ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΩΝ ΦΩΤΩΝ Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆμα τῆς ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν

 Ἧκε τοίνυν ἄγων καὶ περιφέρων ὁ χρόνος μνήμην ἁγίων μυστηρίων καθαιρόντων τὸν ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτον ἁμαρτίαν ἀπορρύπτει τῆς ψυχῆς καὶ τοῦ σώ

 Ἐγεννήθη τοίνυν Χριστὸς πρὸ ὀλίγων ἡμερῶν ὁ πρὸ πάσης οὐσίας αἰσθητῆς τε καὶ νοηθῆς γεννηθείς, βαπτίζεται σήμερον παρὰ Ἰωάννου, ἵνα τὸν ἐρρυπωμένον ἀπ

 Καταλιπόντες τοίνυν τὸ ὑπὲρ δύναμιν ἀνθρωπικὴν πολυπραγμονεῖν ἐκεῖνο μᾶλλον ζητήσωμεν, ὃ καὶ μερικὴν ὑποφαίνει κατάληψιν: τίνος ἕνεκεν δι' ὕδατος ἡ κά

 Ἐπειδὴ δὲ τὰ ὑποδείγματα ἐμψυχότερον ἀεὶ πρὸς τοὺς ἀκούοντας τὸν λόγον ἐργάζεται, εἰκόνι βούλομαι παιδεῦσαι τῶν βλασφημούντων τὴν γνώμην ἐκ τῶν γηίνων

 εὑρίσκω γὰρ ὅτι τὴν τοῦ βαπτίσματος χάριν οὐ τὰ μετὰ τὸν σταυρὸν ἐκήρυξεν εὐαγγέλια, ἀλλὰ καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου πανταχοῦ ἡ παλαιὰ γραφὴ

 Ἡ Ἄγαρ ἡ παιδίσκη τοῦ Ἀβραὰμ, ἣν καὶ Παῦλος ἀλληγορεῖ πρὸς Γαλάτας διαλεγόμενος, ἐκπεμφθεῖσα τῆς οἰκίας τοῦ κυρίου διὰ τὴν ὀργὴν τῆς Σάρρας (χαλεπὸν γ

 Χρόνοις δὲ ὕστερον πάλιν γάμοις ἔδει καταζευχθῆναι τὸν Ἰσαάκ, δι' ὃν καὶ ὁ Ἰσμαὴλ σὺν τῇ μητρὶ τῆς πατρικῆς ἑστίας ἠλάθη. ἀποσταλεὶς δὲ ὁ οἰκέτης τοῦ

 Κατὰ τὴν αὐτὴν δὲ τοῦ λόγου δύναμιν σπεύδων καὶ ὁ Ἰακὼβ ἐπὶ μνηστείαν ἀδοκήτως ἐπὶ τοῦ φρέατος συνήντησε τῇ Ῥαχήλ. ἐπέκειτο δὲ λίθος μέγας τῷ φρέατι,

 Μωϋσῆς δὲ ὁ μέγας βρέφος ὑπάρχων ἀστεῖον καὶ ὑπομάζιον ὑποπεσὼν τῇ κοινῇ καὶ σκυθρωπῇ ψήφῳ, ἣν ὁ σκληρὸς Φαραὼ κατὰ τῶν βρεφῶν τῶν ἀρρένων ἐξήνεγκεν,

 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς βεβαίωσιν τῆς προκειμένης πραγματείας ἡμῖν, πλὴν οὐδὲ τῶν ἑξῆς ἀμελητέον τῷ φιλοκάλῳ. πολλὰ γὰρ παθὼν ὡς ἐδιδάχθημεν ὁ τῶν

 Ταῦτα μὲν ὁ Ἠλίας σαφῶς τὴν ἐς ὕστερον μέλλουσαν τελεῖσθαι τοῦ βαπτίσματος μυσταγωγίαν διὰ τῆς θαυμαστῆς ἐκείνης ἱερουργίας ἡμῖν προανεφώνησεν: ὕδατι

 Κατίδωμεν δὲ λοιπὸν τὰς διὰ λόγων καὶ φωνῶν προφητείας. ὁ μὲν οὖν Ἠσαΐας κέκραγε λέγων: Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν

 Ὑμεῖς δὲ πάντες, ὅσοι τῷ δώρῳ τῆς παλιγγενεσίας ἐγκαλλωπίζεσθε καὶ καύχημα φέρετε ἀνακαινισμὸν τὸν σωτήριον, δείξατέ μοι μετὰ τὴν μυστικὴν χάριν τὴν τ

 Διὰ τοῦτο καὶ μετὰ τὸ τῆς υἱοθεσίας ἀξίωμα καὶ ὁ διάβολος ἡμῖν ἐπιβουλεύει σφοδρότερον βασκάνῳ θηκόμενος ὀφθαλμῷ, ὅταν βλέπῃ τοῦ νεογενοῦς ἀνθρώπου τὸ

 Ταῦτα μὲν οὖν αὐτάρκως πρὸς τὴν ἱερὰν τῆς ἡμέρας ὑπόθεσιν, ἣν ὁ κυκλωθεὶς ἐνιαυτὸς τεταγμέναις πρὸς ἡμᾶς ἤνεγκε περιόδοις, καλὸν δὲ λοιπὸν τῷ φιλανθρώ

 Διὰ δὴ ταῦτα πάντα τὸν τῆς χαρᾶς ὕμνον ἄσωμεν τῷ θεῷ, ὃν στόμα τῷ πνεύματι κάτοχον πάλαι προφητικῶς ἐξεβόησεν: Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ: ἐνέ

And now we have spoken sufficiently for the holy subject of the day, which the circling year brings to us at appointed periods. We shall do well in what remains to end our discourse by turning it to the loving Giver of so great a boon, offering to Him a few words as the requital of great things. For Thou verily, O Lord, art the pure and eternal fount of goodness, Who didst justly turn away from us, and in loving kindness didst have mercy upon us. Thou didst hate, and wert reconciled; Thou didst curse, and didst bless; Thou didst banish us from Paradise, and didst recall us; Thou didst strip off the fig-tree leaves, an unseemly covering, and put upon us a costly garment; Thou didst open the prison, and didst release the condemned; Thou didst sprinkle us with clean water, and cleanse us from our filthiness. No longer shall Adam be confounded when called by Thee, nor hide himself, convicted by his conscience, cowering in the thicket of Paradise. Nor shall the flaming sword encircle Paradise around, and make the entrance inaccessible to those that draw near; but all is turned to joy for us that were the heirs of sin: Paradise, yea, heaven itself may be trodden by man: and the creation, in the world and above the world, that once was at variance with itself, is knit together in friendship: and we men are made to join in the angels’ song, offering the worship of their praise to God.

Ταῦτα μὲν οὖν αὐτάρκως πρὸς τὴν ἱερὰν τῆς ἡμέρας ὑπόθεσιν, ἣν ὁ κυκλωθεὶς ἐνιαυτὸς τεταγμέναις πρὸς ἡμᾶς ἤνεγκε περιόδοις, καλὸν δὲ λοιπὸν τῷ φιλανθρώπῳ τῆς τοσαύτης δωρεᾶς χορηγῷ προσαναπαῦσαι τὸν λόγον φωνὴν ὀλίγην ὑπὲρ πραγμάτων μεγάλων τὴν ἀμοιβὴν ἀντεισφέροντας: σὺ γὰρ ἀληθῶς ὑπάρχεις δέσποτα καθαρὰ καὶ ἀέναος τῆς ἀγαθωσύνης πηγή, ὃς ἀπεστράφης ἡμᾶς δικαίως καὶ ἠλέησας φιλανθρώπως, ἐμίσησας καὶ διηλλάγης, κατηράσω καὶ εὐλόγησας, ἐξώρισας τοῦ παραδείσου καὶ πάλιν ἀνεκαλέσω, ἐξέδυσας τὰ φύλλα τῆς συκῆς τὴν ἀσχήμονα σκέπην καὶ περιέβαλες ἱμάτιον πολυτίμητον, ἤνοιξας τὸ δεσμωτήριον καὶ ἀφῆκας τοὺς κατακεκριμένους, ἐρράντισας ὕδατι καθαρῷ καὶ τῶν ῥύπων ἐκάθαρας. οὐκέτι καλούμενος παρά σου ὁ Ἀδὰμ αἰσχυνθήσεται οὐδὲ παρὰ τοῦ συνειδότος ἐλεγχόμενος ἐγκαλύψεται ὑπὸ τῇ λόχμῃ τοῦ παραδείσου κρυπτόμενος οὔτε μὴν ἡ φλογίνη ῥομφαία κυκλώσει τὸν παράδεισον ἀπρόσιτον τοῖς ἐγγίζουσι ποιοῦσα τὴν εἴσοδον, πάντα δὲ ἡμῖν τοῖς κληρονόμοις τῆς ἁμαρτίας μετεσκευάσθη πρὸς εὐφροσύνην. καὶ βατὸς μὲν ἀνθρώπῳ παράδεισος καὶ οὐρανὸς αὐτός, συνηρμόσθη δὲ εἰς φιλίαν ἡ κτίσις ἡ ἐγκόσμιός τε καὶ ὑπερκόσμιος πάλαι πρὸς ἑαυτὴν στασιάζουσα καὶ ἄνθρωποι τοῖς ἀγγέλοις ἐγενόμεθα σύμφωνοι τὴν αὐτὴν ἐκείνοις εὐσεβοῦντες θεολογίαν.