Οἴεσθέ με ἴσως, ὦ φίλοι καὶ ἀδελφοὶ καὶ πατέρες, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, θρήνους ἐπιβαλοῦντα τῷ ἀπελθόντι καὶ ὀδυρμούς, ὑποδέχεσθαι προθύμως τὸ

 Καισαρίῳ πατέρες μέν, ἵν' ἐντεῦθεν ἄρξωμαι ὅθεν ἡμῖν πρεπωδέστατον, οὓς πάντες γινώσκετε, καὶ ὧν τὴν ἀρετὴν καὶ ὁρῶντες καὶ ἀκούοντες ζηλοῦτέ « τε » κ

 Πατὴρ μὲν ἐκ τῆς ἀγριελαίου καλῶς ἐγκεντρισθεὶς εἰς τὴν καλλιέλαιον, καὶ τοσοῦτον κοινωνήσας τῆς πιότητος, ὥστε καὶ ἄλλους ἐγκεντρίζειν πιστευθῆναι κα

 Μήτηρ δὲ ἄνωθεν μὲν καὶ ἐκ προγόνων καθιερωμένη Θεῷ, καὶ κλῆρον ἀναγκαῖον οὐκ εἰς ἑαυτὴν μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὑτῆς κατάγουσα τὴν εὐσέβειαν, ἐξ ἁγί

 Καὶ ταῦτα διῆλθον, οὐ τούτους ἐγκωμιάσαι βουλόμενος, οὐδὲ ἀγνοῶν ὅτι μόλις ἄν τις τῆς ἀξίας ἐφίκοιτο, καὶ ὅλην ὑπόθεσιν λόγου τὸν τούτων ἔπαινον ἐνστη

 Ὑπὸ δὴ τοιούτοις ἤθεσι τραφέντες καὶ παιδευθέντες καὶ τοῖς ἐνταῦθα μαθήμασιν ἱκανῶς ἐνασκηθέντες, ἐν οἷς ἐκεῖνος τάχει τε καὶ μεγέθει φύσεως οὐδ' ἂν ε

 Ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως μᾶλλον δὲ ποῖον, ὡς οὐδὲ μόνον ἕτερος Τίνι δὲ παρῆκεν ἐγγὺς αὐτοῦ γενέσθαι, καὶ κατὰ μικρόν, μὴ ὅτι τῶν καθ' ἑ

 Ἐπεὶ δὲ πᾶσαν ἀρετήν τε καὶ μάθησιν, ὥσπερ μεγάλη φορτὶς παντοδαπὴν ἐμπορίαν, εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συλλεξάμενος, ἐπὶ τὴν ἑαυτοῦ πόλιν ἐστέλλετο,

 Φέρε μηδὲ τοῦτο τῶν Καισαρίου καλῶν παρέλθωμεν, ὃ τοῖς μὲν ἄλλοις ἴσως μικρὸν καὶ οὐδὲ μνήμης ἄξιον, ἐμοὶ δὲ καὶ τότε καὶ νῦν μέγιστον ἔδοξεν, εἴπερ τ

 Τάττεται μὲν γὰρ τὴν πρώτην ἐν ἰατροῖς τάξιν, οὐδὲ πολλοῦ πόνου προσδεηθείς, ἀλλ' ἐπιδείξας μόνον τὴν παίδευσιν, μᾶλλον δὲ βραχύν τινα τῆς παιδεύσεως

 Ταῦτα Καισαρίῳ ἐφιλοσοφεῖτο κἀν τῇ χλανίδι: ταύταις καὶ συνέζησε ταῖς ἐννοίαις καὶ συναπῆλθε, μείζω τῆς φαινομένης εἰς τὸ κοινὸν εὐσεβείας Θεῷ γνωρίζω

 Ἀλλ', ἵνα μικρὸν προσδιατρίψω τῷ λόγῳ, κατατρυφήσω τοῦ διηγήματος, ὡς οἱ παρόντες τοῦ θεάματος, εἰσῄει μὲν ὁ γεννάδας ἐκεῖνος, τῷ τοῦ Χριστοῦ σημείῳ φ

 Ἆρ' οὐκ ἔδεισας περὶ Καισαρίου, μή τι πάθῃ τῆς προθυμίας ἀνάξιον »Ἀλλὰ θαρσεῖτε«: μετὰ Χριστοῦ γὰρ ἡ νίκη, τοῦ τὸν κόσμον νικήσαντος. Τὰ μὲν οὖν καθ'

 Ταύτην ἐγὼ τὴν νίκην τῆς πολλῆς ἐκείνου χειρὸς καὶ τῆς ὑψηλῆς ἁλουργίδος καὶ τοῦ πολυτελοῦς διαδήματος ὑψηλοτέραν κρίνω μακρῷ καὶ τιμιωτέραν: τούτῳ τῷ

 Ἀλλ' οἷον δὴ καὶ τοῦτο τῶν περὶ αὐτὸν θαυμάτων, ὁμοῦ τε τῆς τῶν γονέων θεοσεβείας καὶ τῆς ἐκείνου μεγίστην ἔχον ἀπόδειξιν Διέτριβε μὲν ἐν τῇ Βιθυνῶν,

 Τοῦτό σοι, Καισάριε, παρ' ἐμοῦ τὸ ἐντάφιον: αὗται τῶν ἐμῶν λόγων αἱ ἀπαρχαί, οὓς κρυπτομένους πολλάκις μεμψάμενος ἐπὶ σεαυτὸν γυμνώσειν ἔμελλες. Οὗτος

 Τὰ μὲν οὖν παρ' ἡμῶν τοιαῦτα. Εἰ δὲ μικρὰ καὶ τῆς ἀξίας ἐλάττω, καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν. Καὶ τὰ μὲν ἀποδεδώκαμεν, τὰ δὲ δώσομεν, τὰς δι' ἔτους π

 Τί λοιπὸν ἔτι τὴν ἐκ λόγου θεραπείαν τοῖς ἀλγοῦσι προσενεγκεῖν. Μέγα δὲ [τοῖς πενθοῦσι] τὸ παρὰ τῶν συναλγούντων φάρμακον: καὶ οἱ τὸ ἴσον τοῦ πάθους

 Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί, τῶν ζώντων πρόσκαιρα: τοιοῦτο τὸ ἐπὶ γῆς παίγνιον: οὐκ ὄντας γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Ὄναρ ἐσμὲν οὐχ ἱστάμε

 Μὴ τοίνυν πενθῶμεν Καισάριον, οἵων ἀπηλλάγη κακῶν εἰδότες, ἀλλ' ἡμᾶς αὐτούς, οἵοις ὑπελείφθημεν, καὶ οἷα θησαυρίσομεν, εἰ μὴ γνησίως Θεῷ προσθέμενοι κ

 Οὔπω ταῦτα ἱκανὰ πρὸς παραμυθίαν Προσοίσω τὸ μεῖζον φάρμακον. Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα καλή τε καὶ θεοφιλής, ἐπειδὰν τοῦ συνδεδεμένου λυθ

 Νυνὶ δὴ ἀφεὶς τοὺς θρήνους εἰς ἐμαυτὸν βλέψω, μή τι θρήνων ἄξιον λάθω φέρων, καὶ τὰ ἐμαυτοῦ περισκέψομαι. Υἱοὶ ἀνθρώπων (μέτεισι γὰρ πρὸς ὑμᾶς ὁ λόγος

 Εἴθε νεκρώσαιμι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς: εἴθε πάντα τῷ πνεύματι δαπανήσαιμι, τὴν στενὴν καὶ ὀλίγοις βατὴν ὁδεύσας, μὴ τὴν πλατεῖαν καὶ ἄνετον: ὡς τά γε

 Καὶ εἴημέν γε ὅπερ ἐλπίζομεν, κατὰ τὴν μεγάλην Θεοῦ τοῦ μεγαλοδώρου φιλανθρωπίαν, ὃς μικρὰ αἰτῶν μεγάλα χαρίζεται νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον τοῖ

 Ὦ δέσποτα πάντων καὶ ποιητὰ καὶ διαφερόντως τοῦδε τοῦ πλάσματος, ὦ Θεὲ τῶν σῶν ἀνθρώπων καὶ πάτερ καὶ κυβερνῆτα, ὦ ζωῆς καὶ θανάτου κύριε, ὦ ψυχῶν ἡμε

4.  His mother7    His mother.  S. Nonna.  Cf. Orat. xviii., 7–12, 30, 31, 42, 43.  Also viii. 4, 5. was consecrated to God by virtue of her descent from a saintly family, and was possessed of piety as a necessary inheritance, not only for herself, but also for her children—being indeed a holy lump from a holy firstfruits.8    Rom. xi. 16.  And this she so far increased and amplified that some, (bold though the statement be, I will utter it,) have both believed and said that even her husband’s perfection has been the work of none other than herself; and, oh how wonderful! she herself, as the reward of her piety, has received a greater and more perfect piety.  Lovers of their children and of Christ as they both were, what is most extraordinary, they were far greater lovers of Christ than of their children:  yea, even their one enjoyment of their children was that they should be acknowledged and named by Christ, and their one measure of their blessedness in their children was their virtue and close association with the Chief Good.9    The Chief Good.  τὸ κρειττον, lit. “that which is better.”  Compassionate, sympathetic, snatching many a treasure from moths and robbers,10    S. Matt. vi. 19: S. John x. 1. and from the prince of this world,11    S. John xiv. 30. to transfer it from their sojourn here to the [true] habitation, laying up in store12    1 Tim. vi. 19. for their children the heavenly splendour as their greatest inheritance.  Thus have they reached a fair old age, equally reverend both for virtue and for years, and full of days, alike of those which abide and those which pass away; each one failing to secure the first prize here below only so far as equalled by the other; yea, they have fulfilled the measure of every happiness with the exception of this last trial, or discipline, whichever anyone may think we ought to call it; I mean their having to send before them the child who was, owing to his age, in greater danger of falling, and so to close their life in safety, and be translated with all their family to the realms above.

Μήτηρ δὲ ἄνωθεν μὲν καὶ ἐκ προγόνων καθιερωμένη Θεῷ, καὶ κλῆρον ἀναγκαῖον οὐκ εἰς ἑαυτὴν μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὑτῆς κατάγουσα τὴν εὐσέβειαν, ἐξ ἁγίας ἀπαρχῆς ὄντως ἅγιον φύραμα: τοσοῦτον δὲ αὐτὸ αὐξήσασά τε καὶ πλεονάσασα, ὥστε ἤδη τισί, φθέγξομαι γάρ, εἰ καὶ τολμηρὸς ὁ λόγος, μηδὲ τὴν τοῦ ἀνδρὸς τελειότητα ἑτέρου τινὸς ἢ ταύτης ἔργον γενέσθαι πιστευθῆναί τε καὶ ῥηθῆναι, καὶ (ὢ τοῦ θαύματος) ἆθλον εὐσεβείας δοθῆναι μείζονα καὶ τελεωτέραν εὐσέβειαν.

Φιλόπαιδες ἄμφω καὶ φιλόχριστοι, τὸ παραδοξότατον, μᾶλλον δὲ φιλόχριστοι πλέον ἢ φιλόπαιδες. Οἷς γε καὶ τῶν τέκνων μία τις ἀπόλαυσις ἦν, τὸ ἀπὸ Χριστοῦ καὶ γνωρίζεσθαι καὶ ὀνομάζεσθαι, καὶ εἷς εὐπαιδίας ὅρος, ἡ ἀρετὴ καὶ ἡ πρὸς τὸ κρεῖττον οἰκείωσις. Εὔσπλαγχνοι, συμπαθεῖς, ἁρπάζοντες τὰ πολλὰ σητῶν καὶ λῃστῶν καὶ τοῦ κοσμοκράτορος, ἐκ τῆς παροικίας εἰς τὴν κατοικίαν μετασκευαζόμενοι, καὶ κλῆρον μέγιστον τοῖς παισὶ τὴν ἐκεῖθεν λαμπρότητα θησαυρίζοντες. Οὕτω τοι καὶ εἰς λιπαρὸν ἔφθασαν γῆρας, ὁμότιμοι καὶ τὴν ἀρετὴν καὶ τὴν ἡλικίαν, καὶ πλήρεις ἡμερῶν τῶν τε μενουσῶν ὁμοίως καὶ τῶν λυομένων, παρὰ τοσοῦτον ἑκάτερος οὐκ ἔχων τὰ πρῶτα τῶν ἐπὶ γῆς παρ' ὅσον ὑπ' ἀλλήλων εἰς τὸ πρωτεῖον ἐκωλύοντο: καὶ πάσης εὐδαιμονίας μέτρον ἐπλήρωσαν, πλὴν τῆς τελευταίας ταύτης, ὡς ἂν οἰηθείη τις, εἴτε δοκιμασίας χρὴ λέγειν, εἴτε οἰκονομίας. Ἡ δέ ἐστιν, ὡς ὁ ἐμὸς λόγος, τὸν σφαλερώτερον τῶν παίδων δι' ἡλικίαν προπέμψαντες, οὕτως ἤδη καταλῦσαι τὸν βίον ἐν ἀσφαλείᾳ, καὶ πρὸς τὰ ἄνω πανοικεσίᾳ μετατεθῆναι.