ΛΟΓΟΣ Ι2ʹ. Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης.

 Αʹ. Τί λύετε τάξιν ἐπαινουμένην τί βιάζεσθε γλῶσσαν νόμῳ δουλεύουσαν τί προκαλεῖσθε λόγον εἴκοντα πνεύματι τί τὴν κεφαλὴν ἀφέντες, ἐπὶ τοὺς πόδας ἐ

 Βʹ. Καὶ οὔπω λέγω τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἣν ὁ θαυμάσιος ὅδε γεωργὸς καὶ ποιμὴν τὰ πρῶτα φέρεται. Σοφία πρώτη, βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρμ

 Γʹ. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη τῆς ἐν λόγῳ ζωγραφουμένης: καὶ πλοῦτος, ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν: καὶ σοφία, οὐχ ἡ τῷ λό

 Δʹ. Μὴ τοίνυν ἀποκλείσῃς γλῶσσαν τὴν πολλὰ φθεγξαμένην καλῶς, ἧς οἱ καρποὶ πολλοὶ, καὶ πολλὰ τὰ τῆς δικαιοσύνης γεννήματα: ἧς πόσα τὰ τέκνα, καὶ τίνες

 Εʹ. Εἰπὲ, πόθεν αἱ τοιαῦται πληγαὶ καὶ μάστιγες καὶ τίς ὁ περὶ ταῦτα λόγος Πότερον κίνησίς τις τοῦ παντὸς ἄτακτος, καὶ ἀνώμαλος, καὶ ἀκυβέρνητος φορ

 #2ʹ. Δεινὸν ἀφορία γῆς, καὶ καρπῶν ἀπώλεια: πῶς δὲ οὒ, ἤδη ταῖς ἐλπίσιν εὐφραινόντων, καὶ ταῖς ἀποθήκαις πλησιαζόντων Καὶ δεινὸν ἄωρος θερισμὸς, καὶ

 Ζʹ. Οἶδα στιλβουμένην ῥομφαίαν, καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, ἐξουθενεῖν, ἀτεκνοῦν κελευομένην, ἕως σαρκῶν, καὶ μυελῶν, καὶ ὀστέων μὴ

 Ηʹ. Τί ποιήσομεν ἐν ἡμέρᾳ ἐπαγωγῆς, ᾗ με ἐκφοβεῖ τις τῶν προφητῶν, εἴτε δικαιολογίας τοῦ Θεοῦ πρὸς ἡμᾶς, εἴτε τῆς ἐπὶ τῶν ὀρέων καὶ βουνῶν, ὅπερ ἠκούσ

 Θʹ. Ἐκεῖ δὲ τίς συνήγορος ποῖα σκῆψις τίς ψευδὴς ἀπολογία ποία πιθανότης ἔντεχνος τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ

 Ιʹ. Νῦν δὲ τί ποιήσωμεν, ἀδελφοὶ, συντετριμμένοι, καὶ τεταπεινωμένοι, καὶ μεθύοντες, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, τοῦ πρὸς ὀλίγον σαλεύοντος καὶ σκ

 ΙΑʹ. Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου: ταῦτα τυχὸν ἐρεῖ πρὸς ἐμὲ, τὸν μηδὲ ταῖς πληγαῖς νουθετούμενον: ὁ ἀθετῶν ἀθετεῖ: ὁ ἀ

 ΙΒʹ. Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα: Ἐπάταξα ὑμ

 ΙΓʹ. Τούτοις ἐγὼ τοῖς λόγοις ἕλκω τὸν ἔλεον: εἰ δὲ καὶ ὁλοκαυτώμασιν ἢ θυσίαις ἦν ἐξιλάσασθαι περὶ τῆς ὀργῆς, οὐδὲ τούτων ἂν ἐφεισάμην. Ὑμεῖς δὲ καὶ α

 ΙΔʹ. Δεῦτε οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Στησώμεθα κοινὸν πένθος, κατά τε ἡλ

 ΙΕʹ. Γνῶμεν, ὅτι τὸ μὲν μηδὲν ἁμαρτεῖν, ὄντως ὑπὲρ ἄνθρωπον, καὶ μόνου Θεοῦ: ἐῶ γὰρ περὶ ἀγγέλων τι λέγειν, μὴ δῶμεν καιρὸν τοῖς πάθεσι, καὶ θύραν πον

 Ι#2ʹ. Φοβερὸν μὲν οὖν, ἀδελφοὶ, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος: φοβερὸν δὲ τὸ πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, καὶ πανωλεθρίᾳ τὴν κακίαν ἐξαφαν

 ΙΖʹ. Πλὴν ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν. Πόθεν ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆκαι, καὶ νομὴ ποιμνίων ἐξέλιπεν, ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς, οὐκ

 ΙΗʹ. Ὁ μέν τις ἡμῶν ἐξέθλιψε πένητα, καὶ μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ

 ΙΘʹ. Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ σιτῶναι, καὶ σιτοκάπηλοι, καὶ τηροῦντες τὰς τῶν καιρῶν δυσκολίας, ἵν' εὐπορήσωμεν, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφ

 Κʹ. Ταῦτα συμφιλοσόφησον ἡμῖν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, καὶ πολλὴν ἐμπειρίαν τῷ μακρῷ χρόνῳ συλλεξαμένη, ἐξ ἧς σοφία γίνεται. Τούτοις τὸν λαόν σου κατά

1.  Why do you infringe upon the approved order of things?  Why would you do violence to a tongue which is under obligation to the law?  Why do you challenge a speech which is in subjection to the Spirit?  Why, when you have excused the head, have you hastened to the feet?  Why do you pass by Aaron1    Aaron, S. Gregory the elder.  Eleazar, S. Gregory Nazianzen. and urge forward Eleazar?  I cannot allow the fountain to be dammed up, while the rivulet runs its course; the sun to be hidden, while the star shines forth; hoar hairs to be in retirement, while youth lays down the law; wisdom to be silent, while inexperience speaks with assurance.  A heavy rain is not always more useful than a gentle shower.  Nay, indeed, if it be too violent, it sweeps away the earth, and increases the proportion of the farmer’s loss:  while a gentle fall, which sinks deep, enriches the soil, benefits the tiller and makes the corn grow to a fine crop.  So the fluent speech is not more profitable than the wise.  For the one, though it perhaps gave a slight pleasure, passes away, and is dispersed as soon, and with as little effect, as the air on which it struck, though it charms with its eloquence the greedy ear.  But the other sinks into the mind, and opening wide its mouth, fills it2    Ps. lxxxi. 11. with the Spirit, and, showing itself nobler than its origin, produces a rich harvest by a few syllables.

Αʹ. Τί λύετε τάξιν ἐπαινουμένην; τί βιάζεσθε γλῶσσαν νόμῳ δουλεύουσαν; τί προκαλεῖσθε λόγον εἴκοντα πνεύματι; τί τὴν κεφαλὴν ἀφέντες, ἐπὶ τοὺς πόδας ἐσπεύσατε; τί τὸν Ἀρὼν παρατρέχοντες, τὸν Ἐλεάζαρ προβάλλεσθε; Οὐ δέχομαι πηγὴν φράσσεσθαι, καὶ χείμαῤῥον φέρεσθαι: ἥλιον κρύπτεσθαι, καὶ ἀστέρα δείκνυσθαι: τὴν πολιὰν ὑποχωρεῖν, καὶ τὴν νεότητα νομοθετεῖν: τὴν σοφίαν σιωπᾷν, καὶ τὴν ἀπειρίαν νεανιεύεσθαι. Οὔτε ὑετοῦ πάντως ὁ πλείων, τοῦ ἐλάττονος χρησιμώτερος: τί γάρ; Εἰ ὁ μὲν σφοδρότερος ὢν, παρασύρει τὴν γῆν, καὶ προσζημιοῖ τῷ κεφαλαίῳ τὸν γεωργόν: ὁ δὲ ἠρέμα χεόμενος, καὶ εἰς τὰ βάθη δυόμενος, πιαίνει τὴν ἄρουραν, καὶ ὀνίνησι τὸν ἀρόσαντα, καὶ τρέφει στάχυν εἰς καρπὸν ὥριμον. Οὔτε ἐν λόγοις ὁ δαψιλέστερος, τοῦ σοφωτέρου λυσιτελέστερος. Ὁ μὲν γὰρ ἴσως ὀλίγον εὐφράνας ἀπῆλθε, καὶ ὁμοῦ τῷ πληγέντι ἀέρι διελύθη, μηδὲν δυνηθεὶς ὑπὲρ τοῦτο, καὶ τὴν λίχνον ἀκοὴν τῇ εὐγλωττίᾳ κατεγοήτευσεν. Ὁ δὲ εἰς τὸν νοῦν διέβη καὶ πλατύνας τὸ στόμα ἐπλήρωσε Πνεύματος, καὶ τῆς γεννήσεως ὤφθη μακρότερος, καὶ πολλὰ ἐν ὀλίγαις συλλαβαῖς ἐγεώργησε.