ΛΟΓΟΣ Ηʹ. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.

 Αʹ. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυμάσομαι: οὐ μὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς: ἀλλ' ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς: ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια μόνον, ἀ

 Βʹ. Πάντων δ' ἀτοπώτατον, εἰ ἀποστερεῖν μέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ μικρὸν ἣ μεῖζον, οὐκ εὐαγὲς εἶναι θήσομε

 Γʹ. Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήμεθα, καὶ ἀναγκαῖον ἡμῖν αὐτοῖς ἀπεδείξαμεν ὄντα τὸν λόγον, φέρε, προσβῶμεν ἤδη τοῖς ἐγκωμίοις, τὸ μὲν περὶ τὴ

 Δʹ. Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡμῶν Ἀβραὰμ, καὶ τὴν ἐφ' ἡμῶν Σάῤῥαν Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον (καλὸν γὰρ μηδὲ τὰ ὀνόματα παρελθεῖν,

 Εʹ. Ἧς ὁ ποιμὴν ὁ καλὸς εὐξαμένης τε καὶ ὁδηγησάσης, καὶ παρ' ἧς ὁ τύπος τοῦ καλῶς ποιμαίνεσθαι: οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δ

 #2ʹ. Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιμον: ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρματα: παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλε

 Ζʹ. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω: καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ' ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνομάζω, κρείττονι ἢ κατὰ τοὺς πολ

 Ηʹ. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκε, καὶ τοσοῦτον ὑπερῆρε τὰς κατ' αὐτὴν ἁπάσας, ἵνα μὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστε εἰς

 Θʹ. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλα

 Ιʹ. Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν: ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ' ὅσαι σώφρονες ἀληθῶς καὶ κόσμιαι τὸν τρόπον: μέγα δὲ δοκεῖν πεποιήκ

 ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα: τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης

 ΙΒʹ. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτίζουσαν Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τ

 ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ

 ΙΔʹ. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασ

 ΙΕʹ. Ὤ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνοοῦντας Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχε

 Ι#2ʹ. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φ

 ΙΖʹ. Ἔκαμνεν αὐτῇ τὸ σῶμα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων: πύρωσις μὲν ἀθρόα παντὸς τοῦ σώματος, καὶ οἷον βρασμός τις, κ

 ΙΗʹ. Τί οὖν ἡ μεγάλη καὶ τῶν μεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν π

 ΙΘʹ. Τὰ μὲν δὴ τοῦ βίου τοιαῦτα: καὶ τὰ πλείω παραλελοίπαμεν διὰ τὴν συμμετρίαν τοῦ λόγου, καὶ τοῦ μὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφημίαν: τάχα δ'

 Κʹ. Αὐτῇ μὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεὰν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λαβόντες ἔχομεν. Μᾶλ

 ΚΑʹ. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πλη

 ΚΒʹ. Ἀλλ' οἷόν με μικρὸν τῶν ἐκείνης παρέδραμεν! τάχα δ' ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευματικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦμα, καὶ ἡμῖν γν

 ΚΓʹ. Κρείσσω μὲν οὖν εὖ οἶδα καὶ μακρῷ τιμιώτερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία,

9.  The divine Solomon, in his instructive wisdom, I mean his Proverbs, praises the woman6    Prov. xxxi. 10. who looks to her household and loves her husband, contrasting her with one who roams abroad, and is uncontrolled and dishonourable, and hunts for precious souls with wanton words and ways, while she manages well at home and bravely sets about her woman’s duties, as her hands hold the distaff, and she prepares two coats for her husband, buying a field in due season, and makes good provision for the food of her servants, and welcomes her friends at a liberal table; with all the other details in which he sings the praises of the modest and industrious woman.  Now, to praise my sister in these points would be to praise a statue for its shadow, or a lion for its claws, without allusion to its greatest perfections.  Who was more deserving of renown, and yet who avoided it so much and made herself inaccessible to the eyes of man?  Who knew better the due proportions of sobriety and cheerfulness, so that her sobriety should not seem inhuman, nor her tenderness immodest, but prudent in one, gentle in the other, her discretion was marked by a combination of sympathy and dignity?  Listen, ye women addicted to ease and display, who despise the veil of shamefastness.  Who ever so kept her eyes under control?  Who so derided laughter, that the ripple of a smile seemed a great thing to her?  Who more steadfastly closed her ears?  And who opened them more to the Divine words, or rather, who installed the mind as ruler of the tongue in uttering the judgments of God?  Who, as she, regulated her lips?

Θʹ. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλανωμένῃ, καὶ ἀκρατήτῳ, καὶ ἀτίμῳ, καὶ τιμίων ψυχὰς ἀγρευούσῃ ἐν πορνικοῖς καὶ σχήμασι καὶ ὀνόμασι, τὴν ἔσω καλῶς ἀναστρεφομένην, καὶ ἀνδριζομένην τὰ γυναικὸς, πρὸς ἄτρακτον μὲν ἀεὶ τὰς χεῖρας ἐρείδουσαν, καὶ δισσὰς τῷ ἀνδρὶ χλαίνας παρασκευάζουσαν: ὠνουμένην δὲ κατὰ καιρὸν γεώργιον, σιτηγοῦσαν δὲ καλῶς τοῖς οἰκέταις, πλήρει δὲ τραπέζῃ τοὺς φίλους δεξιουμένην, καὶ τἄλλα ὅσα τὴν σώφρονα καὶ φιλεργὸν ἐκεῖνος ἀνύμνησεν. Ἐγὼ δὲ εἰ ἀπὸ τούτων ἐπαινοίην τὴν ἀδελφὴν, ἀπὸ τῆς σκιᾶς ἂν ἐπαινοίην τὸν ἀνδριάντα, ἢ ἀπὸ τῶν ὀνύχων τὸν λέοντα, παρεὶς τὰ μείζω καὶ τελεώτερα. Τίς μὲν ἦν φαίνεσθαι μᾶλλον ἀξία; Τίς δὲ ἧττον ἐφάνη, καὶ ἀπρόσιτον ἐτήρησεν ἑαυτὴν ἀνδρῶν ὄψεσιν; Τίς μᾶλλον ἔγνω μέτρα κατηφείας τε καὶ φαιδρότητος, ὡς μήτε τὸ κατηφὲς ἀπάνθρωπον δοκεῖν, μήτε τὸ καθ' ἁπαλὸν ἀκόλαστον, ἀλλὰ τὸ μὲν συνετὸν, τὸ δὲ ἥμερον, καὶ ὅρον τοῦτο εἶναι κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ ἀναστήματι; Ἀκούετε τῶν γυναικῶν ὅσαι λίαν ἐπιδεικτικαὶ καὶ ῥᾴθυμοι, καὶ τὸ κάλυμμα τῆς αἰδοῦς ἀτιμάζουσαι. Τίς μὲν οὕτως ὀφθαλμὸν ἐσωφρόνισεν; Τίς δὲ τοσοῦτον γέλωτος κατεγέλασεν, ὡς μέγα δοκεῖν ἐκείνῃ καὶ ὁρμὴν μειδιάματος; Τίς μᾶλλον ἀκοῇ θύρας ἐπέθηκεν; τίς δὲ τοῖς θείοις λόγοις ἠνέῳξε, μᾶλλον δὲ, τίς νοῦν ἐπέστησεν ἡγεμόνα γλώσσῃ λαλεῖν τὰ τοῦ Θεοῦ δικαιώματα; Τίς τάξιν οὕτως ἐστείλατο χείλεσιν;