ΛΟΓΟΣ Ι2ʹ. Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης.

 Αʹ. Τί λύετε τάξιν ἐπαινουμένην τί βιάζεσθε γλῶσσαν νόμῳ δουλεύουσαν τί προκαλεῖσθε λόγον εἴκοντα πνεύματι τί τὴν κεφαλὴν ἀφέντες, ἐπὶ τοὺς πόδας ἐ

 Βʹ. Καὶ οὔπω λέγω τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἣν ὁ θαυμάσιος ὅδε γεωργὸς καὶ ποιμὴν τὰ πρῶτα φέρεται. Σοφία πρώτη, βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρμ

 Γʹ. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη τῆς ἐν λόγῳ ζωγραφουμένης: καὶ πλοῦτος, ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν: καὶ σοφία, οὐχ ἡ τῷ λό

 Δʹ. Μὴ τοίνυν ἀποκλείσῃς γλῶσσαν τὴν πολλὰ φθεγξαμένην καλῶς, ἧς οἱ καρποὶ πολλοὶ, καὶ πολλὰ τὰ τῆς δικαιοσύνης γεννήματα: ἧς πόσα τὰ τέκνα, καὶ τίνες

 Εʹ. Εἰπὲ, πόθεν αἱ τοιαῦται πληγαὶ καὶ μάστιγες καὶ τίς ὁ περὶ ταῦτα λόγος Πότερον κίνησίς τις τοῦ παντὸς ἄτακτος, καὶ ἀνώμαλος, καὶ ἀκυβέρνητος φορ

 #2ʹ. Δεινὸν ἀφορία γῆς, καὶ καρπῶν ἀπώλεια: πῶς δὲ οὒ, ἤδη ταῖς ἐλπίσιν εὐφραινόντων, καὶ ταῖς ἀποθήκαις πλησιαζόντων Καὶ δεινὸν ἄωρος θερισμὸς, καὶ

 Ζʹ. Οἶδα στιλβουμένην ῥομφαίαν, καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, ἐξουθενεῖν, ἀτεκνοῦν κελευομένην, ἕως σαρκῶν, καὶ μυελῶν, καὶ ὀστέων μὴ

 Ηʹ. Τί ποιήσομεν ἐν ἡμέρᾳ ἐπαγωγῆς, ᾗ με ἐκφοβεῖ τις τῶν προφητῶν, εἴτε δικαιολογίας τοῦ Θεοῦ πρὸς ἡμᾶς, εἴτε τῆς ἐπὶ τῶν ὀρέων καὶ βουνῶν, ὅπερ ἠκούσ

 Θʹ. Ἐκεῖ δὲ τίς συνήγορος ποῖα σκῆψις τίς ψευδὴς ἀπολογία ποία πιθανότης ἔντεχνος τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ

 Ιʹ. Νῦν δὲ τί ποιήσωμεν, ἀδελφοὶ, συντετριμμένοι, καὶ τεταπεινωμένοι, καὶ μεθύοντες, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, τοῦ πρὸς ὀλίγον σαλεύοντος καὶ σκ

 ΙΑʹ. Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου: ταῦτα τυχὸν ἐρεῖ πρὸς ἐμὲ, τὸν μηδὲ ταῖς πληγαῖς νουθετούμενον: ὁ ἀθετῶν ἀθετεῖ: ὁ ἀ

 ΙΒʹ. Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα: Ἐπάταξα ὑμ

 ΙΓʹ. Τούτοις ἐγὼ τοῖς λόγοις ἕλκω τὸν ἔλεον: εἰ δὲ καὶ ὁλοκαυτώμασιν ἢ θυσίαις ἦν ἐξιλάσασθαι περὶ τῆς ὀργῆς, οὐδὲ τούτων ἂν ἐφεισάμην. Ὑμεῖς δὲ καὶ α

 ΙΔʹ. Δεῦτε οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Στησώμεθα κοινὸν πένθος, κατά τε ἡλ

 ΙΕʹ. Γνῶμεν, ὅτι τὸ μὲν μηδὲν ἁμαρτεῖν, ὄντως ὑπὲρ ἄνθρωπον, καὶ μόνου Θεοῦ: ἐῶ γὰρ περὶ ἀγγέλων τι λέγειν, μὴ δῶμεν καιρὸν τοῖς πάθεσι, καὶ θύραν πον

 Ι#2ʹ. Φοβερὸν μὲν οὖν, ἀδελφοὶ, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος: φοβερὸν δὲ τὸ πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, καὶ πανωλεθρίᾳ τὴν κακίαν ἐξαφαν

 ΙΖʹ. Πλὴν ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν. Πόθεν ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆκαι, καὶ νομὴ ποιμνίων ἐξέλιπεν, ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς, οὐκ

 ΙΗʹ. Ὁ μέν τις ἡμῶν ἐξέθλιψε πένητα, καὶ μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ

 ΙΘʹ. Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ σιτῶναι, καὶ σιτοκάπηλοι, καὶ τηροῦντες τὰς τῶν καιρῶν δυσκολίας, ἵν' εὐπορήσωμεν, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφ

 Κʹ. Ταῦτα συμφιλοσόφησον ἡμῖν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, καὶ πολλὴν ἐμπειρίαν τῷ μακρῷ χρόνῳ συλλεξαμένη, ἐξ ἧς σοφία γίνεται. Τούτοις τὸν λαόν σου κατά

9.  But then what advocate shall we have?  What pretext?  What false excuse?  What plausible artifice?  What device contrary to the truth will impose upon the court, and rob it of its right judgment, which places in the balance for us all, our entire life, action, word, and thought, and weighs against the evil that which is better, until that which preponderates wins the day, and the decision is given in favour of the main tendency; after which there is no appeal, no higher court, no defence on the ground of subsequent conduct, no oil obtained from the wise virgins, or from them that sell, for the lamps going out,51    S. Matt. xxv. 8. no repentance of the rich man wasting away in the flame,52    S. Luke xvi. 24. and begging for repentance for his friends, no statute of limitations; but only that final and fearful judgment-seat, more just even than fearful; or rather more fearful because it is also just; when the thrones are set and the Ancient of days takes His seat,53    Dan. vii. 9. and the books are opened, and the fiery stream comes forth, and the light before Him, and the darkness prepared; and they that have done good shall go into the resurrection of life,54    S. John v. 29. now hid in Christ55    Col. iii. 3. and to be manifested hereafter with Him, and they that have done evil, into the resurrection of judgment,56    S. John v. 29. to which they who have not believed have been condemned already by the word which judges them.57    S. John iii. 18; xii. 48.  Some will be welcomed by the unspeakable light and the vision of the holy and royal Trinity, Which now shines upon them with greater brilliancy and purity and unites Itself wholly to the whole soul, in which solely and beyond all else I take it that the kingdom of heaven consists.  The others among other torments, but above and before them all must endure the being outcast from God, and the shame of conscience which has no limit.  But of these anon.

Θʹ. Ἐκεῖ δὲ τίς συνήγορος; ποῖα σκῆψις; τίς ψευδὴς ἀπολογία; ποία πιθανότης ἔντεχνος; τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ κλέψει τὴν ὀρθὴν κρίσιν, τοῖς πᾶσι πάντα ἐν ζυγῷ τιθεῖσαν, καὶ πρᾶξιν, καὶ λόγον, καὶ διανόημα, καὶ ἀντισηκοῦσαν τοῖς πονηροῖς τὰ βελτίονα, ἵνα τὸ ῥέπον νικήσῃ, καὶ μετὰ τοῦ πλείονος ἡ ψῆφος γένηται, μεθ' ἣν οὐκ ἔφεσις, οὐ κριτὴς ὑψηλότερος, οὐκ ἀπολογία δι' ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίμων παρθένων, ἢ τῶν πωλούντων, ταῖς ἐκλειπούσαις λαμπάσιν, οὐ μεταμέλεια πλουσίου φλογὶ τηκομένου, καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσμία μεταποιήσεως: ἀλλὰ καὶ μόνον, καὶ τελευταῖον, καὶ φοβερὸν τὸ κριτήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, μᾶλλον δὲ διὰ τοῦτο καὶ φοβερώτερον, ὅτι καὶ δίκαιον; Ἡνίκα θρόνοι προτίθενται, καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ βίβλοι ἀνοίγονται, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ τὸ φῶς ἔμπροσθεν, καὶ τὸ σκότος ἡτοιμασμένον: καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, τῆς ἐν Χριστῷ νῦν κρυπτομένης, καὶ ὕστερον αὐτῷ συμφανερουμένης: οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ μὴ πιστεύσαντες κατεκρίθησαν: καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέξεται, καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαμπούσης τρανώτερόν τε καὶ καθαρώτερον, καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης, ἣν δὴ καὶ μόνην μάλιστα βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι: τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων, τὸ ἀπεῤῥίφθαι Θεοῦ, καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα μὲν ὕστερον.