ΛΟΓΟΣ ΙΗʹ. Ἐπιτάφιος εἰς τὸν πατέρα, παρόντος Βασιλείου.

 Αʹ. Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος: οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τοὺς διαβεβ

 Βʹ. Πλὴν εἰπέ: πόθεν πάρει καὶ τίς σου ἡ ἐργασία καὶ τί χαριούμενος ἥκεις ἡμῖν Ἐπειδὴ πάντα σε σὺν Θεῷ, καὶ παρὰ Θεοῦ κινούμενον ἔγνων, καὶ ἐπ' εὐε

 Γʹ. Τριῶν δὲ ὄντων, ὅπερ ἔφην, ἅ σοι τὴν παρουσίαν ἀναγκαίαν ποιεῖ, καὶ πάντων ἐξ ἴσης, ἡμῶν, τοῦ ποιμένος, τῆς ποίμνης: φέρε, κατὰ τὸ ἐν σοὶ πνεῦμα τ

 Δʹ. Ἡμᾶς μὲν οὕτω παραμυθήσῃ: τὴν ποίμνην δὲ πῶς Πρῶτον μὲν τὴν σὴν ὑποσχόμενος ἐπιστασίαν καὶ ἡγεμονίαν, οὗ πᾶσι καλὸν ὑπὸ τὰς πτέρυγας ἀναπαύεσθαι,

 Εʹ. Ἐκεῖνος τοίνυν (ἵνα πατρίδα, καὶ γένος, καὶ σώματος εὐφυΐαν, καὶ τὴν ἔξωθεν περιφάνειαν, καὶ τἄλλα οἷς μέγα φρονοῦσιν ἄνθρωποι, τοῖς τῶν ἐγκωμίων

 #2ʹ. Ἐκεῖνος καὶ πρὸ τῆς ἡμετέρας αὐλῆς ἦν ἡμέτερος: εἰσεποίει γὰρ αὐτὸν ἡμῖν ὁ τρόπος. Ὥσπερ γὰρ πολλοὶ τῶν ἡμετέρων οὐ μεθ' ἡμῶν εἰσιν, οὓς ὁ βίος ἀ

 Ζʹ. Γυναῖκα μὲν ἀνδρείαν τίς εὑρήσει τῆς θείας ἤκουσα λεγούσης Γραφῆς: καὶ τὸ δῶρον θεόθεν εἶναι, τὴν ἀγαθὴν παρὰ τοῦ Κυρίου συζυγίαν ἁρμόζεσθαι. Τὸ

 Ηʹ. Καὶ τῷ μὲν Ἀδὰμ ἡ δοθεῖσα κατ' αὐτὸν βοηθὸς (ἐπειδὴ καλὸν ἦν μὴ μόνον εἶναι τὸν ἄνθρωπον), ἀντὶ συνεργοῦ πολεμία κατέστη, καὶ οὐχ ὁμόζυγος, ἀλλ' ἀ

 Θʹ. Τίς μὲν ἔλαθεν ἐκείνην, εὐχῆς ἢ καιρὸς, ἢ τόπος ὃ καὶ πρῶτον ἦν αὐτῇ πάντων τῆς ἡμέρας κίνημα. Μᾶλλον δὲ τίς οὕτως ἔχειν ὁμοῦ τῷ αἰτεῖν τὸ αἰτούμ

 Ιʹ. Καὶ εἰ μέγα τῷ θυσιαστηρίῳ ποτὲ τὸ μὴ πέλεκυν ἐπ' αὐτὸ ἀναβῆναι, μηδὲ ὀφθῆναι, ἢ ἀκουσθῆναι λαξευτήριον (λόγῳ μείζονι, ὡς δέον φυσικὸν καὶ ἄτεχνον

 ΙΑʹ. Καὶ σιωπῶ τὰ τούτων ἀποῤῥητότερα, ὧν Θεὸς μάρτυς, καὶ τῶν πιστῶν θεραπαινίδων αἷς τὰ τοιαῦτα ἐπίστευσε. Τὸ γὰρ καθ' ἡμᾶς ἴσως οὐδὲ μνήμης ἀξιωτέο

 ΙΒʹ. Ἡ μὲν καὶ ᾔτει ταῦτα καὶ ἤλπιζεν, ἅτε τῇ πίστει μᾶλλον ἢ τῇ νεότητι ζέουσα. Καὶ γὰρ οὐδεὶς οὕτως ἐθάῤῥει τοῖς παροῦσιν, ὡς αὕτη τοῖς ἐλπισθεῖσι,

 ΙΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ τῷ θαύματι θαῦμα συνάπτεται: παραθήσομαι δὲ πιστῶν ἀκοαῖς τὸν λόγον: ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Πρόσε

 ΙΔʹ. Καὶ τοῦτο οὐδεὶς ἀπιστήσειε τῶν ἀκηκοότων τε καὶ γιγνωσκόντων, ὅτι Μωϋσῆς μὲν ἔτι μικρὸς ὢν τοῖς πολλοῖς, καὶ οὔπω λόγου τινὸς ἀξιούμενος, ἐκ τῆς

 ΙΕʹ. Τί δεῖ πάντας ἀπαριθμεῖσθαι τοὺς ὑπὸ Θεοῦ προσκληθέντας, καὶ τοιούτοις οἰκειωθέντας θαύμασιν, οἷς κἀκεῖνος ἐβεβαιώθη πρὸς τὴν εὐσέβειαν Καὶ οὐ τ

 Ι#2ʹ. Παραλαβὼν γὰρ τὴν Ἐκκλησίαν ὑλώδη καὶ ἀπηγροικισμένην, οὐ πόῤῥωθεν μὲν ἐπισκοπῇ ποιμανθεῖσαν, ἀλλ' ὅσον ἑνὶ τῶν πρὸ αὐτοῦ κοσμηθῆναι, καὶ τούτῳ

 ΙΖʹ. Ταῦτα ἐννοῶν ὁ μέγας ἐκεῖνος ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἀληθῶς Θεολόγος, καὶ μετὰ τοῦ Πνεύματος περὶ τούτων κινούμενος, τί χρὴ λέγειν ἕτερον, ἢ ὅτι ν

 ΙΗʹ. Τεκμήριον δὲ τοῦ λόγου: Καὶ γὰρ ἡνίκα παρὰ τοῦ θερμοτέρου μέρους τῆς Ἐκκλησίας κατεστασιάσθημεν, γράμματι κλαπέντες καὶ ῥήμασι τεχνικοῖς εἰς πονη

 ΙΘʹ. Τίς δ' ἂν τῶν ἐκείνου καλῶν ἢ τὸ πλῆθος ἐξαριθμήσαιτο, ἢ τὰ πλείω παραδραμεῖν ἐθέλων, μὴ χαλεπῶς εὕροι τὸ παρετέον Ἀεὶ γὰρ τὸ τὴν διάνοιαν ἐπεισ

 Κʹ. Τίς μὲν γὰρ ἐκείνου περὶ τὰ κοινὰ σπουδαιότερος τίς δὲ τὰ οἴκοι φιλοσοφώτερος, ἐπειδὴ καὶ οἶκον ἐμέρισεν αὐτῷ, καὶ κτῆσιν σύμμετρον, ὁ πάντα καλῶ

 ΚΑʹ. Τὸ δὲ κάλλιστόν τε καὶ μέγιστον, ὅτι τῷ μεγαλοψύχῳ προσῆν καὶ τὸ ἀφιλότιμον. Ὅσον δὲ καὶ οἷον, δηλώσων ἔρχομαι: Τὰ μὲν γὰρ χρήματα κοινὰ, καὶ ἡ π

 ΚΒʹ. Ἡ μὲν οὖν χεὶρ τοσαύτη: καὶ τὰ πλείω τοῖς εἰδόσι παρήσομεν, ὥστε, εἴ τι καὶ ἡμῖν μαρτυρεῖται τοιοῦτον, ἐξ ἐκείνης εἶναι τῆς πηγῆς, κἀκείνου μοῖρα

 ΚΓʹ. Τίς δὲ πλέον, ἢ τῦφον ἐκόλασεν, ἢ ταπεινοφροσύνην ἠγάπησε, καὶ ταύτην οὐκ ἐπιπλάστως, οὐδὲ ἐξ ἐπιπολῆς, ὡς οἱ πολλοὶ τῶν νῦν προσποιουμένων φιλοσ

 ΚΔʹ. Ὃ δὲ κάλλιστον τῶν ἐκείνου καὶ ἰδιώτατον, καὶ οὐδὲ τοῖς πολλοῖς ἀγνοούμενον, ἡ ἁπλότης, καὶ τὸ τοῦ ἤθους ἄδολόν τε καὶ ἀμνησίκακον. Ἄλλος μὲν γὰρ

 ΚΕʹ. Θεοῦ μὲν ὀργῆς τρυγίαν τινὰ καὶ πιστεύομεν καὶ ἀκούομεν, τὸ λεῖμμα τῆς κατὰ τῶν ἀξίων κινήσεως: ἐπειδὴ Θεὸς ἐκδικήσεων Κύριος. Εἰ γὰρ καὶ κλίνει

 Κ#2ʹ. Δρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λείψανον: ἀλλ' ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι σ

 ΚΖʹ. Ἆρ' οὖν τὸ μὲν ἐπιεικὲς τοσοῦτον αὐτῷ καὶ οὕτω γνώριμον: ἐντελείας δὲ καὶ τῆς περὶ τὸ πρακτέον ἀρετῆς παρῆκεν ἑτέρῳ τὸ πλέον ἔχειν Οὐ μὲν οὖν: ἀ

 ΚΗʹ. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων: Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, εἰ κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρσιν κα

 ΚΘʹ. Τί οὖν ἐνταῦθα ὁ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ κειμένου Θεός Φρίττειν ἐπέρχεταί μοι τοῖς ἑξῆς προσιόντι τοῦ διηγήματος (φρίττοιτε δὲ καὶ ὑμεῖς, οἱ

 Λʹ. Τὸ δ' αὐτὸ καὶ περὶ τὴν μητέρα τὴν ἐμὴν συνηνέχθη θαῦμα, οὐ μικρὸν ὕστερον: ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν: ταύτην τε γὰρ τὰ εἰκότα τιμήσομεν, εἴ

 ΛΑʹ. Πλέοντί μοι τὸ Παρθενικὸν πέλαγος ἀπὸ τῆς Ἀλεξανδρέων, ἐπὶ τὴν Ἑλλάδα: ἔπλεον δὲ παντελῶς ἔξω τῆς ὥρας, οὕτω τοῦ πόθου πείθοντος, ἐπὶ νηὸς Αἰγινα

 ΛΒʹ. Τὰ μὲν δὴ κοινὰ τοιαῦτα. Πάλαι δὲ οἶμαι θαυμάζειν τινὰς τῶν τὰ ἐκείνου σαφῶς ἐγνωκότων, ὅτι περὶ μὲν τούτων οὕτω καταγεγόναμεν, ὡς μόνα πρὸς εὐφη

 ΛΓʹ. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα: ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζ

 ΛΔʹ. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι' ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς: ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ' εἶναι μετὰ τὴν ἡμέρ

 ΛΕʹ. Ὃ δὲ τελευταῖον μὲν τῶν ἐκείνου τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει καὶ μέγιστον, τίς οὕτως ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν Ἐστασίαζε πάλι

 Λ#2ʹ. Ἤ|δει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος: καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάρι

 ΛΖʹ. Τοῦ δὲ αὐτοῦ ζήλου καὶ ἡ κατὰ τῶν αἱρετικῶν ἔνστασις, ἡνίκα ἐπεστράτευσαν ἡμῖν μετὰ τῆς βασιλικῆς ἀσεβείας, ὡς καταστρεφόμενοι καὶ ἡμᾶς, καὶ τοῖς

 ΛΗʹ. Οὐκ ἂν οὐδὲ τοῦτο τῶν ἐκείνου καλῶν παρέλθοιμι. Πάντα μὲν ἦν καρτερικὸς, καὶ κρείττων τοῦ περιβλήματος: τῇ τελευταίᾳ δὲ νόσῳ κακοπαθῶν, ἣ τῷ γήρᾳ

 ΛΘʹ. Ἐπεὶ δὲ καὶ μνημόσυνον τῆς ἐκείνου μεγαλοψυχίας ἔδει τῷ βίῳ καταλειφθῆναι, τί μᾶλλον ἔδει, ἢ τὸν νεὼν τοῦτον, ὃν Θεῷ τε ἤγειρε καὶ ἡμῖν, ὀλίγα μὲ

 Μʹ. Τί φῂς, ὦ πάτερ ἱκανὰ ταῦτα, καὶ ἀπέχεις τῶν πόνων τὰς ἀμοιβὰς, οὓς ἐπὶ τοῖς ἐμοῖς λόγοις ἐμόχθησας, τὸν εἴτε προπεμπτήριον, εἴτ' ἐπιτάφιον τοῦτο

 ΜΑʹ. Σοὶ δὲ τί δοκοῦμεν, ὦ κριτὰ τῶν ἐμῶν λόγων καὶ κινημάτων Εἰ μὲν αὐτάρκως διείλεκται ταῦτα, καὶ τῆς σῆς ἐπιθυμίας ἀξίως, τοῦτο ἐπιψήφισον, καὶ δε

 ΜΒʹ. Οὐχ ἡ αὐτὴ φύσις, ὦ μῆτερ, Θεοῦ καὶ ἀνθρώπων: μᾶλλον δὲ ὅλως τῶν θείων καὶ τῶν ἐπιγείων. Παρ' ἐκείνοις μὲν τὸ ἄτρεπτον καὶ ἀθάνατον, αὐτοῦ τε τοῦ

 ΜΓʹ. Ἀλλὰ λυπεῖ σε τὸ τῆς διαζεύξεως ἀλλ' εὐφραινέτω τὸ τῆς ἐλπίδος. Ἀλλὰ δεινὸν ἡ χηρεία ἐκείνῳ δὲ οὐ δεινόν. Καὶ ποῦ τὸ τῆς ἀγάπης ἀγαθὸν, ἑαυτῷ τ

11.  I pass by in silence what is still more ineffable, of which God is witness, and those of the faithful handmaidens to whom she has confided such things.  That which concerns myself is perhaps undeserving of mention, since I have proved unworthy of the hope cherished in regard to me:  yet it was on her part a great undertaking to promise me to God before my birth, with no fear of the future, and to dedicate me immediately after I was born.  Through God’s goodness has it been that she has not utterly failed in her prayer, and that the auspicious sacrifice was not rejected.  Some of these things were already in existence, others were in the future, growing up by means of gradual additions.  And as the sun which most pleasantly casts its morning rays, becomes at midday hotter and more brilliant, so also did she, who from the first gave no slight evidence of piety, shine forth at last with fuller light.  Then indeed he, who had established her in his house, had at home no slight spur to piety, possessed, by her origin and descent, of the love of God and Christ, and having received virtue as her patrimony; not, as he had been, cut out of the wild olive and grafted into the good olive, yet unable to bear, in the excess of her faith, to be unequally yoked; for, though surpassing all others in endurance and fortitude, she could not brook this, the being but half united to God, because of the estrangement of him who was a part of herself, and the failure to add to the bodily union, a close connexion in the spirit:  on this account, she fell before God night and day, entreating for the salvation of her head with many fastings and tears, and assiduously devoting herself to her husband, and influencing him in many ways, by means of reproaches, admonitions, attentions, estrangements, and above all by her own character with its fervour for piety, by which the soul is specially prevailed upon and softened, and willingly submits to virtuous pressure.  The drop23    The drop.  A familiar proverb.  Choerilus, 9. of water constantly striking the rock was destined to hollow it, and at length attain its longing, as the sequel shows.

ΙΑʹ. Καὶ σιωπῶ τὰ τούτων ἀποῤῥητότερα, ὧν Θεὸς μάρτυς, καὶ τῶν πιστῶν θεραπαινίδων αἷς τὰ τοιαῦτα ἐπίστευσε. Τὸ γὰρ καθ' ἡμᾶς ἴσως οὐδὲ μνήμης ἀξιωτέον, ὡς ἀναξίους τοῦ ἐλπισθέντος: εἰ κἀκείνῃ μέγα τὸ ἐπιχείρημα, ὅτι καὶ πρὸ γενέσεως ἡμᾶς καθυπέσχετο τῷ Θεῷ, μηδὲν τὸ μέλλον εὐλαβηθεῖσα, καὶ γεννηθέντας εὐθὺς ἀνέθηκε. Θεοῦ δὲ τὸ μὴ πάντη διαμαρτεῖν αὐτὴν τῆς εὐχῆς, μηδὲ ἀπωσθῆναι τὸ καλλιέρημα. Τούτων μὲν οὖν τὰ μὲν παρῆν ἤδη, τὰ δὲ ἔμελλε, ταῖς κατὰ μέρος προσθήκαις αὐξόμενα. Καὶ καθάπερ ἥλιος ἥδιστον ταῖς ἑωθιναῖς προσβάλλων ἀκτῖσι, ταῖς μεσημβριναῖς θερμότερος ἵσταται καὶ φαιδρότερος: οὕτω καὶ αὕτη, οὐ μικρὰ τὰ τῆς εὐσεβείας ἀπ' ἀρχῆς ὑποφαίνουσα, τῷ τελευταίῳ φωτὶ πλέον ἐξέλαμψε. Τότε δ' οὖν κέντρον οὐ μικρὸν εὐσεβείας οἴκοθεν εἶχεν αὐτὴν ὁ εἰσοικισάμενος, ἄνωθεν μὲν, καὶ ἐκ προγόνων φιλόθεόν τε καὶ φιλόχριστον, καὶ πατρῷον κλῆρον διαδεξαμένην τὸν τῆς ἀρετῆς: ἀλλ' οὐκ ἐκ τῆς ἀγριελαίου, καθὼς ἐκεῖνος, ἐγκεντρισθεῖσαν εἰς καλλιέλαιον, οὐ φέρουσαν δὲ τὸ ἑτεροζυγεῖν δι' ὑπερβολὴν πίστεως: ἀλλὰ τοῦτο μόνον φιλοσοφῆσαι μὴ δυναμένην, τἄλλα καρτερικωτάτην οὖσαν γυναικῶν καὶ ἀνδρικωτάτην, τὸ ἐξ ἡμισείας ἡνῶσθαι τῷ Θεῷ διὰ τὴν τοῦ τμήματος ἀλλοτρίωσιν, ἀλλὰ μὴ προστεθῆναι τῇ σωματικῇ συναφείᾳ τὴν συμφυΐαν τοῦ πνεύματος: καὶ διὰ τοῦτο προσπίπτουσαν μὲν τῷ Θεῷ νυκτὸς καὶ ἡμέρας, καὶ παρ' αὐτοῦ τὴν σωτηρίαν τῆς κεφαλῆς αἰτουμένην ἐν πολλαῖς νηστείαις καὶ δάκρυσι, προσκειμένην δὲ τῷ ἀνδρὶ φιλοπόνως, καὶ πολυτρόπως αὐτὸν ἐμπορευομένην, ὀνειδισμοῖς, νουθεσίαις, θεραπείαις, ἀλλοτριώσεσι, τὸ μέγιστον, τῷ οἰκείῳ τρόπῳ, καὶ τῷ θερμοτέρῳ περὶ τὴν εὐλάβειαν, ᾧ μάλιστα ψυχὴ κάμπτεται καὶ μαλάσσεται, πρὸς ἀρετὴν ἑκουσίως βιαζομένη. Ἔμελλε δὲ ἄρα κοιλαίνειν τὴν πέτραν ἡ τοῦ ὕδατος ῥανὶς ἀεὶ πλήττουσα, καὶ χρόνῳ διανύσειν τὸ σπουδαζόμενον: δηλοῖ δὲ τὰ ἐφεξῆς.