ΛΟΓΟΣ ΙΗʹ. Ἐπιτάφιος εἰς τὸν πατέρα, παρόντος Βασιλείου.

 Αʹ. Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος: οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τοὺς διαβεβ

 Βʹ. Πλὴν εἰπέ: πόθεν πάρει καὶ τίς σου ἡ ἐργασία καὶ τί χαριούμενος ἥκεις ἡμῖν Ἐπειδὴ πάντα σε σὺν Θεῷ, καὶ παρὰ Θεοῦ κινούμενον ἔγνων, καὶ ἐπ' εὐε

 Γʹ. Τριῶν δὲ ὄντων, ὅπερ ἔφην, ἅ σοι τὴν παρουσίαν ἀναγκαίαν ποιεῖ, καὶ πάντων ἐξ ἴσης, ἡμῶν, τοῦ ποιμένος, τῆς ποίμνης: φέρε, κατὰ τὸ ἐν σοὶ πνεῦμα τ

 Δʹ. Ἡμᾶς μὲν οὕτω παραμυθήσῃ: τὴν ποίμνην δὲ πῶς Πρῶτον μὲν τὴν σὴν ὑποσχόμενος ἐπιστασίαν καὶ ἡγεμονίαν, οὗ πᾶσι καλὸν ὑπὸ τὰς πτέρυγας ἀναπαύεσθαι,

 Εʹ. Ἐκεῖνος τοίνυν (ἵνα πατρίδα, καὶ γένος, καὶ σώματος εὐφυΐαν, καὶ τὴν ἔξωθεν περιφάνειαν, καὶ τἄλλα οἷς μέγα φρονοῦσιν ἄνθρωποι, τοῖς τῶν ἐγκωμίων

 #2ʹ. Ἐκεῖνος καὶ πρὸ τῆς ἡμετέρας αὐλῆς ἦν ἡμέτερος: εἰσεποίει γὰρ αὐτὸν ἡμῖν ὁ τρόπος. Ὥσπερ γὰρ πολλοὶ τῶν ἡμετέρων οὐ μεθ' ἡμῶν εἰσιν, οὓς ὁ βίος ἀ

 Ζʹ. Γυναῖκα μὲν ἀνδρείαν τίς εὑρήσει τῆς θείας ἤκουσα λεγούσης Γραφῆς: καὶ τὸ δῶρον θεόθεν εἶναι, τὴν ἀγαθὴν παρὰ τοῦ Κυρίου συζυγίαν ἁρμόζεσθαι. Τὸ

 Ηʹ. Καὶ τῷ μὲν Ἀδὰμ ἡ δοθεῖσα κατ' αὐτὸν βοηθὸς (ἐπειδὴ καλὸν ἦν μὴ μόνον εἶναι τὸν ἄνθρωπον), ἀντὶ συνεργοῦ πολεμία κατέστη, καὶ οὐχ ὁμόζυγος, ἀλλ' ἀ

 Θʹ. Τίς μὲν ἔλαθεν ἐκείνην, εὐχῆς ἢ καιρὸς, ἢ τόπος ὃ καὶ πρῶτον ἦν αὐτῇ πάντων τῆς ἡμέρας κίνημα. Μᾶλλον δὲ τίς οὕτως ἔχειν ὁμοῦ τῷ αἰτεῖν τὸ αἰτούμ

 Ιʹ. Καὶ εἰ μέγα τῷ θυσιαστηρίῳ ποτὲ τὸ μὴ πέλεκυν ἐπ' αὐτὸ ἀναβῆναι, μηδὲ ὀφθῆναι, ἢ ἀκουσθῆναι λαξευτήριον (λόγῳ μείζονι, ὡς δέον φυσικὸν καὶ ἄτεχνον

 ΙΑʹ. Καὶ σιωπῶ τὰ τούτων ἀποῤῥητότερα, ὧν Θεὸς μάρτυς, καὶ τῶν πιστῶν θεραπαινίδων αἷς τὰ τοιαῦτα ἐπίστευσε. Τὸ γὰρ καθ' ἡμᾶς ἴσως οὐδὲ μνήμης ἀξιωτέο

 ΙΒʹ. Ἡ μὲν καὶ ᾔτει ταῦτα καὶ ἤλπιζεν, ἅτε τῇ πίστει μᾶλλον ἢ τῇ νεότητι ζέουσα. Καὶ γὰρ οὐδεὶς οὕτως ἐθάῤῥει τοῖς παροῦσιν, ὡς αὕτη τοῖς ἐλπισθεῖσι,

 ΙΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ τῷ θαύματι θαῦμα συνάπτεται: παραθήσομαι δὲ πιστῶν ἀκοαῖς τὸν λόγον: ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Πρόσε

 ΙΔʹ. Καὶ τοῦτο οὐδεὶς ἀπιστήσειε τῶν ἀκηκοότων τε καὶ γιγνωσκόντων, ὅτι Μωϋσῆς μὲν ἔτι μικρὸς ὢν τοῖς πολλοῖς, καὶ οὔπω λόγου τινὸς ἀξιούμενος, ἐκ τῆς

 ΙΕʹ. Τί δεῖ πάντας ἀπαριθμεῖσθαι τοὺς ὑπὸ Θεοῦ προσκληθέντας, καὶ τοιούτοις οἰκειωθέντας θαύμασιν, οἷς κἀκεῖνος ἐβεβαιώθη πρὸς τὴν εὐσέβειαν Καὶ οὐ τ

 Ι#2ʹ. Παραλαβὼν γὰρ τὴν Ἐκκλησίαν ὑλώδη καὶ ἀπηγροικισμένην, οὐ πόῤῥωθεν μὲν ἐπισκοπῇ ποιμανθεῖσαν, ἀλλ' ὅσον ἑνὶ τῶν πρὸ αὐτοῦ κοσμηθῆναι, καὶ τούτῳ

 ΙΖʹ. Ταῦτα ἐννοῶν ὁ μέγας ἐκεῖνος ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἀληθῶς Θεολόγος, καὶ μετὰ τοῦ Πνεύματος περὶ τούτων κινούμενος, τί χρὴ λέγειν ἕτερον, ἢ ὅτι ν

 ΙΗʹ. Τεκμήριον δὲ τοῦ λόγου: Καὶ γὰρ ἡνίκα παρὰ τοῦ θερμοτέρου μέρους τῆς Ἐκκλησίας κατεστασιάσθημεν, γράμματι κλαπέντες καὶ ῥήμασι τεχνικοῖς εἰς πονη

 ΙΘʹ. Τίς δ' ἂν τῶν ἐκείνου καλῶν ἢ τὸ πλῆθος ἐξαριθμήσαιτο, ἢ τὰ πλείω παραδραμεῖν ἐθέλων, μὴ χαλεπῶς εὕροι τὸ παρετέον Ἀεὶ γὰρ τὸ τὴν διάνοιαν ἐπεισ

 Κʹ. Τίς μὲν γὰρ ἐκείνου περὶ τὰ κοινὰ σπουδαιότερος τίς δὲ τὰ οἴκοι φιλοσοφώτερος, ἐπειδὴ καὶ οἶκον ἐμέρισεν αὐτῷ, καὶ κτῆσιν σύμμετρον, ὁ πάντα καλῶ

 ΚΑʹ. Τὸ δὲ κάλλιστόν τε καὶ μέγιστον, ὅτι τῷ μεγαλοψύχῳ προσῆν καὶ τὸ ἀφιλότιμον. Ὅσον δὲ καὶ οἷον, δηλώσων ἔρχομαι: Τὰ μὲν γὰρ χρήματα κοινὰ, καὶ ἡ π

 ΚΒʹ. Ἡ μὲν οὖν χεὶρ τοσαύτη: καὶ τὰ πλείω τοῖς εἰδόσι παρήσομεν, ὥστε, εἴ τι καὶ ἡμῖν μαρτυρεῖται τοιοῦτον, ἐξ ἐκείνης εἶναι τῆς πηγῆς, κἀκείνου μοῖρα

 ΚΓʹ. Τίς δὲ πλέον, ἢ τῦφον ἐκόλασεν, ἢ ταπεινοφροσύνην ἠγάπησε, καὶ ταύτην οὐκ ἐπιπλάστως, οὐδὲ ἐξ ἐπιπολῆς, ὡς οἱ πολλοὶ τῶν νῦν προσποιουμένων φιλοσ

 ΚΔʹ. Ὃ δὲ κάλλιστον τῶν ἐκείνου καὶ ἰδιώτατον, καὶ οὐδὲ τοῖς πολλοῖς ἀγνοούμενον, ἡ ἁπλότης, καὶ τὸ τοῦ ἤθους ἄδολόν τε καὶ ἀμνησίκακον. Ἄλλος μὲν γὰρ

 ΚΕʹ. Θεοῦ μὲν ὀργῆς τρυγίαν τινὰ καὶ πιστεύομεν καὶ ἀκούομεν, τὸ λεῖμμα τῆς κατὰ τῶν ἀξίων κινήσεως: ἐπειδὴ Θεὸς ἐκδικήσεων Κύριος. Εἰ γὰρ καὶ κλίνει

 Κ#2ʹ. Δρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λείψανον: ἀλλ' ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι σ

 ΚΖʹ. Ἆρ' οὖν τὸ μὲν ἐπιεικὲς τοσοῦτον αὐτῷ καὶ οὕτω γνώριμον: ἐντελείας δὲ καὶ τῆς περὶ τὸ πρακτέον ἀρετῆς παρῆκεν ἑτέρῳ τὸ πλέον ἔχειν Οὐ μὲν οὖν: ἀ

 ΚΗʹ. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων: Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, εἰ κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρσιν κα

 ΚΘʹ. Τί οὖν ἐνταῦθα ὁ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ κειμένου Θεός Φρίττειν ἐπέρχεταί μοι τοῖς ἑξῆς προσιόντι τοῦ διηγήματος (φρίττοιτε δὲ καὶ ὑμεῖς, οἱ

 Λʹ. Τὸ δ' αὐτὸ καὶ περὶ τὴν μητέρα τὴν ἐμὴν συνηνέχθη θαῦμα, οὐ μικρὸν ὕστερον: ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν: ταύτην τε γὰρ τὰ εἰκότα τιμήσομεν, εἴ

 ΛΑʹ. Πλέοντί μοι τὸ Παρθενικὸν πέλαγος ἀπὸ τῆς Ἀλεξανδρέων, ἐπὶ τὴν Ἑλλάδα: ἔπλεον δὲ παντελῶς ἔξω τῆς ὥρας, οὕτω τοῦ πόθου πείθοντος, ἐπὶ νηὸς Αἰγινα

 ΛΒʹ. Τὰ μὲν δὴ κοινὰ τοιαῦτα. Πάλαι δὲ οἶμαι θαυμάζειν τινὰς τῶν τὰ ἐκείνου σαφῶς ἐγνωκότων, ὅτι περὶ μὲν τούτων οὕτω καταγεγόναμεν, ὡς μόνα πρὸς εὐφη

 ΛΓʹ. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα: ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζ

 ΛΔʹ. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι' ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς: ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ' εἶναι μετὰ τὴν ἡμέρ

 ΛΕʹ. Ὃ δὲ τελευταῖον μὲν τῶν ἐκείνου τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει καὶ μέγιστον, τίς οὕτως ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν Ἐστασίαζε πάλι

 Λ#2ʹ. Ἤ|δει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος: καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάρι

 ΛΖʹ. Τοῦ δὲ αὐτοῦ ζήλου καὶ ἡ κατὰ τῶν αἱρετικῶν ἔνστασις, ἡνίκα ἐπεστράτευσαν ἡμῖν μετὰ τῆς βασιλικῆς ἀσεβείας, ὡς καταστρεφόμενοι καὶ ἡμᾶς, καὶ τοῖς

 ΛΗʹ. Οὐκ ἂν οὐδὲ τοῦτο τῶν ἐκείνου καλῶν παρέλθοιμι. Πάντα μὲν ἦν καρτερικὸς, καὶ κρείττων τοῦ περιβλήματος: τῇ τελευταίᾳ δὲ νόσῳ κακοπαθῶν, ἣ τῷ γήρᾳ

 ΛΘʹ. Ἐπεὶ δὲ καὶ μνημόσυνον τῆς ἐκείνου μεγαλοψυχίας ἔδει τῷ βίῳ καταλειφθῆναι, τί μᾶλλον ἔδει, ἢ τὸν νεὼν τοῦτον, ὃν Θεῷ τε ἤγειρε καὶ ἡμῖν, ὀλίγα μὲ

 Μʹ. Τί φῂς, ὦ πάτερ ἱκανὰ ταῦτα, καὶ ἀπέχεις τῶν πόνων τὰς ἀμοιβὰς, οὓς ἐπὶ τοῖς ἐμοῖς λόγοις ἐμόχθησας, τὸν εἴτε προπεμπτήριον, εἴτ' ἐπιτάφιον τοῦτο

 ΜΑʹ. Σοὶ δὲ τί δοκοῦμεν, ὦ κριτὰ τῶν ἐμῶν λόγων καὶ κινημάτων Εἰ μὲν αὐτάρκως διείλεκται ταῦτα, καὶ τῆς σῆς ἐπιθυμίας ἀξίως, τοῦτο ἐπιψήφισον, καὶ δε

 ΜΒʹ. Οὐχ ἡ αὐτὴ φύσις, ὦ μῆτερ, Θεοῦ καὶ ἀνθρώπων: μᾶλλον δὲ ὅλως τῶν θείων καὶ τῶν ἐπιγείων. Παρ' ἐκείνοις μὲν τὸ ἄτρεπτον καὶ ἀθάνατον, αὐτοῦ τε τοῦ

 ΜΓʹ. Ἀλλὰ λυπεῖ σε τὸ τῆς διαζεύξεως ἀλλ' εὐφραινέτω τὸ τῆς ἐλπίδος. Ἀλλὰ δεινὸν ἡ χηρεία ἐκείνῳ δὲ οὐ δεινόν. Καὶ ποῦ τὸ τῆς ἀγάπης ἀγαθὸν, ἑαυτῷ τ

23.  Who did more to rebuke pride and foster lowliness?  And that in no assumed or external way, as most of those who now make profession of virtue, and are in appearance as elegant as the most mindless women, who, for lack of beauty of their own, take refuge in pigments, and are, if I may say so, splendidly made up, uncomely in their comeliness, and more ugly than they originally were.  For his lowliness was no matter of dress, but of spiritual disposition:  nor was it expressed by a bent neck, or lowered voice, or downcast look, or length of beard, or close-shaven head, or measured gait, which can be adopted for a while, but are very quickly exposed, for nothing which is affected can be permanent.  No! he was ever most lofty in life, most lowly in mind; inaccessible in virtue, most accessible in intercourse.  His dress had in it nothing remarkable, avoiding equally magnificence and sordidness, while his internal brilliancy was supereminent.  The disease and insatiability of the belly, he, if anyone, held in check, but without ostentation; so that he might be kept down without being puffed up, from having encouraged a new vice by his pursuit of reputation.  For he held that doing and saying everything by which fame among externs might be won, is the characteristic of the politician, whose chief happiness is found in the present life:  but that the spiritual and Christian man should look to one object alone, his salvation, and think much of what may contribute to this, but detest as of no value what does not; and accordingly despise what is visible, but be occupied with interior perfection alone, and estimate most highly whatever promotes his own improvement, and attracts others through himself to that which is supremely good.

ΚΓʹ. Τίς δὲ πλέον, ἢ τῦφον ἐκόλασεν, ἢ ταπεινοφροσύνην ἠγάπησε, καὶ ταύτην οὐκ ἐπιπλάστως, οὐδὲ ἐξ ἐπιπολῆς, ὡς οἱ πολλοὶ τῶν νῦν προσποιουμένων φιλοσοφεῖν, καὶ κομψοὶ τὸ φαινόμενον, κατὰ τὰς ἀφρονεστάτας τῶν γυναικῶν, αἳ ἀποροῦσαι κάλλους οἰκείου πρὸς τὰ χρώματα καταφεύγουσι, καὶ εἰσί πως, ὡς ἂν εἴποιμι, κοσμίως θεατριζόμεναι, δι' εὐσχημοσύνην ἀσχήμονες, καὶ δι' αἶσχρος αἰσχρότεραι; Οὐ γὰρ ἐν ἐσθῆτι τὸ ταπεινὸν ἦν αὐτῷ, ἀλλ' ἐν ψυχῆς καταστήματι: οὐδὲ θρύψις αὐχένος, ἢ φωνῆς ὕφεσις, ἢ προσώπου νεῦσις, ἢ βάθος ὑπήνης, ἢ κεφαλῆς ἐν χρῷ κόσμησις, ἢ βαδίσματος ἦθος τὸ ταπεινὸν ὑπεκρίνετο, τὰ πρὸς ὀλίγον τυπούμενα, καὶ τάχιστα ἐλεγχόμενα: πᾶν γὰρ ὃ προσποιητὸν, οὐδὲ μόνιμον. Ἀλλ' ἦν ὁ αὐτὸς ὑψηλότατος μὲν τῷ βίῳ, ταπεινότατος δὲ τῷ φρονήματι: καὶ τὴν μὲν ἀρετὴν ἀπρόσιτος, τὴν συνουσίαν δὲ καὶ λίαν εὐπρόσιτος. Καὶ συνήθης μὲν τὴν ἀμπεχόνην, ἐπίσης φεύγων καὶ τὸ ὑψηλὸν καὶ τὸ ταπεινόν: ὑπὲρ δὲ πολλοὺς τὴν ἔνδον λαμπρότητα. Καὶ γαστρὸς νόσον, καὶ ἀπληστίαν δαμάζων μὲν, εἰ καί τις ἄλλος, οὐ δοκῶν δέ: τὸ μὲν ἵνα καθαίρηται τὸ δὲ ἵνα μὴ ὑπεραίρηται, τῷ καινῷ θηρώμενος τὸ εὐδόκιμον. Πολιτικοῦ μὲν γὰρ ἔργον εἶναι πάντα ποιεῖν καὶ λέγειν, ἐξ ὧν εὐδοκιμήσει παρὰ τοῖς ἔξωθεν, ᾧ μηδέν ἐστι τοῦ παρόντος βίου μακαριώτερον: πνευματικοῦ δὲ καὶ τοῦ καθ' ἡμᾶς, πρὸς ἓν μόνον βλέπειν, τὴν σωτηρίαν, καὶ ὃ μὲν ἂν εἰς τοῦτο φέρῃ, μέγα οἴεσθαι, ὃ δ' ἂν μὴ, διαπτύειν ὡς μηδενὸς ἄξιον: καὶ διὰ τοῦτο, τὸ μὲν ὁρώμενον ἀτιμάζειν, ὅπως δ' ἂν ἐντὸς κάλλιστα ἔχοι, τοῦτο μόνον σκοπεῖν, καὶ ταῦτα περὶ πολλοῦ ποιεῖσθαι, ἐξ ὧν αὐτός τε πλείστου ἄξιος ἔσται, καὶ τοὺς ἄλλους ἕλξει δι' ἑαυτοῦ πρὸς τὸ βέλτιστον.