ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΩΝ ΦΩΤΩΝ Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆμα τῆς ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν

 Ἧκε τοίνυν ἄγων καὶ περιφέρων ὁ χρόνος μνήμην ἁγίων μυστηρίων καθαιρόντων τὸν ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτον ἁμαρτίαν ἀπορρύπτει τῆς ψυχῆς καὶ τοῦ σώ

 Ἐγεννήθη τοίνυν Χριστὸς πρὸ ὀλίγων ἡμερῶν ὁ πρὸ πάσης οὐσίας αἰσθητῆς τε καὶ νοηθῆς γεννηθείς, βαπτίζεται σήμερον παρὰ Ἰωάννου, ἵνα τὸν ἐρρυπωμένον ἀπ

 Καταλιπόντες τοίνυν τὸ ὑπὲρ δύναμιν ἀνθρωπικὴν πολυπραγμονεῖν ἐκεῖνο μᾶλλον ζητήσωμεν, ὃ καὶ μερικὴν ὑποφαίνει κατάληψιν: τίνος ἕνεκεν δι' ὕδατος ἡ κά

 Ἐπειδὴ δὲ τὰ ὑποδείγματα ἐμψυχότερον ἀεὶ πρὸς τοὺς ἀκούοντας τὸν λόγον ἐργάζεται, εἰκόνι βούλομαι παιδεῦσαι τῶν βλασφημούντων τὴν γνώμην ἐκ τῶν γηίνων

 εὑρίσκω γὰρ ὅτι τὴν τοῦ βαπτίσματος χάριν οὐ τὰ μετὰ τὸν σταυρὸν ἐκήρυξεν εὐαγγέλια, ἀλλὰ καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου πανταχοῦ ἡ παλαιὰ γραφὴ

 Ἡ Ἄγαρ ἡ παιδίσκη τοῦ Ἀβραὰμ, ἣν καὶ Παῦλος ἀλληγορεῖ πρὸς Γαλάτας διαλεγόμενος, ἐκπεμφθεῖσα τῆς οἰκίας τοῦ κυρίου διὰ τὴν ὀργὴν τῆς Σάρρας (χαλεπὸν γ

 Χρόνοις δὲ ὕστερον πάλιν γάμοις ἔδει καταζευχθῆναι τὸν Ἰσαάκ, δι' ὃν καὶ ὁ Ἰσμαὴλ σὺν τῇ μητρὶ τῆς πατρικῆς ἑστίας ἠλάθη. ἀποσταλεὶς δὲ ὁ οἰκέτης τοῦ

 Κατὰ τὴν αὐτὴν δὲ τοῦ λόγου δύναμιν σπεύδων καὶ ὁ Ἰακὼβ ἐπὶ μνηστείαν ἀδοκήτως ἐπὶ τοῦ φρέατος συνήντησε τῇ Ῥαχήλ. ἐπέκειτο δὲ λίθος μέγας τῷ φρέατι,

 Μωϋσῆς δὲ ὁ μέγας βρέφος ὑπάρχων ἀστεῖον καὶ ὑπομάζιον ὑποπεσὼν τῇ κοινῇ καὶ σκυθρωπῇ ψήφῳ, ἣν ὁ σκληρὸς Φαραὼ κατὰ τῶν βρεφῶν τῶν ἀρρένων ἐξήνεγκεν,

 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς βεβαίωσιν τῆς προκειμένης πραγματείας ἡμῖν, πλὴν οὐδὲ τῶν ἑξῆς ἀμελητέον τῷ φιλοκάλῳ. πολλὰ γὰρ παθὼν ὡς ἐδιδάχθημεν ὁ τῶν

 Ταῦτα μὲν ὁ Ἠλίας σαφῶς τὴν ἐς ὕστερον μέλλουσαν τελεῖσθαι τοῦ βαπτίσματος μυσταγωγίαν διὰ τῆς θαυμαστῆς ἐκείνης ἱερουργίας ἡμῖν προανεφώνησεν: ὕδατι

 Κατίδωμεν δὲ λοιπὸν τὰς διὰ λόγων καὶ φωνῶν προφητείας. ὁ μὲν οὖν Ἠσαΐας κέκραγε λέγων: Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν

 Ὑμεῖς δὲ πάντες, ὅσοι τῷ δώρῳ τῆς παλιγγενεσίας ἐγκαλλωπίζεσθε καὶ καύχημα φέρετε ἀνακαινισμὸν τὸν σωτήριον, δείξατέ μοι μετὰ τὴν μυστικὴν χάριν τὴν τ

 Διὰ τοῦτο καὶ μετὰ τὸ τῆς υἱοθεσίας ἀξίωμα καὶ ὁ διάβολος ἡμῖν ἐπιβουλεύει σφοδρότερον βασκάνῳ θηκόμενος ὀφθαλμῷ, ὅταν βλέπῃ τοῦ νεογενοῦς ἀνθρώπου τὸ

 Ταῦτα μὲν οὖν αὐτάρκως πρὸς τὴν ἱερὰν τῆς ἡμέρας ὑπόθεσιν, ἣν ὁ κυκλωθεὶς ἐνιαυτὸς τεταγμέναις πρὸς ἡμᾶς ἤνεγκε περιόδοις, καλὸν δὲ λοιπὸν τῷ φιλανθρώ

 Διὰ δὴ ταῦτα πάντα τὸν τῆς χαρᾶς ὕμνον ἄσωμεν τῷ θεῷ, ὃν στόμα τῷ πνεύματι κάτοχον πάλαι προφητικῶς ἐξεβόησεν: Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ: ἐνέ

Again, the great Moses, when he was a goodly child, and yet at the breast, falling under the general and cruel decree which the hard-hearted Pharaoh made against the men-children, was exposed on the banks of the river—not naked, but laid in an ark, for it was fitting that the Law should typically be enclosed in a coffer23    Cf. Ex. ii. And he was laid near the water; for the Law, and those daily sprinklings of the Hebrews which were a little later to be made plain in the perfect and marvellous Baptism, are near to grace. Again, according to the view of the inspired Paul24    Cf. 1 Cor. x. 1, 2; and see Ex. xiv, the people itself, by passing through the Red Sea, proclaimed the good tidings of salvation by water. The people passed over, and the Egyptian king with his host was engulfed, and by these actions this Sacrament was foretold. For even now, whensoever the people is in the water of regeneration, fleeing from Egypt, from the burden of sin, it is set free and saved; but the devil with his own servants (I mean, of course, the spirits of evil), is choked with grief, and perishes, deeming the salvation of men to be his own misfortune.

Μωϋσῆς δὲ ὁ μέγας βρέφος ὑπάρχων ἀστεῖον καὶ ὑπομάζιον ὑποπεσὼν τῇ κοινῇ καὶ σκυθρωπῇ ψήφῳ, ἣν ὁ σκληρὸς Φαραὼ κατὰ τῶν βρεφῶν τῶν ἀρρένων ἐξήνεγκεν, ἐξετέθη πρὸς ταῖς ὄχθαις τοῦ ποταμοῦ οὐ γυμνός, ἀλλ' ἐμβληθεὶς λάρνακι (ἔδει γὰρ εἶναι τυπικῶς τὸν νόμον ἐν κιβωτῷ), ἐγγὺς δὲ κατετέθη τοῦ ὕδατος: γειτνιᾷ γὰρ ὁ νόμος τῇ χάριτι καὶ τὰ ἐφήμερα τῶν Ἑβραίων ῥαντίσματα, ἃ μικρὸν ὕστερον ἔμελλε τῷ τελείῳ καὶ θαυμαστῷ βαπτίσματι καλυφθήσεσθαι. ὡς δὲ Παύλῳ τῷ θεσπεσίῳ δοκεῖ καὶ ὁ λαὸς αὐτὸς τὴν Ἐρυθρὰν περαιωθεὶς θάλασσαν τὴν ἐξ ὕδατος σωτηρίαν εὐηγγελίζετο: παρῆλθεν ὁ λαὸς καὶ βασιλεὺς ὁ Αἰγύπτιος μετὰ τῆς στρατιᾶς ἐβυθίσθη καὶ τὸ μυστήριον διὰ τῶν ἔργων προεφητεύετο. καὶ νῦν γὰρ ἡνίκα ἂν ὁ λαὸς ἐν τῷ τῆς παλιγγενεσίας ὕδατι γένηται φεύγων τὴν Αἴγυπτον τὴν μοχθηρὰν ἁμαρτίαν, αὐτὸς μὲν ἐλευθεροῦται καὶ σῴζεται, ὁ δὲ διάβολος μετὰ τῶν ἰδίων ὑπηρετῶν (λέγω δὴ τῶν πνευμάτων τῆς πονηρίας) ἀποπνίγεται τῇ λύπῃ καὶ φθείρεται συμφορὰν ἰδίαν τὴν τῶν ἀνθρώπων σωτηρίαν ἡγούμενος.