ΛΟΓΟΣ Ηʹ. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.

 Αʹ. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυμάσομαι: οὐ μὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς: ἀλλ' ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς: ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια μόνον, ἀ

 Βʹ. Πάντων δ' ἀτοπώτατον, εἰ ἀποστερεῖν μέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ μικρὸν ἣ μεῖζον, οὐκ εὐαγὲς εἶναι θήσομε

 Γʹ. Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήμεθα, καὶ ἀναγκαῖον ἡμῖν αὐτοῖς ἀπεδείξαμεν ὄντα τὸν λόγον, φέρε, προσβῶμεν ἤδη τοῖς ἐγκωμίοις, τὸ μὲν περὶ τὴ

 Δʹ. Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡμῶν Ἀβραὰμ, καὶ τὴν ἐφ' ἡμῶν Σάῤῥαν Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον (καλὸν γὰρ μηδὲ τὰ ὀνόματα παρελθεῖν,

 Εʹ. Ἧς ὁ ποιμὴν ὁ καλὸς εὐξαμένης τε καὶ ὁδηγησάσης, καὶ παρ' ἧς ὁ τύπος τοῦ καλῶς ποιμαίνεσθαι: οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δ

 #2ʹ. Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιμον: ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρματα: παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλε

 Ζʹ. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω: καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ' ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνομάζω, κρείττονι ἢ κατὰ τοὺς πολ

 Ηʹ. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκε, καὶ τοσοῦτον ὑπερῆρε τὰς κατ' αὐτὴν ἁπάσας, ἵνα μὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστε εἰς

 Θʹ. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλα

 Ιʹ. Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν: ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ' ὅσαι σώφρονες ἀληθῶς καὶ κόσμιαι τὸν τρόπον: μέγα δὲ δοκεῖν πεποιήκ

 ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα: τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης

 ΙΒʹ. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτίζουσαν Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τ

 ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ

 ΙΔʹ. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασ

 ΙΕʹ. Ὤ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνοοῦντας Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχε

 Ι#2ʹ. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φ

 ΙΖʹ. Ἔκαμνεν αὐτῇ τὸ σῶμα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων: πύρωσις μὲν ἀθρόα παντὸς τοῦ σώματος, καὶ οἷον βρασμός τις, κ

 ΙΗʹ. Τί οὖν ἡ μεγάλη καὶ τῶν μεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν π

 ΙΘʹ. Τὰ μὲν δὴ τοῦ βίου τοιαῦτα: καὶ τὰ πλείω παραλελοίπαμεν διὰ τὴν συμμετρίαν τοῦ λόγου, καὶ τοῦ μὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφημίαν: τάχα δ'

 Κʹ. Αὐτῇ μὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεὰν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λαβόντες ἔχομεν. Μᾶλ

 ΚΑʹ. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πλη

 ΚΒʹ. Ἀλλ' οἷόν με μικρὸν τῶν ἐκείνης παρέδραμεν! τάχα δ' ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευματικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦμα, καὶ ἡμῖν γν

 ΚΓʹ. Κρείσσω μὲν οὖν εὖ οἶδα καὶ μακρῷ τιμιώτερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία,

16.  O remarkable and wonderful disaster!  O injury more noble than security!  O prophecy, “He hath smitten, and He will bind us up, and revive us, and after three days He will raise us up,”13    Hos. vi. 1, 2. portending indeed, as it did, a greater and more sublime event, yet no less applicable to Gorgonia’s sufferings!  This then, notorious to all, even to those afar off, for the wonder spread to all, and the lesson was stored up in the tongues and ears of all, with the other wonderful works and powers of God.  But the following incident, hitherto unknown and concealed from most men by the Christian principle I spoke of, and her pious shrinking from vanity and display, dost thou bid me tell, O best14    O best, &c.  Faustinus, bishop of Iconium, must have been present, and S. Gregory, having asked his permission to relate the incident, looks towards him awaiting some sign of his assent. and most perfect of shepherds, pastor of this holy sheep, and dost thou further give thy assent to it, since to us alone has this secret been entrusted, and we were mutual witnesses of the marvel, or are we still to keep our faith to her who is gone?  Yet I do think, that as that was the time to be silent, this is the time to manifest it, not only for the glory of God, but also for the consolation of those in affliction.

Ι#2ʹ. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φέροντος μὲν εἰς μεῖζον καὶ μυστικώτερον, ὥσπερ οὖν ἤνεγκεν, οὐχ ἧττον δὲ τοῖς ταύτης ἁρμόζοντος πάθεσι! Τοῦτο μὲν οὖν, ὃ πᾶσι πρόδηλον καὶ τοῖς πόῤῥωθεν, ἐπεὶ καὶ εἰς πάντας τὸ θαῦμα διῆλθε, καὶ ἐν ταῖς πάντων κεῖται γλώσσαις καὶ ἀκοαῖς τὸ διήγημα μετὰ τῶν ἄλλων τοῦ Θεοῦ θαυμασίων τε καὶ δυνάμεων. Τὸ δὲ μέχρι νῦν ἀγνοούμενον τοῖς πολλοῖς καὶ κρυπτόμενον δι' ἣν εἶπον φιλοσοφίαν, καὶ τὸ τῆς εὐσεβείας ἄτυφόν τε καὶ ἀκαλλώπιστον, εἴπω κελεύεις, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, ὁ τοῦ ἱεροῦ προβάτου ἐκείνου ποιμὴν, καὶ τοῦτο νεύεις λοιπόν; Ἐπειδὴ καὶ μόνοι τὸ μυστήριον ἐπιστεύθημεν, καὶ μάρτυρες ἀλλήλοις ἐσμὲν τοῦ θαύματος: ἢ ἔτι τῇ ἀπελθούσῃ τὴν πίστιν φυλάξωμεν; Ἀλλά μοι δοκεῖ, ὥσπερ τότε καιρὸς εἶναι τῆς σιωπῆς, οὕτω νῦν τῆς ἐξαγορεύσεως, οὐ μόνον εἰς τὴν τοῦ Θεοῦ δόξαν, ἀλλὰ καὶ εἰς παράκλησιν τῶν ἐν θλίψεσιν.