ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ. Πρόλογος. Ὁ τῆς κατηχήσεως λόγος ἀναγκαῖος μέν ἐστι τοῖς προεστηκόσι τοῦ μυστηρίου τῆς εὐσεβείας, ὡς ἂν πληθύνοιτο τῇ προσθήκῃ τῶν

 [1] Ἀλλ' ἐπειδὴ καὶ ὁ τῆς εὐσεβείας λόγος οἶδέ τινα διάκρισιν ὑποστάσεων ἐν τῇ ἑνότητι τῆς φύσεως βλέπειν, ὡς ἂν μὴ τῇ πρὸς τοὺς Ἕλληνας μάχῃ πρὸς τὸν

 [2] Ὥσπερ δὲ τὸν λόγον ἐκ τῶν καθ' ἡμᾶς ἀναγωγικῶς ἐπὶ τῆς ὑπερκειμένης ἔγνωμεν φύσεως, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῇ περὶ τοῦ πνεύματος ἐννοίᾳ προσαχθ

 [3] Ὥστε τὸν ἀκριβῶς τὰ βάθη τοῦ μυστηρίου διασκοπούμενον ἐν μὲν τῇ ψυχῇ κατὰ τὸ ἀπόρρητον μετρίαν τινὰ κατανόησιν τῆς κατὰ τὴν θεογνωσίαν διδασκαλίας

 [4] Εἰ δὲ ἀντιλέγοι τούτοις ὁ Ἰουδαῖος, οὐκέτ' ἂν ἡμῖν ἐκ τοῦ ἴσου δύσκολος ὁ πρὸς ἐκεῖνον γενήσεται λόγος. ἐκ γὰρ τῶν συντρόφων αὐτῷ διδαγμάτων ἡ τῆς

 [5] Ἀλλὰ τὸ μὲν εἶναι λόγον θεοῦ καὶ πνεῦμα διά τε τῶν κοινῶν ἐννοιῶν ὁ Ἕλλην καὶ διὰ τῶν γραφικῶν ὁ Ἰουδαῖος ἴσως οὐκ ἀντιλέξει: τὴν δὲ κατὰ ἄνθρωπον

 [6] Ζητεῖς δὲ καὶ τὴν αἰτίαν τυχὸν τῆς κατὰ τὴν βουλὴν διαμαρτίας: εἰς τοῦτο γὰρ ἡ ἀκολουθία τὸν λόγον φέρει. οὐκοῦν πάλιν ἀρχή τις ἡμῖν κατὰ τὸ εὔλογ

 [7] Καὶ μηδεὶς ἐρωτάτω, εἰ προειδὼς τὴν ἀνθρωπίνην συμφορὰν ὁ θεὸς τὴν ἐκ τῆς ἀβουλίας αὐτῷ συμβησομένην ἦλθεν εἰς τὸ κτίσαι τὸν ἄνθρωπον, ᾧ τὸ μὴ γεν

 [8] Ἀλλ' ἀγανακτεῖ πάντως ὁ πρὸς τὴν διάλυσιν βλέπων τοῦ σώματος, καὶ χαλεπὸν ποιεῖται τῷ θανάτῳ τὴν ζωὴν ἡμῶν διαλύεσθαι, καὶ τοῦτό φησι τῶν κακῶν ἔσ

 [9] Ἀλλὰ μέχρι μὲν τούτων συνθήσεται τυχὸν τῷ λόγῳ ὁ πρὸς τὸ ἀκόλουθον βλέπων διὰ τὸ μὴ δοκεῖν ἔξω τι τῆς θεοπρεποῦς ἐννοίας τῶν εἰρημένων εἶναι: πρὸς

 [10] Ἀλλὰ μικρόν, φησί, καὶ εὐπερίγραπτον ἡ ἀνθρωπίνη φύσις, ἄπειρον δὲ ἡ θεότης, καὶ πῶς ἂν περιελήφθη τῷ ἀτόμῳ τὸ ἄπειρον καὶ τίς τοῦτό φησιν, ὅτι

 [11] Εἰ δὲ ζητεῖς πῶς κατακιρνᾶται θεότης πρὸς τὸ ἀνθρώπινον, ὥρα σοι πρὸ τούτου ζητεῖν τί πρὸς τὴν σάρκα τῆς ψυχῆς ἡ συμφυία. εἰ δὲ τῆς σῆς ἀγνοεῖται

 [12] Τοῦ δὲ θεὸν ἐν σαρκὶ πεφανερῶσθαι ἡμῖν ὁ τὰς ἀποδείξεις ἐπιζητῶν πρὸς τὰς ἐνεργείας βλεπέτω. καὶ γὰρ τοῦ ὅλως εἶναι θεὸν οὐκ ἄν τις ἑτέραν ἀπόδει

 [13] Ἀλλά, φησί, γέννησίς τε καὶ θάνατος ἴδιον τῆς σαρκικῆς ἐστὶ φύσεως. φημὶ κἀγώ. ἀλλὰ τὸ πρὸ τῆς γεννήσεως καὶ τὸ μετὰ τὸν θάνατον τὴν τῆς φύσεως ἡ

 [14] Τίς οὖν αἰτία, φησί, τοῦ πρὸς τὴν ταπεινότητα ταύτην καταβῆναι τὸ θεῖον, ὡς ἀμφίβολον εἶναι τὴν πίστιν, εἰ θεός, τὸ ἀχώρητον καὶ ἀκατανόητον καὶ

 [15] Οὐκ ἀποροῦμεν καὶ πρὸς τοῦτο θεοπρεποῦς ἀποκρίσεως. ζητεῖς τὴν αἰτίαν τοῦ γενέσθαι θεὸν ἐν ἀνθρώποις ἐὰν ἀφέλῃς τοῦ βίου τὰς θεόθεν γινομένας εὐ

 [16] Ἀλλ' αὐτή, φησίν, ἡ τροπὴ τοῦ ἡμετέρου σώματος πάθος ἐστίν. ὁ δὲ ἐν τούτῳ γεγονὼς ἐν πάθει γίνεται: ἀπαθὲς δὲ τὸ θεῖον. οὐκοῦν ἀλλοτρία περὶ θεοῦ

 [17] Ἀλλ' οὔπω φήσει τις λελύσθαι τὴν ὑπενεχθεῖσαν ἡμῖν ἀντίθεσιν, ἰσχυροποιεῖσθαι δὲ μᾶλλον ἐκ τῶν εἰρημένων τὸ παρὰ τῶν ἀπίστων ἡμῖν προφερόμενον. ε

 [18] Καί τοι περιττὸν ἴσως ἐστὶ θεὸν ἐπιδεδημηκέναι τῷ βίῳ πιστεύσαντας διαβάλλειν τὴν παρουσίαν, ὡς οὐκ ἐν σοφίᾳ τινὶ καὶ λόγῳ γενομένην τῷ κρείττονι

 [19] Ἀλλ' ὅμως, ἐπειδὴ μήτε τοῖς ἑλληνίζουσι μήτε τοῖς τῶν Ἰουδαικῶν προεστῶσι δογμάτων δοκεῖ ταῦτα θείας παρουσίας ποιεῖσθαι τεκμήρια, καλῶς ἂν ἔχοι

 [20] Οὐκοῦν ὁμολογεῖται παρὰ πᾶσι μὴ μόνον δυνατὸν εἶναι δεῖν πιστεύειν τὸ θεῖον, ἀλλὰ καὶ δίκαιον καὶ ἀγαθὸν καὶ σοφὸν καὶ πᾶν ὅ τι πρὸς τὸ κρεῖττον

 [21] Τίς οὖν ἡ δικαιοσύνη μεμνήμεθα πάντως τῶν κατὰ τὸ ἀκόλουθον ἐν τοῖς πρώτοις τοῦ λόγου διῃρημένων ὅτι μίμημα τῆς θείας φύσεως κατεσκευάσθη ὁ ἄνθρ

 [22] Τί οὖν ἐν τούτοις τὸ δίκαιον τὸ μὴ τυραννικῇ τινὶ χρήσασθαι κατὰ τοῦ κατέχοντος ἡμᾶς αὐθεντίᾳ, μηδὲ τῷ περιόντι τῆς δυνάμεως ἀποσπάσαντα τοῦ κρα

 [23] Τί τοίνυν εἰκὸς ἦν μᾶλλον τὸν κρατοῦντα λαβεῖν ἑλέσθαι δυνατόν ἐστι δι' ἀκολούθου στοχασμόν τινα τῆς ἐπιθυμίας αὐτοῦ λαβεῖν, εἰ τὰ πρόδηλα γένοι

 [24] Ἀλλ' ἐπιζητεῖν εἰκὸς τὸν τῇ ἀκολουθίᾳ τῶν εἰρημένων προσέχοντα, ποῦ τὸ δυνατὸν τῆς θεότητος, ποῦ ἡ ἀφθαρσία τῆς θείας δυνάμεως ἐν τοῖς εἰρημένοις

 [25] Τὸ δὲ ἐν τῇ φύσει γενέσθαι ἡμῶν τὴν θεότητα τοῖς μὴ λίαν μικροψύχως κατανοοῦσι τὰ ὄντα οὐδένα ἂν ἐκ τοῦ εὐλόγου ξενισμὸν ἐπαγάγοι. τίς γὰρ οὕτω ν

 [26] Ἀλλ' ἴσως τις ἐν τῇ τῆς δικαιοσύνης τε καὶ σοφίας ἐξετάσει τῆς κατὰ τὴν οἰκονομίαν ταύτην θεωρουμένης ἐνάγεται πρὸς τὸ νομίσαι ἀπάτην τινὰ τὴν το

 [27] Ἀκόλουθον δὲ πάντως τὸν πρὸς τὴν φύσιν ἡμῶν ἀνακιρνάμενον διὰ πάντων δέξασθαι τῶν ἰδιωμάτων αὐτῆς τὴν πρὸς ἡμᾶς συνανάκρασιν. καθάπερ γὰρ οἱ τὸν

 [28] Ἀλλὰ κωμῳδοῦσι τὴν φύσιν ἡμῶν, καὶ τὸν τῆς γεννήσεως τρόπον διαθρυλλοῦσι, καὶ οἴονται διὰ τούτων ἐπιγέλαστον ποιεῖν τὸ μυστήριον, ὡς ἀπρεπὲς ὂν θ

 [29] Ἀλλὰ μεταβάντες ἀπὸ τούτου δι' ἑτέρων πάλιν κακίζειν ἐπιχειροῦσι τὸν λόγον καί φασιν, εἰ καλὸν καὶ πρέπον τῷ θεῷ τὸ γενόμενον, τί ἀνεβάλετο τὴν ε

 [30] Εἰ δέ τις ἐλέγχειν οἴεται τὸν ἡμέτερον λόγον, ὅτι καὶ μετὰ τὸ προσαχθῆναι τὴν θεραπείαν ἔτι πλημμελεῖται διὰ τῶν ἁμαρτημάτων ὁ ἀνθρώπινος βίος, ὑ

 [31] Ἀλλ' οὐκ ἀποροῦσιν οὐδὲ πρὸς τὰ τοιαῦτα τῆς ἐριστικῆς ἀντιλογίας. λέγουσι γὰρ δύνασθαι τὸν θεόν, εἴπερ ἐβούλετο, καὶ τοὺς ἀντιτύπως ἔχοντας ἀναγκ

 [32] Τί πρὸς τούτοις ἔτι παρὰ τῶν ἀντιλεγόντων προφέρεται τὸ μάλιστα μὲν μηδὲ ὅλως δεῖν εἰς θανάτου πεῖραν ἐλθεῖν τὴν ὑπερέχουσαν φύσιν, ἀλλὰ καὶ δίχ

 [33] Ἐπειδὰν γὰρ παρ' ἡμῶν τὸ τοιοῦτον ἀκούσωσιν, ὅτι, τοῦ θνητοῦ πρὸς τὴν ζωὴν μεταβαίνοντος, ἀκόλουθον ἦν τῆς πρώτης γενέσεως ἐπὶ τὸν θνητὸν παραγού

 [34] Ἀλλὰ ζητοῦσιν ἀπόδειξιν τοῦ παρεῖναι τὸ θεῖον ἐπὶ ἁγιασμῷ τῶν γινομένων καλούμενον. ὁ δὲ τοῦτο ζητῶν ἀναγνώτω πάλιν τὰ κατόπιν ἐξητασμένα. ἡ γὰρ

 [35] Ἡ δὲ εἰς τὸ ὕδωρ κάθοδος καὶ τὸ εἰς τρὶς ἐν αὐτῷ γενέσθαι τὸν ἄνθρωπον, ἕτερον ἐμπεριέχει μυστήριον. ἐπειδὴ γὰρ ὁ τῆς σωτηρίας ἡμῶν τρόπος οὐ τοσ

 [36] Μὴ γὰρ εἶναι δυνατὸν ὅ τε κοινὸς δείκνυσι λόγος καὶ ἡ τῶν γραφῶν διδασκαλία ἐντὸς τοῦ θείου γενέσθαι χοροῦ τὸν μὴ καθαρῶς πάντας τοὺς ἐκ κακίας σ

 [37] Ἀλλ' ἐπειδὴ διπλοῦν τὸ ἀνθρώπινον, ψυχῇ τε καὶ σώματι συγκεκραμένον, δι' ἀμφοτέρων ἀνάγκη τοῦ πρὸς τὴν ζωὴν καθηγουμένου τοὺς σωζομένους ἐφάπτεσθ

 [38] Οὐδὲν οἶμαι τοῖς εἰρημένοις ἐνδεῖν τῶν περὶ τὸ μυστήριον ζητουμένων, πλὴν τοῦ κατὰ τὴν πίστιν λόγου, ὃν δι' ὀλίγου μὲν καὶ ἐπὶ τῆς παρούσης ἐκθησ

 [39] Τὰ μὲν γὰρ λοιπὰ τῶν τικτομένων τῇ ὁρμῇ τῶν ἀπογεννώντων ὑφίσταται, ὁ δὲ πνευματικὸς τόκος τῆς ἐξουσίας ἤρτηται τοῦ τικτομένου. ἐπειδὴ τοίνυν ἐν

 [40] Ἀλλ' οὔ μοι δοκεῖ μέχρι τῶν εἰρημένων αὐτάρκη τὴν διδασκαλίαν ἡ κατήχησις ἔχειν. δεῖ γάρ, οἶμαι, καὶ τὸ μετὰ τοῦτο σκοπεῖν, ὃ πολλοὶ τῶν προσιόντ

Chapter XIII.

But, it is said, to be born and to die are conditions peculiar to the fleshly nature. I admit it. But what went before that Birth and what came after that Death escapes the mark of our common humanity. If we look to either term of our human life, we understand both from what we take our beginning, and in what we end. Man commenced his existence in a weakness and in a weakness completes it. But in the instance of the Incarnation neither did the birth begin with a weakness, nor in a weakness did the death terminate; for neither did sensual pleasure go before the birth, nor did corruption follow upon the death. Do you disbelieve this marvel? I quite welcome your incredulity. You thus entirely admit that those marvellous facts are supernatural, in the very way that you think that what is related is above belief. Let this very fact, then, that the proclamation of the mystery did not proceed in terms that are natural, be a proof to you of the manifestation of the Deity. For if what is related of Christ were within the bounds of nature, where were the Godhead? But if the account surpasses nature, then the very facts which you disbelieve are a demonstration that He who was thus proclaimed was God. A man is begotten by the conjunction of two persons, and after death is left in corruption. Had the Gospel comprised no more than this, you certainly would not have deemed him to be God, the testimony to whom was conveyed in terms peculiar only to our nature. But when you are told that He was born, and yet transcended our common humanity both in the manner of His birth, and by His incapacity of a change to corruption, it would be well if, in consequence of this, you would direct your incredulity upon the other point, so as to refuse to suppose Him to be one of those who have manifestly existed as mere men; for it follows of necessity that a person who does not believe that such and such a being is mere man, must be led on to the belief that He is God. Well, he who has recorded that He was born has related also that He was born of a Virgin. If, therefore, on the evidence stated, the fact of His being born is established as a matter of faith, it is altogether incredible, on the same evidence, that He was not born in the manner stated. For the author who mentions His birth adds also, that it was of a Virgin; and in recording His death bears further testimony to His resurrection from the dead. If, therefore, from what you are told, you grant that He both was born and died, on the same grounds you must admit that both His birth and death were independent of the conditions of human weakness,—in fact, were above nature. The conclusion, therefore, is that He Who has thus been shown to have been born under supernatural circumstances was certainly Himself not limited by nature.

[13] Ἀλλά, φησί, γέννησίς τε καὶ θάνατος ἴδιον τῆς σαρκικῆς ἐστὶ φύσεως. φημὶ κἀγώ. ἀλλὰ τὸ πρὸ τῆς γεννήσεως καὶ τὸ μετὰ τὸν θάνατον τὴν τῆς φύσεως ἡμῶν ἐκφεύγει κοινότητα. εἰς γὰρ ἑκάτερα τῆς ἀνθρωπίνης ζωῆς τὰ πέρατα βλέποντες, ἴσμεν καὶ ὅθεν ἀρχόμεθα καὶ εἰς τί καταλήγομεν. ἐκ πάθους γὰρ ἀρξάμενος τοῦ εἶναι ὁ ἄνθρωπος πάθει συναπαρτίζεται. ἐκεῖ δὲ οὔτε ἡ γέννησις ἀπὸ πάθους ἤρξατο, οὔτε ὁ θάνατος εἰς πάθος κατέληξεν: οὔτε γὰρ τῆς γεννήσεως ἡδονὴ καθηγήσατο, οὔτε τὸν θάνατον φθορὰ διεδέξατο. ἀπιστεῖς τῷ θαύματι; χαίρω σου τῇ ἀπιστίᾳ: ὁμολογεῖς γὰρ πάντως δι' ὧν ὑπὲρ πίστιν ἡγῇ τὸ λεγόμενον, ὑπὲρ τὴν φύσιν εἶναι τὰ θαύματα. αὐτὸ οὖν τοῦτο τῆς θεότητος ἔστω σοι τοῦ φανέντος ἀπόδειξις, τὸ μὴ διὰ τῶν κατὰ φύσιν προιέναι τὸ κήρυγμα. εἰ γὰρ ἐντὸς ἦν τῶν τῆς φύσεως ὅρων τὰ περὶ τοῦ Χριστοῦ διηγήματα, ποῦ τὸ θεῖον; εἰ δὲ ὑπερβαίνει τὴν φύσιν ὁ λόγος, ἐν οἷς ἀπιστεῖς, ἐν τούτοις ἐστὶν ἡ ἀπόδειξις τοῦ θεὸν εἶναι τὸν κηρυσσόμενον. ἄνθρωπος μὲν γὰρ ἐκ συνδυασμοῦ τίκτεται καὶ μετὰ θάνατον ἐν διαφθορᾷ γίνεται. εἰ ταῦτα περιεῖχε τὸ κήρυγμα, οὐκ ἂν θεὸν εἶναι πάντως ᾠήθης τὸν ἐν τοῖς ἰδιώμασι τῆς φύσεως ἡμῶν μαρτυρούμενον. ἐπεὶ δὲ γεγενῆσθαι μὲν αὐτὸν ἀκούεις, ἐκβεβηκέναι δὲ τῆς φύσεως ἡμῶν τὴν κοινότητα τῷ τε τῆς γενέσεως τρόπῳ καὶ τῷ ἀνεπιδέκτῳ τῆς εἰς φθορὰν ἀλλοιώσεως, καλῶς ἂν ἔχοι κατὰ τὸ ἀκόλουθον ἐπὶ τὸ ἕτερον τῇ ἀπιστίᾳ χρήσασθαι, εἰς τὸ μὴ ἄνθρωπον αὐτὸν ἕνα τῶν ἐν τῇ φύσει δεικνυμένων οἴεσθαι. ἀνάγκη γὰρ πᾶσα τὸν μὴ πιστεύοντα τὸν τοιοῦτον ἄνθρωπον εἶναι εἰς τὴν περὶ τοῦ θεὸν αὐτὸν εἶναι πίστιν ἐναχθῆναι. ὁ γὰρ γεγεννῆσθαι αὐτὸν ἱστορήσας καὶ τὸ ἐκ παρθένου γεγεννῆσθαι συνδιηγήσατο. εἰ οὖν πιστόν ἐστι διὰ τῶν εἰρημένων τὸ γεγεννῆσθαι αὐτόν, διὰ τῶν αὐτῶν τούτων πάντως οὐδὲ τὸ οὕτως αὐτὸν γεγεννῆσθαι ἀπίθανον. ὁ γὰρ τὴν γέννησιν εἰπὼν καὶ τὸ ἐκ παρθενίας προσέθηκεν: καὶ ὁ τοῦ θανάτου μνησθεὶς καὶ τὴν ἀνάστασιν τῷ θανάτῳ προσεμαρτύρησεν. εἰ οὖν ἀφ' ὧν ἀκούεις καὶ τεθνάναι καὶ γεγεννῆσθαι δίδως, ἐκ τῶν αὐτῶν δώσεις πάντως καὶ τὸ ἔξω πάθους εἶναι καὶ τὴν γέννησιν αὐτοῦ καὶ τὸν θάνατον. ἀλλὰ μὴν ταῦτα μείζω τῆς φύσεως. οὐκοῦν οὐδὲ ἐκεῖνος πάντως ἐντὸς τῆς φύσεως ὁ ἐν τοῖς ὑπὲρ τὴν φύσιν γεγενῆσθαι ἀποδεικνύμενος.