Οἴεσθέ με ἴσως, ὦ φίλοι καὶ ἀδελφοὶ καὶ πατέρες, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, θρήνους ἐπιβαλοῦντα τῷ ἀπελθόντι καὶ ὀδυρμούς, ὑποδέχεσθαι προθύμως τὸ

 Καισαρίῳ πατέρες μέν, ἵν' ἐντεῦθεν ἄρξωμαι ὅθεν ἡμῖν πρεπωδέστατον, οὓς πάντες γινώσκετε, καὶ ὧν τὴν ἀρετὴν καὶ ὁρῶντες καὶ ἀκούοντες ζηλοῦτέ « τε » κ

 Πατὴρ μὲν ἐκ τῆς ἀγριελαίου καλῶς ἐγκεντρισθεὶς εἰς τὴν καλλιέλαιον, καὶ τοσοῦτον κοινωνήσας τῆς πιότητος, ὥστε καὶ ἄλλους ἐγκεντρίζειν πιστευθῆναι κα

 Μήτηρ δὲ ἄνωθεν μὲν καὶ ἐκ προγόνων καθιερωμένη Θεῷ, καὶ κλῆρον ἀναγκαῖον οὐκ εἰς ἑαυτὴν μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὑτῆς κατάγουσα τὴν εὐσέβειαν, ἐξ ἁγί

 Καὶ ταῦτα διῆλθον, οὐ τούτους ἐγκωμιάσαι βουλόμενος, οὐδὲ ἀγνοῶν ὅτι μόλις ἄν τις τῆς ἀξίας ἐφίκοιτο, καὶ ὅλην ὑπόθεσιν λόγου τὸν τούτων ἔπαινον ἐνστη

 Ὑπὸ δὴ τοιούτοις ἤθεσι τραφέντες καὶ παιδευθέντες καὶ τοῖς ἐνταῦθα μαθήμασιν ἱκανῶς ἐνασκηθέντες, ἐν οἷς ἐκεῖνος τάχει τε καὶ μεγέθει φύσεως οὐδ' ἂν ε

 Ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως μᾶλλον δὲ ποῖον, ὡς οὐδὲ μόνον ἕτερος Τίνι δὲ παρῆκεν ἐγγὺς αὐτοῦ γενέσθαι, καὶ κατὰ μικρόν, μὴ ὅτι τῶν καθ' ἑ

 Ἐπεὶ δὲ πᾶσαν ἀρετήν τε καὶ μάθησιν, ὥσπερ μεγάλη φορτὶς παντοδαπὴν ἐμπορίαν, εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συλλεξάμενος, ἐπὶ τὴν ἑαυτοῦ πόλιν ἐστέλλετο,

 Φέρε μηδὲ τοῦτο τῶν Καισαρίου καλῶν παρέλθωμεν, ὃ τοῖς μὲν ἄλλοις ἴσως μικρὸν καὶ οὐδὲ μνήμης ἄξιον, ἐμοὶ δὲ καὶ τότε καὶ νῦν μέγιστον ἔδοξεν, εἴπερ τ

 Τάττεται μὲν γὰρ τὴν πρώτην ἐν ἰατροῖς τάξιν, οὐδὲ πολλοῦ πόνου προσδεηθείς, ἀλλ' ἐπιδείξας μόνον τὴν παίδευσιν, μᾶλλον δὲ βραχύν τινα τῆς παιδεύσεως

 Ταῦτα Καισαρίῳ ἐφιλοσοφεῖτο κἀν τῇ χλανίδι: ταύταις καὶ συνέζησε ταῖς ἐννοίαις καὶ συναπῆλθε, μείζω τῆς φαινομένης εἰς τὸ κοινὸν εὐσεβείας Θεῷ γνωρίζω

 Ἀλλ', ἵνα μικρὸν προσδιατρίψω τῷ λόγῳ, κατατρυφήσω τοῦ διηγήματος, ὡς οἱ παρόντες τοῦ θεάματος, εἰσῄει μὲν ὁ γεννάδας ἐκεῖνος, τῷ τοῦ Χριστοῦ σημείῳ φ

 Ἆρ' οὐκ ἔδεισας περὶ Καισαρίου, μή τι πάθῃ τῆς προθυμίας ἀνάξιον »Ἀλλὰ θαρσεῖτε«: μετὰ Χριστοῦ γὰρ ἡ νίκη, τοῦ τὸν κόσμον νικήσαντος. Τὰ μὲν οὖν καθ'

 Ταύτην ἐγὼ τὴν νίκην τῆς πολλῆς ἐκείνου χειρὸς καὶ τῆς ὑψηλῆς ἁλουργίδος καὶ τοῦ πολυτελοῦς διαδήματος ὑψηλοτέραν κρίνω μακρῷ καὶ τιμιωτέραν: τούτῳ τῷ

 Ἀλλ' οἷον δὴ καὶ τοῦτο τῶν περὶ αὐτὸν θαυμάτων, ὁμοῦ τε τῆς τῶν γονέων θεοσεβείας καὶ τῆς ἐκείνου μεγίστην ἔχον ἀπόδειξιν Διέτριβε μὲν ἐν τῇ Βιθυνῶν,

 Τοῦτό σοι, Καισάριε, παρ' ἐμοῦ τὸ ἐντάφιον: αὗται τῶν ἐμῶν λόγων αἱ ἀπαρχαί, οὓς κρυπτομένους πολλάκις μεμψάμενος ἐπὶ σεαυτὸν γυμνώσειν ἔμελλες. Οὗτος

 Τὰ μὲν οὖν παρ' ἡμῶν τοιαῦτα. Εἰ δὲ μικρὰ καὶ τῆς ἀξίας ἐλάττω, καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν. Καὶ τὰ μὲν ἀποδεδώκαμεν, τὰ δὲ δώσομεν, τὰς δι' ἔτους π

 Τί λοιπὸν ἔτι τὴν ἐκ λόγου θεραπείαν τοῖς ἀλγοῦσι προσενεγκεῖν. Μέγα δὲ [τοῖς πενθοῦσι] τὸ παρὰ τῶν συναλγούντων φάρμακον: καὶ οἱ τὸ ἴσον τοῦ πάθους

 Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί, τῶν ζώντων πρόσκαιρα: τοιοῦτο τὸ ἐπὶ γῆς παίγνιον: οὐκ ὄντας γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Ὄναρ ἐσμὲν οὐχ ἱστάμε

 Μὴ τοίνυν πενθῶμεν Καισάριον, οἵων ἀπηλλάγη κακῶν εἰδότες, ἀλλ' ἡμᾶς αὐτούς, οἵοις ὑπελείφθημεν, καὶ οἷα θησαυρίσομεν, εἰ μὴ γνησίως Θεῷ προσθέμενοι κ

 Οὔπω ταῦτα ἱκανὰ πρὸς παραμυθίαν Προσοίσω τὸ μεῖζον φάρμακον. Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα καλή τε καὶ θεοφιλής, ἐπειδὰν τοῦ συνδεδεμένου λυθ

 Νυνὶ δὴ ἀφεὶς τοὺς θρήνους εἰς ἐμαυτὸν βλέψω, μή τι θρήνων ἄξιον λάθω φέρων, καὶ τὰ ἐμαυτοῦ περισκέψομαι. Υἱοὶ ἀνθρώπων (μέτεισι γὰρ πρὸς ὑμᾶς ὁ λόγος

 Εἴθε νεκρώσαιμι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς: εἴθε πάντα τῷ πνεύματι δαπανήσαιμι, τὴν στενὴν καὶ ὀλίγοις βατὴν ὁδεύσας, μὴ τὴν πλατεῖαν καὶ ἄνετον: ὡς τά γε

 Καὶ εἴημέν γε ὅπερ ἐλπίζομεν, κατὰ τὴν μεγάλην Θεοῦ τοῦ μεγαλοδώρου φιλανθρωπίαν, ὃς μικρὰ αἰτῶν μεγάλα χαρίζεται νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον τοῖ

 Ὦ δέσποτα πάντων καὶ ποιητὰ καὶ διαφερόντως τοῦδε τοῦ πλάσματος, ὦ Θεὲ τῶν σῶν ἀνθρώπων καὶ πάτερ καὶ κυβερνῆτα, ὦ ζωῆς καὶ θανάτου κύριε, ὦ ψυχῶν ἡμε

12.  However, that I may dwell awhile upon this point, and luxuriate in my story as men do who are eyewitnesses in some marvellous event,20    Some edd. read “in the spectacle,” which would make better sense, but has not ms. authority. that noble man, fortified with the sign of Christ, and defending himself with His Mighty Word, entered the lists against an adversary experienced in arms and strong in his skill in argument.  In no wise abashed at the sight, nor shrinking at all from his high purpose through flattery, he was an athlete ready, both in word and deed, to meet a rival of equal power.  Such then was the arena, and so equipped the champion of godliness.  The judge on one side was Christ, arming the athlete with His own sufferings:  and on the other a dreadful tyrant,21    A dreadful tyrant.  The Evil One:  with Billius and Clémencet.  Julian was antagonist, not Judge—unless we consider that he combined unfairly the two offices. persuasive by his skill in argument, and overawing him by the weight of his authority; and as spectators, on either hand, both those who were still left on the side of godliness and those who had been snatched away by him, watching whether victory inclined to their own side or to the other, and more anxious as to which would gain the day than the combatants themselves.

Ἀλλ', ἵνα μικρὸν προσδιατρίψω τῷ λόγῳ, κατατρυφήσω τοῦ διηγήματος, ὡς οἱ παρόντες τοῦ θεάματος, εἰσῄει μὲν ὁ γεννάδας ἐκεῖνος, τῷ τοῦ Χριστοῦ σημείῳ φραξάμενος, καὶ τὸν μέγαν Λόγον ἑαυτοῦ προβαλλόμενος, πρὸς τὸν πολὺν ἐν ὅπλοις καὶ μέγαν ἐν λόγων δεινότητι: οὐδὲν δὲ καταπλαγεὶς πρὸς τὴν ὄψιν οὐδὲ θωπείᾳ τι καταβαλὼν τοῦ φρονήματος, ἀθλητὴς ἕτοιμος ἦν καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὸν ἐν ἀμφοτέροις δυνατὸν ἀγωνίζεσθαι. Τὸ μὲν οὖν στάδιον τοιοῦτον, καὶ ὁ τῆς εὐσεβείας ἀγωνιστὴς τοσοῦτος: καὶ ἀγωνοθέτης, ἔνθεν μὲν Χριστός, τοῖς ἑαυτοῦ πάθεσι τὸν ἀθλητὴν ἐξοπλίζων, ἐκεῖθεν δὲ δεινὸς τύραννος, τῇ τῶν λόγων οἰκειότητι προσσαίνων καὶ τῷ τῆς ἐξουσίας ὄγκῳ δεδιττόμενος: θέατρον δὲ ἀμφοτέρωθεν, τῶν τε τῇ εὐσεβείᾳ λειπομένων ἔτι καὶ τῶν ὑπ' ἐκείνου συνηρπασμένων, ὅπη νεύσῃ τὰ κατ' αὐτοὺς ἀποσκοπούντων, ὅστις νικήσειε πλείω τὴν ἀγωνίαν ἐχόντων ἢ περὶ οὓς τὸ θέατρον.