ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΩΝ ΦΩΤΩΝ Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆμα τῆς ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν

 Ἧκε τοίνυν ἄγων καὶ περιφέρων ὁ χρόνος μνήμην ἁγίων μυστηρίων καθαιρόντων τὸν ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτον ἁμαρτίαν ἀπορρύπτει τῆς ψυχῆς καὶ τοῦ σώ

 Ἐγεννήθη τοίνυν Χριστὸς πρὸ ὀλίγων ἡμερῶν ὁ πρὸ πάσης οὐσίας αἰσθητῆς τε καὶ νοηθῆς γεννηθείς, βαπτίζεται σήμερον παρὰ Ἰωάννου, ἵνα τὸν ἐρρυπωμένον ἀπ

 Καταλιπόντες τοίνυν τὸ ὑπὲρ δύναμιν ἀνθρωπικὴν πολυπραγμονεῖν ἐκεῖνο μᾶλλον ζητήσωμεν, ὃ καὶ μερικὴν ὑποφαίνει κατάληψιν: τίνος ἕνεκεν δι' ὕδατος ἡ κά

 Ἐπειδὴ δὲ τὰ ὑποδείγματα ἐμψυχότερον ἀεὶ πρὸς τοὺς ἀκούοντας τὸν λόγον ἐργάζεται, εἰκόνι βούλομαι παιδεῦσαι τῶν βλασφημούντων τὴν γνώμην ἐκ τῶν γηίνων

 εὑρίσκω γὰρ ὅτι τὴν τοῦ βαπτίσματος χάριν οὐ τὰ μετὰ τὸν σταυρὸν ἐκήρυξεν εὐαγγέλια, ἀλλὰ καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου πανταχοῦ ἡ παλαιὰ γραφὴ

 Ἡ Ἄγαρ ἡ παιδίσκη τοῦ Ἀβραὰμ, ἣν καὶ Παῦλος ἀλληγορεῖ πρὸς Γαλάτας διαλεγόμενος, ἐκπεμφθεῖσα τῆς οἰκίας τοῦ κυρίου διὰ τὴν ὀργὴν τῆς Σάρρας (χαλεπὸν γ

 Χρόνοις δὲ ὕστερον πάλιν γάμοις ἔδει καταζευχθῆναι τὸν Ἰσαάκ, δι' ὃν καὶ ὁ Ἰσμαὴλ σὺν τῇ μητρὶ τῆς πατρικῆς ἑστίας ἠλάθη. ἀποσταλεὶς δὲ ὁ οἰκέτης τοῦ

 Κατὰ τὴν αὐτὴν δὲ τοῦ λόγου δύναμιν σπεύδων καὶ ὁ Ἰακὼβ ἐπὶ μνηστείαν ἀδοκήτως ἐπὶ τοῦ φρέατος συνήντησε τῇ Ῥαχήλ. ἐπέκειτο δὲ λίθος μέγας τῷ φρέατι,

 Μωϋσῆς δὲ ὁ μέγας βρέφος ὑπάρχων ἀστεῖον καὶ ὑπομάζιον ὑποπεσὼν τῇ κοινῇ καὶ σκυθρωπῇ ψήφῳ, ἣν ὁ σκληρὸς Φαραὼ κατὰ τῶν βρεφῶν τῶν ἀρρένων ἐξήνεγκεν,

 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς βεβαίωσιν τῆς προκειμένης πραγματείας ἡμῖν, πλὴν οὐδὲ τῶν ἑξῆς ἀμελητέον τῷ φιλοκάλῳ. πολλὰ γὰρ παθὼν ὡς ἐδιδάχθημεν ὁ τῶν

 Ταῦτα μὲν ὁ Ἠλίας σαφῶς τὴν ἐς ὕστερον μέλλουσαν τελεῖσθαι τοῦ βαπτίσματος μυσταγωγίαν διὰ τῆς θαυμαστῆς ἐκείνης ἱερουργίας ἡμῖν προανεφώνησεν: ὕδατι

 Κατίδωμεν δὲ λοιπὸν τὰς διὰ λόγων καὶ φωνῶν προφητείας. ὁ μὲν οὖν Ἠσαΐας κέκραγε λέγων: Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν

 Ὑμεῖς δὲ πάντες, ὅσοι τῷ δώρῳ τῆς παλιγγενεσίας ἐγκαλλωπίζεσθε καὶ καύχημα φέρετε ἀνακαινισμὸν τὸν σωτήριον, δείξατέ μοι μετὰ τὴν μυστικὴν χάριν τὴν τ

 Διὰ τοῦτο καὶ μετὰ τὸ τῆς υἱοθεσίας ἀξίωμα καὶ ὁ διάβολος ἡμῖν ἐπιβουλεύει σφοδρότερον βασκάνῳ θηκόμενος ὀφθαλμῷ, ὅταν βλέπῃ τοῦ νεογενοῦς ἀνθρώπου τὸ

 Ταῦτα μὲν οὖν αὐτάρκως πρὸς τὴν ἱερὰν τῆς ἡμέρας ὑπόθεσιν, ἣν ὁ κυκλωθεὶς ἐνιαυτὸς τεταγμέναις πρὸς ἡμᾶς ἤνεγκε περιόδοις, καλὸν δὲ λοιπὸν τῷ φιλανθρώ

 Διὰ δὴ ταῦτα πάντα τὸν τῆς χαρᾶς ὕμνον ἄσωμεν τῷ θεῷ, ὃν στόμα τῷ πνεύματι κάτοχον πάλαι προφητικῶς ἐξεβόησεν: Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ: ἐνέ

Now herein, by that wondrous sacrifice, Elijah clearly proclaimed to us the sacramental rite of Baptism that should afterwards be instituted. For the fire was kindled by water thrice poured upon it, so that it is clearly shown that where the mystic water is, there is the kindling, warm, and fiery Spirit, that burns up the ungodly, and illuminates the faithful. Yes, and yet again his disciple Elisha, when Naaman the Syrian, who was diseased with leprosy, had come to him as a suppliant, cleanses the sick man by washing him in Jordan28    See 2 Kings v, clearly indicating what should come, both by the use of water generally, and by the dipping in the river in particular. For Jordan alone of rivers, receiving in itself the first-fruits of sanctification and benediction, conveyed in its channel to the whole world, as it were from some fount in the type afforded by itself, the grace of Baptism. These then are indications in deed and act of regeneration by Baptism.

Ταῦτα μὲν ὁ Ἠλίας σαφῶς τὴν ἐς ὕστερον μέλλουσαν τελεῖσθαι τοῦ βαπτίσματος μυσταγωγίαν διὰ τῆς θαυμαστῆς ἐκείνης ἱερουργίας ἡμῖν προανεφώνησεν: ὕδατι γὰρ ἀνήφθη τὸ πῦρ τρίτον ἐπαντληθέντι ὥστε δηλοῦσθαι ὅτι, ὅπου ὕδωρ τὸ μυστικόν, ἐκεῖ καὶ πνεῦμα τὸ ζωπυροῦν τὸ θερμόν, τὸ πυροειδές, τὸ τοὺς ἀσεβεῖς καῖον καὶ τοὺς πιστοὺς φωτίζον. οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου μαθητὴς Ἐλισαῖος ἐλθόντος πρὸς αὐτὸν ἱκέτου Ναιμὰν τοῦ Σύρου τοῦ τὴν λέπραν νοσήσαντος λούσας ἐν τῷ Ἰορδάνῃ καθαίρει τὸν ἄρρωστον καὶ τῇ γενικῇ χρήσει τοῦ ὕδατος καὶ τῷ ἰδικῷ τοῦ ποταμοῦ βαπτίσματι σαφῶς προϋποφαίνων τὸ μέλλον: μόνος γὰρ Ἰορδάνης ποταμῶν ἐν ἑαυτῷ δεξάμενος τοῦ ἁγιασμοῦ καὶ τῆς εὐλογίας τὴν ἀπαρχὴν ὥσπερ ἔκ τινος πηγῆς τοῦ ἰδίου τύπου τῷ κόσμῳ παντὶ τὴν τοῦ βαπτίσματος ἐπωχέτευσε χάριν. ταῦτα μὲν οὖν ἐνεργὰ καὶ πρακτικὰ μηνύματα τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας.