ΛΟΓΟΣ Ηʹ. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.

 Αʹ. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυμάσομαι: οὐ μὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς: ἀλλ' ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς: ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια μόνον, ἀ

 Βʹ. Πάντων δ' ἀτοπώτατον, εἰ ἀποστερεῖν μέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ μικρὸν ἣ μεῖζον, οὐκ εὐαγὲς εἶναι θήσομε

 Γʹ. Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήμεθα, καὶ ἀναγκαῖον ἡμῖν αὐτοῖς ἀπεδείξαμεν ὄντα τὸν λόγον, φέρε, προσβῶμεν ἤδη τοῖς ἐγκωμίοις, τὸ μὲν περὶ τὴ

 Δʹ. Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡμῶν Ἀβραὰμ, καὶ τὴν ἐφ' ἡμῶν Σάῤῥαν Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον (καλὸν γὰρ μηδὲ τὰ ὀνόματα παρελθεῖν,

 Εʹ. Ἧς ὁ ποιμὴν ὁ καλὸς εὐξαμένης τε καὶ ὁδηγησάσης, καὶ παρ' ἧς ὁ τύπος τοῦ καλῶς ποιμαίνεσθαι: οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δ

 #2ʹ. Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιμον: ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρματα: παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλε

 Ζʹ. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω: καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ' ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνομάζω, κρείττονι ἢ κατὰ τοὺς πολ

 Ηʹ. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκε, καὶ τοσοῦτον ὑπερῆρε τὰς κατ' αὐτὴν ἁπάσας, ἵνα μὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστε εἰς

 Θʹ. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλα

 Ιʹ. Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν: ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ' ὅσαι σώφρονες ἀληθῶς καὶ κόσμιαι τὸν τρόπον: μέγα δὲ δοκεῖν πεποιήκ

 ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα: τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης

 ΙΒʹ. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτίζουσαν Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τ

 ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ

 ΙΔʹ. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασ

 ΙΕʹ. Ὤ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνοοῦντας Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχε

 Ι#2ʹ. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φ

 ΙΖʹ. Ἔκαμνεν αὐτῇ τὸ σῶμα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων: πύρωσις μὲν ἀθρόα παντὸς τοῦ σώματος, καὶ οἷον βρασμός τις, κ

 ΙΗʹ. Τί οὖν ἡ μεγάλη καὶ τῶν μεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν π

 ΙΘʹ. Τὰ μὲν δὴ τοῦ βίου τοιαῦτα: καὶ τὰ πλείω παραλελοίπαμεν διὰ τὴν συμμετρίαν τοῦ λόγου, καὶ τοῦ μὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφημίαν: τάχα δ'

 Κʹ. Αὐτῇ μὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεὰν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λαβόντες ἔχομεν. Μᾶλ

 ΚΑʹ. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πλη

 ΚΒʹ. Ἀλλ' οἷόν με μικρὸν τῶν ἐκείνης παρέδραμεν! τάχα δ' ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευματικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦμα, καὶ ἡμῖν γν

 ΚΓʹ. Κρείσσω μὲν οὖν εὖ οἶδα καὶ μακρῷ τιμιώτερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία,

11.  Enough of such topics.  Of her prudence and piety no adequate account can be given, nor many examples found besides those of her natural and spiritual parents, who were her only models, and of whose virtue she in no wise fell short, with this single exception most readily admitted, that they, as she both knew and acknowledged, were the source of her goodness, and the root of her own illumination.  What could be keener than the intellect of her who was recognized as a common adviser not only by those of her family, those of the same people and of the one fold, but even by all men round about, who treated her counsels and advice as a law not to be broken?  What more sagacious than her words?  What more prudent than her silence?  Having mentioned silence, I will proceed to that which was most characteristic of her, most becoming to women, and most serviceable to these times.  Who had a fuller knowledge of the things of God, both from the Divine oracles, and from her own understanding?  But who was less ready to speak, confining herself within the due limits of women?  Moreover, as was the bounden duty of a woman who has learned true piety, and that which is the only honourable object of insatiate desire, who, as she, adorned temples with offerings, both others and this one, which will hardly, now she is gone, be so adorned again?  Or rather, who so presented herself to God as a living temple?  Who again paid such honor to Priests, especially to him who was her fellow soldier and teacher of piety, whose are the good seeds, and the pair of children consecrated to God.

ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα: τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης καὶ κατὰ σάρκα καὶ κατὰ πνεῦμα πατέρων, πρὸς οὓς μόνους ὁρῶσα, καὶ ὧν οὐδὲν ἐλαττουμένη τὴν ἀρετὴν, ἑνὶ τούτῳ καὶ μόνον ἡττᾶτο καὶ πάνυ προθύμως, ὅτι παρ' ἐκείνων τὸ ἀγαθὸν, κἀκείνους ῥίζαν καὶ ᾔδει καὶ ὡμολόγει τῆς οἰκείας ἐλλάμψεως. Τί μὲν τῆς διανοίας ἐκείνης ὀξύτερον, ἥν γε καὶ κοινὴν σύμβουλον οὐχ οἱ ἐκ γένους μόνον, οὐδ' οἱ ἐκ τοῦ αὐτοῦ λαοῦ, καὶ τῆς μιᾶς μάνδρας, ἀλλὰ καὶ οἱ κύκλῳ δὲ πάντες ἐγίνωσκον, καὶ νόμον ἄλυτον τὰς ἐκείνης ἐποιοῦντο ὑποθήκας καὶ παραινέσεις; Τί δὲ τῶν λόγων ἐκείνων εὐστοχώτερον; τί δὲ τῆς σιωπῆς συνετώτερον; Ἀλλ' ἐπειδή γε σιωπῆς ἐμνήσθην, προσθήσω τὸ οἰκειότατον ἐκείνης, καὶ γυναιξὶ πρεπωδέστατον, καὶ τῷ παρόντι καιρῷ χρησιμώτατον. Τίς μὲν ἔγνω τὰ περὶ Θεοῦ μᾶλλον ἔκ τε τῶν θείων λογίων καὶ τῆς οἰκείας συνέσεως; Τίς δὲ ἧττον ἐφθέγξατο ἐν τοῖς γυναικείοις ὅροις τῆς εὐσεβείας μείνασα; Ὃ δ' οὖν ὠφείλετο τῇ γε ἀληθῶς εὐσεβεῖν ἐγνωκυίᾳ, καὶ οὗ καλὴ μόνον ἡ ἀπληστία, τίς μὲν ἀναθήμασιν οὕτω ναοὺς κατεκόσμησεν, ἄλλους τε καὶ τὸν οὐκ οἶδ' εἰ μετ' ἐκείνην κοσμηθησόμενον; Μᾶλλον δὲ, τίς οὕτω ναὸν ἑαυτὸν τῷ Θεῷ ζῶντα παρέστησεν; Τίς δὲ τοσοῦτον ἐδόξασεν ἱερέας, ἄλλους τε καὶ τὸν ἐκείνῃ τῆς εὐσεβείας συναγωνιστὴν καὶ διδάσκαλον, οὗ τὰ καλὰ σπέρματα καὶ ἡ καθιερωμένη τῶν τέκνων τῷ Θεῷ συζυγία;