασκευασθῆναι τὸ περὶ ψυ

 Μ. Καὶ ἡ διδάσκαλος ἠρέμα τοῖς ῥηθεῖσιν ἐπιστενάξασα, Τάχα που ταῦτα καὶ τὰ τοιαῦτα, φησὶ, πρὸς τὸν Ἀπόστολον ἐν Ἀθήναις ποτὲ συστάντες προέφερον Στωϊ

 _ Γ. Αὐτὸ δὲ τοῦτο, εἶπον ἐγὼ, πῶς ἂν τοῖς ἀντιλέγουσιν ἀναμφίβολον γένοιτο, τὸ ἐκ Θεοῦ εἶναι τὰ πάντα, καὶ ἐν αὐτῷ περικρατεῖσθαι τὰ ὄντα, ἢ καὶ ὅλως

 Μ. Ἡ δὲ σιωπᾷν μὲν ἦν, φησὶν, ἐπὶ τοῖς τοιούτοις ἁρμοδιώτερον, μηδὲ ἀξιοῦν ἀποκρίσεως τὰς μωράς τε καὶ ἀσεβεῖς τῶν προτάσεων, ἐπεὶ καί τις τῶν θείων ἀ

 _ Γ. Καὶ πῶς, εἶπον, ἡ περὶ τὸ εἶναι τὸν Θεὸν πίστις, καὶ τὴν ψυχὴν εἶναι τὴν ἀνθρωπίνην συναποδείκνυσιν Οὐ γὰρ δὴ ταὐτόν ἐστι τῷ Θεῷ ἡ ψυχὴ, ὥστε εἰ

 Μ. Ἡ δὲ, Λέγεται, φησὶ, παρὰ τῶν σοφῶν μικρός τις εἶναι κόσμος ὁ ἄνθρωπος, ταῦτα περιέχων ἐν ἑαυτῷ τὰ στοιχεῖα, οἷς τὸ πᾶν συμπεπλήρωται. Εἰ δὲ ἀληθὴς

 Γ. Κἀγὼ εἶπον: Ἀλλὰ τὴν τοῦ παντὸς ὑπερκειμένην σοφίαν διὰ τῶν ἐνθεωρουμένων τῇ φύσει τῶν ὄντων σοφῶν τε καὶ τεχνικῶν λόγων, ἐν τῇ ἁρμονίᾳ ταύτῃ καὶ δ

 _ Μ. Καὶ μάλιστα μέν τοι, φησὶν ἡ παρθένος, τοῖς κατὰ τὸ σοφὸν ἐκεῖνο παράγγελμα γινώσκειν ἑαυτοὺς ἐπιθυμοῦσιν: εἰ κἂν ἡ διδάσκαλος τῶν περὶ ψυχῆς ὑπο

 _ Γ. Τί οὖν, εἶπον, ἐστὶν ἡ ψυχή εἰ δυνατὸν λόγῳ τινὶ τὴν φύσιν ὑπογραφῆναι, ὡς ἄν τις γένοιτο ἡμῖν τοῦ ὑποκειμένου διὰ τῆς ὑπογραφῆς κατανόησις. Καὶ

 _ Μ. Ἄλλοι μὲν ἄλλως, φησὶ, τὸν περὶ αὐτῆς ἀπεφήναντο λόγον, κατὰ τὸ δοκοῦν ἕκαστος ὁριζόμενοι, ἡ δὲ ἡμετέρα περὶ αὐτῆς δόξα οὕτως ἔχει: Ψυχή ἐστιν οὐ

 _ Γ. Τί δὲ, εἶπον, εἰ ὥσπερ κοινὸν μέν ἐστιν ἐπὶ τῆς αἰσθητῆς τῶν στοιχείων φύσεως τὸ ὑλῶδες, διαφορὰ δὲ κατὰ τὸ ἰδίαζον ἐν ἑκάστῳ εἴδει τῆς ὕλης πολλ

 Μ. Ἡ δὲ, Συμμαχεῖ, φησὶ, τῷ λόγῳ καὶ τὸ ὑπόδειγμα, καὶ ἡ κατασκευὴ πᾶσα τῆς ἀνθυπενεχθείσης ἡμῖν ἀντιῤῥήσεως οὐ μικρὰ συντελέσει πρὸς τὴν τῶν νοηθέντω

 _ Γ. Πῶς οὖν τοῦτο λέγεις

 _ Μ. Ὅτι τοι, φησὶ, τὸ οὕτως εἰδέναι μεταχειρίζεσθαί τι καὶ διατιθέναι τὴν ἄψυχον ὕλην, ὡς τὴν ἐναποτιθεῖσαν τοῖς μηχανήμασι τέχνην μικροῦ δεῖν ἀντὶ τ

 Γ. Ἐγὼ δὲ, Τοῦτο μὲν οὕτως ἔχειν φημὶ καὶ αὐτὸς, τὸ μὴ ταὐτὸν εἶναι τῷ φαινομένῳ τὸ μὴ φαινόμενον: οὐ μὴν τὸ ζητούμενον ἐν τῷ λόγῳ τούτῳ βλέπω, οὔπω γ

 _ Μ. Ἡ δὲ, Πολλὰ, φησὶ, καὶ περὶ πολλῶν οὕτω μανθάνομεν ἐν τῷ μὴ τόδε τι λέγειν εἶναι αὐτὸ τὸ εἶναι τοῦ ζητουμένου, ὅ τί ποτέ ἐστι διερμηνεύοντες. Ἀπό

 _ Γ. Οὐκ οἶδα, ἔφην, πῶς ἔστι, πάντων τούτων ἀφαιρουμένων τοῦ λόγου, μὴ συνεξαλειφθῆναι τούτοις καὶ τὸ ζητούμενον. Τίνι γὰρ προσφυῇ δίχα τούτων ἡ κατα

 Μ. Ἡ δὲ σχετλιάσασα μεταξὺ τοῦ λόγου, Φεῦ τῆς ἀτοπίας, φησὶν, εἰς οἷον καταστρέφει πέρας ἡ μικροφυὴς αὕτη καὶ χαμαίζηλος περὶ τῶν ὄντων κρίσις! Εἰ γὰρ

 _ Γ. Οὐκοῦν, εἶπον, ἐξ ἀτόπων μεταλαμβάνομεν ἕτερον ἄτοπον διὰ τῆς ἀκολουθίας ταύτης. Περίκειται γὰρ ὁ λόγος ἡμῖν εἰς τὸ ταὐτὸν οἴεσθαι τῇ θείᾳ φύσει,

 _ Μ. Μὴ ταὐτὸν εἴπῃς, φησὶν ἡ διδάσκαλος (ἀσεβὴς γὰρ καὶ οὗτος ὁ λόγος), ἀλλ' ὡς ἐδιδάχθης παρὰ τῆς θείας Γραφῆς, ὅμοιον εἰπὲ τοῦτο ἐκείνῳ. Τὸ γὰρ κατ

 Γ. Κἀγὼ εἶπον, Ἀλλὰ τὰ μὲν στοιχεῖα συμπίπτειν τε πρὸς ἄλληλα, καὶ πρὸς ἀλλήλων διακρίνεσθαι, καὶ τοῦτο εἶναι τὴν τοῦ σώματος σύστασίν τε καὶ διάλυσιν

 Μ. Ἀλλ' οὔτε συστέλλεται, φησὶν, οὔτε διαχεῖται τὸ νοητόν τε καὶ ἀδιάστατον (σωμάτων γὰρ ἴδιον συστολὴ καὶ διάχυσις), ἐπίσης δὲ κατὰ τὴν ἰδίαν φύσιν τ

 _ Γ. Ἐγὼ δὲ, ἀναλαβὼν τῇ διανοίᾳ τὸν ὁρισμὸν, ὃν ἐν τοῖς πρὸ τούτου λόγοις περὶ ψυχῆς ἐποιήσατο, οὐχ ἱκανῶς εἶπον ἐνδεδεῖχθαί μοι τὸν λόγον ἐκεῖνον τὰ

 Μ. Ἡ δὲ Πολλοῖς φησὶν, ἤδη καὶ ἄλλοις ἐζητημένον τὸν λόγον τοῦτον ἀκολούθως καὶ αὐτὸς ἐπιζητεῖς, ὅ, τι ποτὲ χρὴ ταῦτα νομίζειν εἶναι τὸ ἐπιθυμητικὸν κ

 Γ. Τί οὖν χρὴ περὶ τούτου γινώσκειν, εἶπον πρὸς τὴν διδάσκαλον Οὔπω γὰρ οἷός τέ εἰμι κατιδεῖν ὅπως προσήκει τὰ ἐν ἡμῖν ὄντα, ὡς ἀλλότρια τῆς φύσεως ἡ

 _ Μ. Ὁρᾷς, φησὶν, ὅτι μάχη τίς ἐστι τοῦ λογισμοῦ πρὸς ταῦτα, καὶ σπουδὴ τοῦ μονωθῆναι τὴν ψυχὴν τούτων, ὡς ἂν οἷόν τις ᾖ. Καί εἰσί γέ τινες οἷς κατώρθ

 _ Γ. Καὶ μὴν ὁρῶμεν, φημὶ πρὸς τὴν παρθένον, οὐ μικρὰν ἐκ τούτων γινομένην τὴν πρὸς τὸ κρεῖττον συνεισφορὰν τοῖς ἐναρέτοις. Τῷ τε γὰρ Δανιὴλ ἔπαινος ἦ

 Μ. Καὶ ἡ διδάσκαλος, Ἔοικα, φησὶ, τῆς τοιαύτης τῶν λογισμῶν συγχύσεως αὐτὴν τὴν αἰτίαν παρέχειν, μὴ διακρίνασα τὸν περὶ τούτου λόγον, ὥστε τινὰ τάξιν

 _ Γ. Ἐγὼ δὲ καὶ σφόδρα περὶ τὰ εἰρημένα διατεθεὶς, Ἀρκεῖ μὲν, ἔφην, παντὶ τῷ γε νοῦν ἔχοντι ψιλῶς οὑτωσὶ καὶ ἀκατασκεύως δι' ἀκολούθου προελθὼν ὁ λόγο

 _ Μ. Ἡ δὲ, Καὶ τίς ἂν ἀντείποι, φησὶ, μὴ οὐχὶ ἐν τούτῳ μόνῳ τὴν ἀλήθειαν τιθέσθω, ᾧ σφραγὶς ἔπεστι τῆς γραφικῆς μαρτυρίας Οὐκοῦν εἰ χρή τι καὶ τῆς το

 _ Γ. Ἐγὼ, ταῦτα διεξελθούσης, ἐπειδὴ παυσαμένη βραχύ τι ἔδωκε τῷ λόγῳ διαλιπεῖν, καὶ συνελεξάμην τῇ διανοίᾳ τὰ εἰρημένα, πάλιν ἐπὶ τὴν προτέραν διέδρα

 _ Μ. Καὶ ἡ διδάσκαλος, Δῆλος ᾖ, φησὶ, μὴ λίαν προσεσχηκὼς τῷ λόγῳ. Τὴν γὰρ ἐκ τοῦ ὁρωμένου πρὸς τὸ ἀειδὲς μετάστασιν τῆς ψυχῆς εἰποῦσα, οὐδὲν ᾤμην ἀπο

 _ Γ. Καὶ πῶς, εἶπον, τὸν ὑποχθόνιον χῶρον οἴονταί τινες οὕτω λέγεσθαι, καὶ ἐν αὐτῷ κἀκείνων τὰς ψυχὰς πανδοχεύειν, καθάπερ τι χώρημα τῆς τοιαύτης φύσε

 Μ. Ἀλλ' οὐδὲν μᾶλλον, φησὶν ἡ διδάσκαλος, τὸ δόγμα διὰ τῆς ὑπονοίας ταύτης παραβλαβήσεται, κἂν ἀληθὴς ὁ λόγος ὁ κατὰ σέ. Εἰ γὰρ συνεχῆ τε πρὸς ἑαυτὸν

 Γ. Τί οὖν, εἶπον, εἰ τὸν Ἀπόστολον ὁ ἀντιλέγων προβάλλοιτο, πᾶσαν λέγοντα τὴν λογικὴν κτίσιν ἐν τῇ τοῦ παντὸς ἀποκαταστάσει πρὸς τὸν τοῦ παντὸς ἐξηγού

 _ Μ. Ἐπιμενοῦμεν τῷ δόγματι, φησὶν ἡ διδάσκαλος, κἂν ταῦτα λεγόντων ἀκούωμεν, περὶ μέντοι τοῦ εἶναι τὴν ψυχὴν καὶ τὸν ἀντιλέγοντα σύμψηφον ἔχοντες, πε

 _ Γ. Τοῖς οὖν ἐπιζητοῦσιν, εἶπον, τὴν ἀποστολικὴν ἐν τῇ φωνῇ ταύτῃ διάνοιαν, τί ἄν τις εἴπῃ, εἴπερ τῆς τοπικῆς σημασίας ἀποκινοίης τὴν λέξιν

 _ Μ. Ἡ δὲ, Οὔ μοι δοκεῖ, φησὶν, ὁ θεῖος Ἀπόστολος, τοπικῶς τὴν νοερὰν διακρίνων οὐσίαν, τὸ μὲν ἐπουράνιον, τὸ δὲ ἐπίγειον, τὸ δὲ καταχθόνιον ὀνομάσαι.

 _ Γ. Ταῦτα δὲ διεξελθούσης τῆς διδασκάλου, μικρὸν ἐπισχὼν, Οὔπω ἱκανῶς ἔχω, φημὶ, τοῦ ζητουμένου: ἀλλ' ἔτι μοι τοῖς εἰρημένοις ἐπιδιστάζει πως ἡ διάνο

 _ Μ. Ἡ δὲ μικρὸν ἐπισχοῦσα, Δεδόσθω μοι, φησὶ, κατ' ἐξουσίαν πλάσαι τινὰ λόγον ἐν ὑποδείγματι, πρὸς τὴν τοῦ προκειμένου σαφήνειαν, κἂν ἕξω τοῦ δυνατοῦ

 Γ. Καὶ ἐγὼ εἶπον, Ἄριστά μοι δοκεῖς κατὰ τὸ παρὸν συμμεμαχηκέναι τῷ λόγῳ τῆς ἀναστάσεως. Δύνασθαι γὰρ ἂν διὰ τούτων ἠρέμα προσαχθῆναι τοὺς ἀπομαχομένο

 _ Μ. Καί φησιν ἡ διδάσκαλος: Ἀληθὲς τοῦτο λέγεις. Ἔστι γὰρ λεγόντων ἀκούειν τῶν πρὸς τὸν λόγον τοῦτον ἐνισταμένων, ὅτι Εἰς τὸ πᾶν κατὰ τὸ συγγενὲς γιν

 _ Γ. Οὐκοῦν, ὡς εἶπον, αὐτάρκης ἡμῖν πρὸς ταύτην τὴν ἔνστασιν ἡ τοιαύτη περὶ τῆς ψυχῆς ἂν εἴη ὑπόληψις: τὸ οἷς ἐξ ἀρχῆς ἐνεφύη στοιχείοις τούτοις, καὶ

 _ Μ. Ἀλλὰ καὶ τοῦτο τὸ ὑπόδειγμα, φησὶν ἡ διδάσκαλος, εἰκότως ἂν προστεθείη τοῖς ἐξητασμένοις εἰς ἀπόδειξιν τοῦ μὴ πολλὴν εἶναι τῇ ψυχῇ τὴν διδασκαλία

 _ Γ. Ἐπιδεξάμενος δὲ τὰ εἰρημένα ὡς προσφυῶς τε καὶ οἰκείως πρὸς τὸν προκείμενον εὑρεθέντα σκοπὸν, Ταῦτα μὲν οὕτως, εἶπον, λέγεσθαί τε καὶ πιστεύεσθαι

 Μ. Ἡ διδάσκαλος δὲ, Σωματικώτερον μὲν, φησὶν, ὁ λόγος ἐκτίθεται τὸ διήγημα, πολλὰς δὲ κατασπείρει τὰς ἀφορμὰς, δι' ὧν εἰς λεπτοτέραν θεωρίαν ἐκκαλεῖτα

 _ Γ. Τί οὖν ἂν εἴη, φημὶ, τὸ πῦρ, ἢ τὸ χάσμα, ἢ τὰ λοιπὰ τῶν εἰρημένων, ἢ μὴ ἃ λέγεται

 _ Μ. Ἐμοὶ δοκεῖ, φησὶ, δόγματά τινα περὶ τῶν κατὰ ψυχὴν ζητουμένων δι' ἑκάστου τούτων ὑποσημαίνειν τὸ Εὐαγγέλιον. Προειπὼν γὰρ πρὸς τὸν πλούσιον ὁ πατ

 Γ. Τί οὖν, εἶπον, ἐν τούτοις ἐστὶ τὸ δόγμα

 _ Μ. Ἐπειδὴ, φησὶ, τοῦ μὲν Λαζάρου πρὸς τοῖς παροῦσιν ἄσχολός ἐστιν ἡ ψυχὴ, καὶ πρὸς οὐδὲν τῶν καταλειφθέντων ἑαυτὴν ἐπιστρέφει, ὁ δὲ πλούσιος οἱονεὶ

 Γ. Ἐγὼ δὲ μικρὸν ἐπισχὼν καὶ ἀναλαβὼν τὴν τῶν εἰρημένων διάνοιαν, Δοκεῖ μοι, εἶπον, τοῖς περὶ παθῶν προεξητασμένοις ἀνακύπτειν ἐκ τῶν εἰρημένων τις ἐν

 _ Μ. Πῶς τοῦτον λέγεις φησίν.

 _ Γ. Ὅτι τοι, εἶπον, τῆς ἀλόγου πάσης κινήσεως μετὰ τὴν κάθαρσιν ἐν ἡμῖν ἀποσβεσθείσης, οὐδὲ τὸ ἐπιθυμητικὸν πάντως ἔσται: τούτου δὲ μὴ ὄντος οὐδ' ἂν

 _ Μ. Ἀλλὰ πρὸς τοῦτο, φησὶν, ἐκεῖνό φαμεν, ὅτι τὸ θεωρητικόν τε καὶ διακριτικὸν ἴδιόν ἐστι τοῦ θεοειδοῦς τῆς ψυχῆς, ἐπεὶ καὶ τὸ Θεῖον ἐν τούτοις καταλ

 _ Γ. Οὐκοῦν, εἶπον, οὐχ ἡ θεία κρίσις, ὡς ἔοικε, κατὰ τὸ προηγούμενον, τοῖς ἐξημαρτηκόσιν ἐπάγει τὴν κόλασιν, ἀλλὰ τὸ μὲν ὡς ὁ λόγος ἀπέδειξεν, ἀγαθὸν

 _ Μ. Οὕτω, φησὶν ἡ διδάσκαλος, καὶ ὁ ἐμός ἐστι λόγος, καὶ ὅτι μέτρον τῆς ἀλγηδόνος ἡ τῆς κακίας ἐν ἑκάστῳ ποσότης ἐστίν. Οὐ γὰρ εἰκὸς ἐκ τοῦ ἴσου τὸν

 Γ. Ἀλλὰ τί κέρδος τῆς χρηστῆς ἐλπίδος, εἶπον ἐγὼ, τῷ λογιζομένῳ ὅσον ἐστὶ κακὸν καὶ ἐνιαυσιαίαν μόνην ὑποσχεῖν ἀλγηδόνα, εἰ δ' εἰς αἰώνιόν τι διάστημα

 _ Μ. Ὥστε προνοητέον ἢ καθόλου τῶν τῆς κακίας μολυσμάτων φυλάξαι τὴν ψυχὴν ἀμιγῆ τε καὶ ἀκοινώνητον: ἢ εἰ τοῦτο πάντη ἀμήχανον διὰ τὸ ἔμπαθες τῆς φύσε

 _ Γ. Τί οὖν χρὴ λέγειν, εἶπον, πρὸς τοὺς μικροψύχως ταῖς συμβολαῖς διακειμένους

 _ Μ. Εἴπωμεν πρὸς αὐτοὺς, φησὶν ἡ διδάσκαλος, ὅτι Μάτην, ὦ οὗτοι, δυσανασχετεῖτε καὶ δυσχεραίνετε τῷ εἱρμῷ τῆς ἀναγκαίας πραγμάτων ἀκολουθίας, ἀγνοοῦν

 _ Γ. Ἀλλ' ἔοικέ πως, εἶπον, ἐξ ἀκολουθίας ἡμῖν τὸ δόγμα τῆς ἀναστάσεως ἐπεισεληλυθέναι τῷ λόγῳ, ὅ μοι δοκεῖ ἰδεῖν ἀληθὲς μὲν καὶ πιστὸν ἐκ τῆς τῶν Γρα

 Μ. Καὶ ἡ διδάσκαλος, Οἱ μὲν ἔξω, φησὶ, τῆς καθ' ἡμᾶς φιλοσοφίας ἐν διαφόροις ὑπολήψεσιν, ἄλλος ἄλλως μέρει τινὶ τοῦ κατὰ τὴν ἀνάστασιν ἐφήψαντο δόγματ

 Γ. Ἐγὼ δὲ ταῦτα διεξελθούσης διδασκάλον, ἐπειδὴ τοῖς πολλοῖς παρακαθημένοις ἐδόκει τὸ προσῆκον ἐσχηκέναι πέρας ὁ λόγος, φοβηθεὶς μὴ οὐκ ἔτι ὁ διαλύων

 _ Μ. Τί οὖν, φησὶ, τούτων ἀμνημόνευτον ἐν τοῖς εἰρημένοις ἐστίν

 _ Γ. Αὐτὸ, φημὶ, τὸ δόγμα τῆς ἀναστάσεως.

 Μ. Καὶ μὴν πολλὰ, φησὶ, τῶν νῦν διεξοδικῶς εἰρημένων, πρὸς τοῦτον τὸν σκοπὸν φέρει.

 _ Γ. Οὐ γὰρ οἶδας, εἶπον, ὅσον παρὰ τῶν ἀντιτεταγμένων ἡ μῖν παρὰ τῆς ἐλπίδος ταύτης ἀντιθέσεως ἀνθυποφέρεται σμῆνος Καὶ ἅμα λέγειν ἐπεχείρουν, ὅσα π

 _ Μ. Ἡ δὲ, Δοκεῖ μοι, φησὶ, χρῆναι πρότερον τὰ σποράδην παρὰ τῆς θείας Γραφῆς περὶ τούτου τοῦ δόγματος ἐκτεθέντα δι' ὀλίγων ἐπιδραμεῖν, ὡς ἂν ἐκεῖθεν

 Γ. Ἀλλ' οὐ τοῦτο, εἶπον ἐγὼ, τὸ ζητούμενον ἦν: τὸ γὰρ ἔσεσθαί ποτε τὴν ἀνάστασιν, καὶ τὸ ὑπαχθήσεσθαι τῇ ἀδεκάστῳ κρίσει τὸν ἄνθρωπον, διά τε τῶν γραφ

 Μ. Ἐμοῦ δὲ ταῦτα διεξελθόντος, Οὐκ ἀγεννῶς, φησὶν ἡ διδάσκαλος, κατὰ τὴν λεγομένην ῥητορικὴν τῶν τῆς ἀναστάσεως δογμάτων κατεπεχείρησας, πιθανῶς τοῖς

I think, she replied, that the Gospel signifies by means of each of them certain doctrines with regard to our question of the soul. For when the patriarch first says to the Rich Man, “Thou in thy lifetime receivedst thy good things,” and in the same way speaks of the Poor Man, that he, namely, has done his duty in bearing his share of life’s evil things, and then, after that, adds with regard to the gulf that it is a barrier between them, he evidently by such expressions intimates a very important truth; and, to my thinking, it is as follows. Once man’s life had but one character; and by that I mean that it was to be found only in the category of the good and had no contact with evil. The first of God’s commandments attests the truth of this; that, namely, which gave to man unstinted enjoyment of all the blessings of Paradise, forbidding only that which was a mixture of good and evil and so composed of contraries, but making death the penalty for transgressing in that particular. But man, acting freely by a voluntary impulse, deserted the lot that was unmixed with evil, and drew upon himself that which was a mixture of contraries. Yet Divine Providence did not leave that recklessness of ours without a corrective. Death indeed, as the fixed penalty for breaking the law, necessarily fell upon its transgressors; but God divided the life of man into two parts, namely, this present life, and that “out of the body” hereafter; and He placed on the first a limit of the briefest possible time, while He prolonged the other into eternity; and in His love for man He gave him his choice, to have the one or the other of those things, good or evil, I mean, in which of the two parts he liked: either in this short and transitory life, or in those endless ages, whose limit is infinity. Now these expressions “good” and “evil” are equivocal; they are used in two senses, one relating to mind and the other to sense; some classify as good whatever is pleasant to feeling: others are confident that only that which is perceptible by intelligence is good and deserves that name. Those, then, whose reasoning powers have never been exercised and who have never had a glimpse of the better way soon use up on gluttony in this fleshly life the dividend of good which their constitution can claim, and they reserve none of it for the after life; but those who by a discreet and sober-minded calculation economize the powers of living are afflicted by things painful to sense here, but they reserve their good for the succeeding life, and so their happier lot is lengthened out to last as long as that eternal life. This, in my opinion, is the “gulf”; which is not made by the parting of the earth, but by those decisions in this life which result in a separation into opposite characters. The man who has once chosen pleasure in this life, and has not cured his inconsiderateness by repentance, places the land of the good beyond his own reach; for he has dug against himself the yawning impassable abyss of a necessity that nothing can break through. This is the reason, I think, that the name of Abraham’s bosom is given to that good situation of the soul in which Scripture makes the athlete of endurance repose. For it is related of this patriarch first, of all up to that time born, that he exchanged the enjoyment of the present for the hope of the future; he was stripped of all the surroundings in which his life at first was passed, and resided amongst foreigners, and thus purchased by present annoyance future blessedness. As then figuratively80    ἐκ καταχρήσεώς τινος: not as usually “by a misuse of words.” we call a particular circuit of the ocean a “bosom,” so does Scripture seem to me to express the idea of those measureless blessings above by the word “bosom,” meaning a place into which all virtuous voyagers of this life are, when they have put in from hence, brought to anchor in the waveless harbour of that gulf of blessings81    There is an anacoluthon here, for τῷ ἀγάθῳ κόλπῳ follows ᾧ above; designed no doubt to bring the things compared more closely together. Oehler, however, would join ἀγάθῳ with the relative, and translates as if τῷ = καί.. Meanwhile the denial of these blessings which they witness becomes in the others a flame, which burns the soul and causes the craving for the refreshment of one drop out of that ocean of blessings wherein the saints are affluent; which nevertheless they do not get. If, too, you consider the “tongue,” and the “eye,” and the “finger,” and the other names of bodily organs, which occur in the conversation between those disembodied souls, you will be persuaded that this conjecture of ours about them chimes in with the opinion we have already stated about the soul. Look closely into the meaning of those words. For as the concourse of atoms forms the substance of the entire body, so it is reasonable to think that the same cause operates to complete the substance of each member of the body. If, then, the soul is present with the atoms of the body when they are again mingled with the universe, it will not only be cognizant of the entire mass which once came together to form the whole body, and will be present with it, but, besides that, will not fail to know the particular materials of each one of the members, so as to remember by what divisions amongst the atoms our limbs were completely formed. There is, then, nothing improbable in supposing that what is present in the complete mass is present also in each division of the mass. If one, then, thinks of those atoms in which each detail of the body potentially inheres, and surmises that Scripture means a “finger” and a “tongue” and an “eye” and the rest as existing, after dissolution, only in the sphere of the soul, one will not miss the probable truth. Moreover, if each detail carries the mind away from a material acceptation of the story, surely the “hell” which we have just been speaking of cannot reasonably be thought a place so named; rather we are there told by Scripture about a certain unseen and immaterial situation in which the soul resides. In this story of the Rich and the Poor Man we are taught another doctrine also, which is intimately connected with our former discoveries. The story makes the sensual pleasure-loving man, when he sees that his own case is one that admits of no escape, evince forethought for his relations on earth; and when Abraham tells him that the life of those still in the flesh is not unprovided with a guidance, for they may find it at hand, if they will, in the Law and the Prophets, he still continues entreating that Just82    τὸν δίκαιον. Most of Krabinger’s Codd. read τὸν πλούσιον. Patriarch, and asks that a sudden and convincing message, brought by some one risen from the dead, may be sent to them.

_Μ. Ἐμοὶ δοκεῖ, φησὶ, δόγματά τινα περὶ τῶν κατὰ ψυχὴν ζητουμένων δι' ἑκάστου τούτων ὑποσημαίνειν τὸ Εὐαγγέλιον. Προειπὼν γὰρ πρὸς τὸν πλούσιον ὁ πατριάρχης, ὅτι Ἀπέσχες τῷ διὰ σαρκὸς βίῳ τῶν ἀγαθῶν τὴν μοῖραν, καὶ περὶ τοῦ πτωχοῦ τὸ ἶσον εἰπὼν, ὅτι Καὶ οὗτος ἀπέπλησε παρὰ τὸν βίον τῆς τῶν κακῶν μετουσίας λειτουργίας: εἶθ' οὕτως ἐπαγαγὼν περὶ τοῦ χάσματος, ὡς ἀπ' ἀλλήλων διατειχίζονται, μέγα τι διὰ τούτων ἔοικεν ὑποδεικνύειν τῷ λόγω.
Τὸ δὲ δόγμα, κατά γε τὸν ἐμὸν λόγον, τοιοῦτόν ἐστι: Μονοειδὲς ἦν ἡ τῶν ἀνθρώπων ζωὴ, μονοειδὲς δὲ λέγω τὴν ἐν μόνῳ τῷ ἀγαθῷ ὁρωμένην, καὶ πρὸς τὸ κακὸν ἀνεπίμικτον. Τὸν δὲ τοιοῦτον λόγον ὁ πρῶτος τοῦ Θεοῦ νόμος μαρτυρεῖται, ὁ τοῦ παντὸς μὲν δοὺς τῶν ἐν τῷ παραδείσῳ καλῶν ἄφθονον τῷ ἀνθρώπῳ τὴν μετουσίαν, ἀπείργων δὲ μόνου ἐκείνου ᾧ σύμμικτος ἦν ἐκ τῶν ἐναντίων ἡ φύσις, τοῦ κακοῦ πρὸς τὸ καλὸν συγκεκραμένου, θάνατον ἐπιθεὶς τῷ παρανομήσαντι τὴν ζημίαν. Ἀλλ' ἑκουσίως ὁ ἄνθρωπος ἐν τῷ αὐτεξουσίῳ κινήματι καταλιπὼν τὴν ἀμιγῆ τοῦ χείρονος μοῖραν, τὴν ἐκ τῶν ἐναντίων σύγκρατον ζωὴν ἐπεσπάσατο. Οὐ μὴν ἀφῆκεν ἡ θεία προμήθεια τὴν ἀβουλίαν ἡμῶν ἀδιόρθωτον. Ἀλλ' ἐπειδὴ τοῖς παραβεβηκόσι τὸν νόμον ὁ κριθεὶς ἐπ' αὐτῷ θάνατος ἀναγκαίως ἐπηκολούθησε, διχῆ μερίσας τὴν ἀνθρωπίνην ζωὴν, εἴς τε τὴν διὰ σαρκὸς ταύτην, καὶ εἰς τὴν ἔξω τοῦ σώματος μετὰ ταύτην, οὐ κατὰ τὸ ἶσον μέτρον τοῦ διαστήματος, ἀλλὰ τὴν μὲν βραχυτάτῳ τινὶ τῷ χρονικῷ περιγράψας ὅρῳ: τὴν δὲ παρατείνας εἰς τὸ ἀΐδιον, ἐξουσίαν ἔδωκεν ὑπὸ φιλανθρωπίας, ἐν ᾧ τις βούλεται, τούτων ἑκάτερον ἔχειν (τό τε ἀγαθὸν λέγω καὶ τὸ κακὸν), ἢ κατὰ τὸν βραχὺν τοῦτον καὶ ὠκύμορον βίον, ἢ κατὰ τοὺς ἀτελευτήτους ἐκείνους αἰῶνας, ὧν πέρας ἡ ἀπειρία ἐστίν. Ὁμωνύμως δὲ λεγομένου τοῦ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ, καὶ ἑκατέρου τούτων πρὸς διπλῆν ἔννοιαν μεριζομένου (πρὸς νοῦν τε λέγω καὶ αἴσθησιν), καὶ τῶν μὲν τοῦτο ἐν ἀγαθοῦ μοίρᾳ κρινόντων ὅπερ ἂν ἡδὺ τῇ αἰσθήσει δόξῃ: τῶν δὲ μόνον τὸ κατὰ διάνοιαν θεωρούμενον πεπιστευκότων ἀγαθὸν εἶναι καὶ ὀνομάζεσθαι. Οἷς μὲν ἀγύμναστός ἐστιν ὁ λογισμὸς, καὶ τοῦ βελτίονος ἀνεπίσκεπτος, οὗτοι ὑπὸ λαιμαργίαν ἐν τῷ σαρκίνῳ βίῳ τὴν χρεωστουμένην τῇ φύσει τοῦ ἀγαθοῦ μοῖραν προαναλίσκουσιν, οὐδὲν τῷ μετὰ ταῦτα βίῳ ταμιευόμενοι: οἱ δὲ λογισμῷ διακριτικῷ τε καὶ σώφρονι τὴν ἑαυτῶν οἰκονομοῦντες ζωὴν, ἐν τῷ βραχεῖ τούτῳ βίῳ, διὰ τῶν τὴν αἴσθησιν λυπούντων ἀνιαθέντες, τῷ ἐφεξῆς αἰῶνι τὸ ἀγαθὸν ταμιεύονται, ὥστε αὐτοῖς τῇ ἀϊδίῳ ζωῇ τὴν κρείττω λῆξιν συμπαρατείνεσθαι.
Τοῦτο οὖν ἐστιν, ὥς γε ὁ ἐμὸς λόγος, τὸ χάσμα, ὃ οὐχὶ γῆς διασχούσης γίνεται, ἀλλ' ἡ παρὰ τὸν βίον κρίσις πρὸς τὰς ἐναντίας προαιρέσεις διασχισθεῖσα ποιεῖ. Ὁ γὰρ ἅπαξ τὸ ἡδὺ κατὰ τὸν βίον τοῦτον ἑλκόμενος, καὶ μὴ θεραπεύσας ἐκ μεταμελείας τὴν ἀβουλίαν, ἄβατον ἑαυτῷ μετὰ ταῦτα τὴν τῶν ἀγαθῶν χώραν ἐργάζεται, τὴν ἀδιάβατον ταύτην ἀνάγκην, καθάπερ τι βάραθρον ἀχανές τε καὶ ἀπαρόδευτον καθ' ἑαυτοῦ διορύξας. Διό μοι δοκεῖ καὶ τὴν ἀγαθὴν τῆς ψυχῆς κατάστασιν, ἐν ᾗ τὸν τῆς ὑπομονῆς ἀθλητὴν ἀναπαύει ὁ λόγος, κόλπον τοῦ Ἀβραὰμ ὀνομάσαι. Πρῶτος γὰρ οὗτος ὁ πατριάρχης τῶν πώποτε γεγονότων ἱστόρηται τὴν ἐλπίδα τῶν μελλόντων τῆς ἀπολαύσεως τῶν παρόντων ἀνταλλαξάμενος, ὅς γε πάντων γυμνωθεὶς, ἐν οἷς ἦν αὐτῷ καταρχὰς ἡ ζωὴ, ἐν ἀλλοτρίοις εἶχε τὴν δίαιταν, διὰ τῆς παρούσης κακοπαθείας, τὴν ἐλπιζομένην εὐκληρίαν ἐμπορευόμενος. Ὥσπερ οὖν τὴν ποιὰν τοῦ πελάγους περιγραφὴν ἐκ καταχρήσεώς τινος ὀνομάζομεν κόλπον, οὕτω δοκεῖ τῶν ἀμετρήτων ἐκείνων ἀγαθῶν τὴν ἔνδειξιν ὁ λόγος τῷ τοῦ κόλπου διασημαίνειν ὀνόματι, ᾧ πάντες οἱ δι' ἀρετῆς τὸν παρόντα διαπλέοντες βίον, ὅταν ἐντεῦθεν ἀπαίρωσιν, ὥσπερ ἐν ἀκατακλύστῳ λιμένι τῷ ἀγαθῷ κόλπῳ τὰς ψυχὰς ἐνορμίζονται, τοῖς δὲ λοιποῖς ἡ τῶν φαινομένων αὐτοῖς ἀγαθῶν στέρησις φλὸξ γίνεται τὴν ψυχὴν διασμύχουσα, ῥανίδος τινὸς ἐκ τοῦ πελάγους τῶν τοὺς ὁσίους περικλυζόντων ἀγαθῶν εἰς παραμυθίαν προσδεομένη, καὶ οὐ τυγχάνουσα. Γλῶσσαν δὲ καὶ ὀφθαλμὸν, καὶ δάκτυλον, καὶ τὰ λοιπὰ τῶν σωματικῶν ὀνομάτων ἐν τῷ διαλόγῳ τῶν ἀσωμάτων βλέπων, τὸν καταστοχασμὸν, ἡμῖν ἤδη νοηθέντι περὶ ψυχῆς λόγῳ συμφώνως ἔχειν ὁμολογήσεις, ἐπισκεψάμενος τῶν ῥητῶν τὴν διάνοιαν. Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ἡ τῶν στοιχείων συνδρομὴ ποιεῖ τὴν οὐσίαν, οὕτως εἰκὸς καὶ τῶν ἐν τῷ σώματι μερῶν ἐκ τῆς αὐτῆς αἰτίας συμπληροῦσθαι τὴν φύσιν. Εἰ οὖν πάρεστιν ἡ ψυχὴ τοῖς ἐκ τοῦ σώματος στοιχείοις πρὸς τὸ πᾶν ἀναμιχθεῖσιν, οὐ μόνον τὸ πλήρωμα τῶν εἰς ὅλον τὸ σύγκριμα συνδεδραμηκότων γνωρίσει, καὶ ἐν αὐτοῖς ἔσται: ἀλλ' οὐ τὴν ἰδιάζουσαν ἑκάστου τῶν μερῶν σύστασιν ἀγνοήσει, διὰ ποίων τῶν ἐν τοῖς στοιχείοις μορίων ἀποτελεσθῇ τὰ ἐν ἡμῖν μέλη.
Τὴν οὖν ἐν παντὶ οὖσαν τῷ τῶν στοιχείων πληρώματι, καὶ ἐν τοῖς καθ' ἕκαστον εἶναι, οὐδὲν ἔξω τοῦ εἰκότος ἐστίν: καὶ οὕτω πρὸς τὰ στοιχεῖά τις βλέπων, οἷς ἐνυπάρχει τῇ δυνάμει τὰ καθ' ἕκαστον μέλη τοῦ σώματος, δάκτυλόν τε περὶ αὐτὴν εἶναι καὶ ὀφθαλμὸν καὶ γλῶσσαν, καὶ τὰ ἄλλα πάντα μετὰ τὴν διάλυσιν τοῦ συγκρίματος τὴν Γραφὴν λέγειν ὑπονοῶν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Εἰ οὖν τὰ καθ' ἕκαστον ἀπάγει τὸν νοῦν τῆς σωματικῆς περὶ τοῦ διηγήματος ὑπολήψεως, εἰκὸς δήπου καὶ τὸν μνημονευθέντα νῦν ᾅδην μὴ τόπον τινὰ οὕτως ὀνομαζόμενον οἴεσθαι, ἀλλά τινα κατάστασιν ζωῆς ἀειδῆ καὶ ἀσώματον, ᾗ τὴν ψυχὴν ἐμβιοτεύειν παρὰ τῆς Γραφῆς ἐκδιδασκόμεθα. Ἀλλὰ καὶ ἕτερον ἐν τῷ κατὰ τὸν πλούσιον καὶ πτωχὸν διηγήματι δόγμα μανθάνομεν, ὃ πολλὴν ἔχει πρὸς τὰ ἐξητασμένα τὴν οἰκειότητα. Ἐποίησεν ἐκεῖνον τὸν ἐμπαθῆ καὶ φιλόσαρκον, ἐπειδὴ τὸ ἄφυκτον εἶδε τῆς παρ' ἑαυτοῦ συμφορᾶς, φροντίδα τῶν ὑπὲρ γῆς αὐτῷ κατὰ τὸ γένος προσεκτῶν ἔχειν, καὶ τοῦ Ἀβραὰμ εἰπόντος μὴ ἀπρονόητον εἶναι τῶν ἐν σαρκὶ ζώντων βίον, ἀλλὰ κατ' ἐξουσίαν προκεῖσθαι αὐτοῖς τὴν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν χειραγωγίαν: ἔτι παραμένειν προσλιπαροῦντα τὸν δίκαιον, ὅπως ἂν ἐκ τοῦ παραδόξου πιθανὸν αὐτοῖς τὸ κήρυγμα γένοιτο, ὑπό τινος ἐκ τῶν νεκρῶν ἀναβεβιωκότος καταγγελλόμενον.