ΛΟΓΟΣ Ηʹ. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.

 Αʹ. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυμάσομαι: οὐ μὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς: ἀλλ' ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς: ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια μόνον, ἀ

 Βʹ. Πάντων δ' ἀτοπώτατον, εἰ ἀποστερεῖν μέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ μικρὸν ἣ μεῖζον, οὐκ εὐαγὲς εἶναι θήσομε

 Γʹ. Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήμεθα, καὶ ἀναγκαῖον ἡμῖν αὐτοῖς ἀπεδείξαμεν ὄντα τὸν λόγον, φέρε, προσβῶμεν ἤδη τοῖς ἐγκωμίοις, τὸ μὲν περὶ τὴ

 Δʹ. Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡμῶν Ἀβραὰμ, καὶ τὴν ἐφ' ἡμῶν Σάῤῥαν Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον (καλὸν γὰρ μηδὲ τὰ ὀνόματα παρελθεῖν,

 Εʹ. Ἧς ὁ ποιμὴν ὁ καλὸς εὐξαμένης τε καὶ ὁδηγησάσης, καὶ παρ' ἧς ὁ τύπος τοῦ καλῶς ποιμαίνεσθαι: οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δ

 #2ʹ. Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιμον: ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρματα: παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλε

 Ζʹ. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω: καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ' ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνομάζω, κρείττονι ἢ κατὰ τοὺς πολ

 Ηʹ. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκε, καὶ τοσοῦτον ὑπερῆρε τὰς κατ' αὐτὴν ἁπάσας, ἵνα μὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστε εἰς

 Θʹ. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλα

 Ιʹ. Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν: ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ' ὅσαι σώφρονες ἀληθῶς καὶ κόσμιαι τὸν τρόπον: μέγα δὲ δοκεῖν πεποιήκ

 ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα: τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης

 ΙΒʹ. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτίζουσαν Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τ

 ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ

 ΙΔʹ. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασ

 ΙΕʹ. Ὤ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνοοῦντας Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχε

 Ι#2ʹ. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φ

 ΙΖʹ. Ἔκαμνεν αὐτῇ τὸ σῶμα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων: πύρωσις μὲν ἀθρόα παντὸς τοῦ σώματος, καὶ οἷον βρασμός τις, κ

 ΙΗʹ. Τί οὖν ἡ μεγάλη καὶ τῶν μεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν π

 ΙΘʹ. Τὰ μὲν δὴ τοῦ βίου τοιαῦτα: καὶ τὰ πλείω παραλελοίπαμεν διὰ τὴν συμμετρίαν τοῦ λόγου, καὶ τοῦ μὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφημίαν: τάχα δ'

 Κʹ. Αὐτῇ μὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεὰν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λαβόντες ἔχομεν. Μᾶλ

 ΚΑʹ. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πλη

 ΚΒʹ. Ἀλλ' οἷόν με μικρὸν τῶν ἐκείνης παρέδραμεν! τάχα δ' ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευματικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦμα, καὶ ἡμῖν γν

 ΚΓʹ. Κρείσσω μὲν οὖν εὖ οἶδα καὶ μακρῷ τιμιώτερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία,

21.  And now when she had all things to her mind, and nothing was lacking of her desires, and the appointed time drew nigh, being thus prepared for death and departure, she fulfilled the law which prevails in such matters, and took to her bed.  After many injunctions to her husband, her children, and her friends, as was to be expected from one who was full of conjugal, maternal, and brotherly love, and after making her last day a day of solemn festival with brilliant discourse upon the things above, she fell asleep, full not of the days of man, for which she had no desire, knowing them to be evil for her, and mainly occupied with our dust and wanderings, but more exceedingly full of the days of God, than I imagine any one even of those who have departed in a wealth of hoary hairs, and have numbered many terms of years.  Thus she was set free, or, it is better to say, taken to God, or flew away, or changed her abode, or anticipated by a little the departure of her body.

ΚΑʹ. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πληροῖ τὸν περὶ ταῦτα νόμον διὰ τῆς κατακλίσεως. Ἐπισκήψασα δὲ καὶ ἀνδρὶ, καὶ τέκνοις, καὶ φίλοις, ὅσα εἰκὸς τὴν φίλανδρον, καὶ φιλότεκνον, καὶ φιλάδελφον, καὶ λαμπρῶς περὶ τῶν ἐκεῖθεν φιλοσοφήσασα, καὶ πανηγύρεως ἡμέραν ποιησαμένη τὴν τελευταίαν, κοιμᾶται, πλήρης μὲν οὐ τῶν κατὰ ἄνθρωπον ἡμερῶν, ὅ τι μηδὲ συνηύχετο, ταύτας ἑαυτῇ πονηρὰς εἰδυῖα, καὶ τὰ πολλὰ μετὰ τοῦ χοὸς καὶ τῆς πλάνης, τῶν δὲ κατὰ Θεὸν καὶ λίαν πλήρης, ὡς οὐκ οἶδ' εἴ τις ῥᾳδίως τῶν ἐν πλουσίᾳ τῇ πολιᾷ καταλυσάντων, καὶ πολλὰς ἐτῶν περιόδους ἀριθμησάντων. Οὕτως ἐκείνη λύεται, ἢ προσλαμβάνεται, κρεῖσσον εἰπεῖν, ἢ ἀφίπταται, ἢ μετοικίζεται, ἢ μικρὸν προαποδημεῖ τοῦ σώματος.