ΛΟΓΟΣ Ηʹ. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.

 Αʹ. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυμάσομαι: οὐ μὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς: ἀλλ' ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς: ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια μόνον, ἀ

 Βʹ. Πάντων δ' ἀτοπώτατον, εἰ ἀποστερεῖν μέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ μικρὸν ἣ μεῖζον, οὐκ εὐαγὲς εἶναι θήσομε

 Γʹ. Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήμεθα, καὶ ἀναγκαῖον ἡμῖν αὐτοῖς ἀπεδείξαμεν ὄντα τὸν λόγον, φέρε, προσβῶμεν ἤδη τοῖς ἐγκωμίοις, τὸ μὲν περὶ τὴ

 Δʹ. Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡμῶν Ἀβραὰμ, καὶ τὴν ἐφ' ἡμῶν Σάῤῥαν Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον (καλὸν γὰρ μηδὲ τὰ ὀνόματα παρελθεῖν,

 Εʹ. Ἧς ὁ ποιμὴν ὁ καλὸς εὐξαμένης τε καὶ ὁδηγησάσης, καὶ παρ' ἧς ὁ τύπος τοῦ καλῶς ποιμαίνεσθαι: οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δ

 #2ʹ. Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιμον: ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρματα: παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλε

 Ζʹ. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω: καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ' ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνομάζω, κρείττονι ἢ κατὰ τοὺς πολ

 Ηʹ. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκε, καὶ τοσοῦτον ὑπερῆρε τὰς κατ' αὐτὴν ἁπάσας, ἵνα μὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστε εἰς

 Θʹ. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλα

 Ιʹ. Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν: ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ' ὅσαι σώφρονες ἀληθῶς καὶ κόσμιαι τὸν τρόπον: μέγα δὲ δοκεῖν πεποιήκ

 ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα: τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης

 ΙΒʹ. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτίζουσαν Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τ

 ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ

 ΙΔʹ. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασ

 ΙΕʹ. Ὤ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνοοῦντας Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχε

 Ι#2ʹ. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φ

 ΙΖʹ. Ἔκαμνεν αὐτῇ τὸ σῶμα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων: πύρωσις μὲν ἀθρόα παντὸς τοῦ σώματος, καὶ οἷον βρασμός τις, κ

 ΙΗʹ. Τί οὖν ἡ μεγάλη καὶ τῶν μεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν π

 ΙΘʹ. Τὰ μὲν δὴ τοῦ βίου τοιαῦτα: καὶ τὰ πλείω παραλελοίπαμεν διὰ τὴν συμμετρίαν τοῦ λόγου, καὶ τοῦ μὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφημίαν: τάχα δ'

 Κʹ. Αὐτῇ μὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεὰν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λαβόντες ἔχομεν. Μᾶλ

 ΚΑʹ. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πλη

 ΚΒʹ. Ἀλλ' οἷόν με μικρὸν τῶν ἐκείνης παρέδραμεν! τάχα δ' ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευματικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦμα, καὶ ἡμῖν γν

 ΚΓʹ. Κρείσσω μὲν οὖν εὖ οἶδα καὶ μακρῷ τιμιώτερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία,

13.  But amid these tokens of incredible magnanimity, she did not surrender her body to luxury, and unrestrained pleasures of the appetite, that raging and tearing dog, as though presuming upon her acts of benevolence, as most men do, who redeem their luxury by compassion to the poor, and instead of healing evil with good, receive evil as a recompense for their good deeds.  Nor did she, while subduing her dust9    Her dust, i.e. her body. by fasting, leave to another the medicine of hard lying; nor, while she found this of spiritual service, was she less restrained in sleep than anyone else; nor, while regulating her life on this point as if freed from the body, did she lie upon the ground, when others were passing the night erect, as the most mortified men struggle to do.  Nay in this respect she was seen to surpass not only women, but the most devoted of men, by her intelligent chanting of the psalter, her converse with, and unfolding and apposite recollection of, the Divine oracles, her bending of her knees which had grown hard and almost taken root in the ground, her tears to cleanse her stains with contrite heart and spirit of lowliness, her prayer rising heavenward, her mind freed from wandering in rapture; in all these, or in any one of them, is there man or woman who can boast of having surpassed her?  Besides, it is a great thing to say, but it is true, that while she was zealous in her endeavour after some points of excellence, of others she was the paragon:  of some she was the discoverer, in others she excelled.  And if in some single particular she was rivalled, her superiority consists in her complete grasp of all.  Such was her success in all points, as none else attained even in a moderate degree in one:  to such perfection did she attain in each particular, that any one might of itself have supplied the place of all.

ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ καὶ σπαράττοντι, ὡς ἂν θαῤῥοῦσα ταῖς εὐποιίαις, ὅπερ πάσχουσιν οἱ πολλοὶ, τῆς εἰς τοὺς πένητας εὐσπλαγχνίας τὸ τρυφᾷν ἐξωνούμενοι, καὶ οὐ καλῷ τὸ κακὸν ἰώμενοι, καλοῦ δὲ τὸ φαῦλον ἀντιλαμβάνοντες: ἢ νηστείαις μὲν τὸν χοῦν κατεπάλαισεν, ἑτέρῳ δὲ τὸ τῆς χαμευνίας παρῆκε φάρμακον: ἢ τοῦτο μὲν ἐξεῦρε τῇ ψυχῇ τὸ βοήθημα, ὕπνῳ δὲ μέτρον ἧττον ἑτέρου τινὸς ἐπέθηκεν: ἢ τοῦτο μὲν ἐνομοθέτησεν ὥσπερ ἀσώματος, ἐκλίθη δὲ εἰς γῆν, ἑτέρων παννυχιζόντων ἐν ὀρθῷ σώματι, ὃ δὴ μάλιστα φιλοσόφων ἀνδρῶν τὸ ἀγώνισμα: ἢ τοῦτο μὲν οὐ μόνον γυναικῶν, ἀλλὰ καὶ ἀνδρῶν ὤφθη τῶν γενναιοτάτων ἀνδρικώτερα, ψαλμῳδίας δὲ τόνον ἔμφρονα, ἢ θείων λογίων ἔντευξιν, ἢ ἀνάπτυξιν, ἢ μνήμην εὔκαιρον, ἢ κλίσιν γονάτων κατεσκληκότων, ἢ ὥσπερ τῷ ἐδάφει συμπεφυκότων, ἢ δάκρυον ῥύπου καθάρσιον ἐν καρδίᾳ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως, ἢ εὐχὴν ἄνω τιθεῖσαν, καὶ νοῦν ἀπλανῆ καὶ μετάρσιον: ταῦτα πάντα, ἢ τούτων τί ἐστιν ὅστις ἀνδρῶν ἢ γυναικῶν ἐκείνην ὑπερβεβηκέναι καυχήσαιτο; Ἀλλ' ἐκεῖνο μέγα μὲν εἰπεῖν, ἀληθὲς δὲ, ὅτι τὸ μὲν ἐζήλου τῶν καλῶν, τοῦ δὲ ἦν ζῆλος: καὶ τὸ μὲν εὗρε, τὸ δὲ ἐνίκησεν. Καὶ εἰ καθ' ἕν τι τούτων ἔσχε τὸ ἁμιλλώμενον, ἀλλὰ τῷ γε μία τὰ πάντα συλλαβεῖν, πάντων ἐκράτησεν. Οὕτω μὲν τὰ πάντα κατορθώσασα, ὡς οὐδεὶς ἄλλος ἓν καὶ μετρίως: οὕτω δ' εἰς ἄκρον ἕκαστον, ὥστε καὶ ἀντὶ πάντων ἓν ἐξαρκεῖν καὶ μόνον.