ΛΟΓΟΣ Ηʹ. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.

 Αʹ. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυμάσομαι: οὐ μὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς: ἀλλ' ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς: ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια μόνον, ἀ

 Βʹ. Πάντων δ' ἀτοπώτατον, εἰ ἀποστερεῖν μέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ μικρὸν ἣ μεῖζον, οὐκ εὐαγὲς εἶναι θήσομε

 Γʹ. Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήμεθα, καὶ ἀναγκαῖον ἡμῖν αὐτοῖς ἀπεδείξαμεν ὄντα τὸν λόγον, φέρε, προσβῶμεν ἤδη τοῖς ἐγκωμίοις, τὸ μὲν περὶ τὴ

 Δʹ. Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡμῶν Ἀβραὰμ, καὶ τὴν ἐφ' ἡμῶν Σάῤῥαν Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον (καλὸν γὰρ μηδὲ τὰ ὀνόματα παρελθεῖν,

 Εʹ. Ἧς ὁ ποιμὴν ὁ καλὸς εὐξαμένης τε καὶ ὁδηγησάσης, καὶ παρ' ἧς ὁ τύπος τοῦ καλῶς ποιμαίνεσθαι: οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δ

 #2ʹ. Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιμον: ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρματα: παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλε

 Ζʹ. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω: καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ' ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνομάζω, κρείττονι ἢ κατὰ τοὺς πολ

 Ηʹ. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκε, καὶ τοσοῦτον ὑπερῆρε τὰς κατ' αὐτὴν ἁπάσας, ἵνα μὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστε εἰς

 Θʹ. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλα

 Ιʹ. Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν: ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ' ὅσαι σώφρονες ἀληθῶς καὶ κόσμιαι τὸν τρόπον: μέγα δὲ δοκεῖν πεποιήκ

 ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα: τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης

 ΙΒʹ. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτίζουσαν Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τ

 ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ

 ΙΔʹ. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασ

 ΙΕʹ. Ὤ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνοοῦντας Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχε

 Ι#2ʹ. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φ

 ΙΖʹ. Ἔκαμνεν αὐτῇ τὸ σῶμα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων: πύρωσις μὲν ἀθρόα παντὸς τοῦ σώματος, καὶ οἷον βρασμός τις, κ

 ΙΗʹ. Τί οὖν ἡ μεγάλη καὶ τῶν μεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν π

 ΙΘʹ. Τὰ μὲν δὴ τοῦ βίου τοιαῦτα: καὶ τὰ πλείω παραλελοίπαμεν διὰ τὴν συμμετρίαν τοῦ λόγου, καὶ τοῦ μὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφημίαν: τάχα δ'

 Κʹ. Αὐτῇ μὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεὰν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λαβόντες ἔχομεν. Μᾶλ

 ΚΑʹ. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πλη

 ΚΒʹ. Ἀλλ' οἷόν με μικρὸν τῶν ἐκείνης παρέδραμεν! τάχα δ' ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευματικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦμα, καὶ ἡμῖν γν

 ΚΓʹ. Κρείσσω μὲν οὖν εὖ οἶδα καὶ μακρῷ τιμιώτερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία,

3.  Having now made a sufficient defence on these points, and shown how necessary it is for me to be the speaker, come, let me proceed with my eulogy, rejecting all daintiness and elegance of style (for she whom we are praising was unadorned and the absence of ornament was to her, beauty), and yet performing, as a most indispensable debt, all those funeral rites which are her due, and further instructing everyone in a zealous imitation of the same virtue, since it is my object in every word and action to promote the perfection of those committed to my charge.  The task of praising the country and family of our departed one I leave to another, more scrupulous in adhering to the rules of eulogy; nor will he lack many fair topics, if he wish to deck her with external ornaments, as men deck a splendid and beautiful form with gold and precious stones, and the artistic devices of the craftsman; which, while they accentuate ugliness by their contrast, can add no attractiveness to the beauty which surpasses them.  For my part, I will only conform to such rules so far as to allude to our common parents, for it would not be reverent to pass unnoticed the great blessing of having such parents and teachers, and then speedily direct my attention to herself, without further taxing the patience of those who are eager to learn what manner of woman she was.

Γʹ. Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήμεθα, καὶ ἀναγκαῖον ἡμῖν αὐτοῖς ἀπεδείξαμεν ὄντα τὸν λόγον, φέρε, προσβῶμεν ἤδη τοῖς ἐγκωμίοις, τὸ μὲν περὶ τὴν λέξιν γλαφυρὸν καὶ κομψὸν διαπτύσαντες (ἐπειδὴ καὶ ἀκαλλώπιστος ἡ ἐπαινουμένη, καὶ τοῦτο κάλλος αὐτῇ τὸ ἄκοσμον), τὴν δὲ ὀφειλομένην ὁσίαν ὡς ἄλλο τι χρέος τῶν ἀναγκαιοτάτων ἀποπληροῦντες, καὶ ἅμα τοὺς πολλοὺς εἰς ζῆλον καὶ μίμησιν τῆς αὐτῆς ἀρετῆς ἐκπαιδεύοντες, ἐπειδὴ τοῦτο ἡμῖν ἐν παντὶ καὶ λόγῳ καὶ ἔργῳ σπουδάζεται καταρτίζειν οὓς ἐπιστεύθημεν. Ἄλλος μὲν οὖν πατρίδα τῆς ἀπελθούσης ἐπαινείτω καὶ γένος, νόμους ἐγκωμίων αἰδούμενος: πάντως δὲ οὐκ ἀπορήσει πολλῶν καὶ καλῶν λόγων, εἰ βούλοιτο ταύτην κοσμεῖν καὶ τοῖς ἔξωθεν, ὥσπερ μορφὴν τιμίαν τε καὶ καλὴν χρυσῷ, καὶ λίθοις, καὶ τοῖς ἐκ τέχνης καὶ χειρὸς ὡραΐσμασιν: ἃ τὴν μὲν αἰσχρὰν ἐλέγχει τῇ παραθέσει, τῇ καλῇ δὲ οὐ προσθήκη κάλλους ἐστὶν ἡττώμενα. Ἐγὼ δὲ τοσοῦτον τῷ περὶ ταῦτα προσχρησάμενος νόμῳ, ὅσον τῶν κοινῶν γονέων ἐπιμνησθῆναι (καὶ γὰρ οὐδὲ ὅσιον παραδραμεῖν ἀγαθοῦ τοσούτου γεννήτοράς τε καὶ διδασκάλους), ἐπ' αὐτὴν ὡς τάχιστα τρέψω τὸν λόγον, καὶ οὐ ζημιώσω τῶν τὰ ἐκείνης ἐπιζητούντων τὸν πόθον.