ΛΟΓΟΣ ΙΗʹ. Ἐπιτάφιος εἰς τὸν πατέρα, παρόντος Βασιλείου.

 Αʹ. Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος: οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τοὺς διαβεβ

 Βʹ. Πλὴν εἰπέ: πόθεν πάρει καὶ τίς σου ἡ ἐργασία καὶ τί χαριούμενος ἥκεις ἡμῖν Ἐπειδὴ πάντα σε σὺν Θεῷ, καὶ παρὰ Θεοῦ κινούμενον ἔγνων, καὶ ἐπ' εὐε

 Γʹ. Τριῶν δὲ ὄντων, ὅπερ ἔφην, ἅ σοι τὴν παρουσίαν ἀναγκαίαν ποιεῖ, καὶ πάντων ἐξ ἴσης, ἡμῶν, τοῦ ποιμένος, τῆς ποίμνης: φέρε, κατὰ τὸ ἐν σοὶ πνεῦμα τ

 Δʹ. Ἡμᾶς μὲν οὕτω παραμυθήσῃ: τὴν ποίμνην δὲ πῶς Πρῶτον μὲν τὴν σὴν ὑποσχόμενος ἐπιστασίαν καὶ ἡγεμονίαν, οὗ πᾶσι καλὸν ὑπὸ τὰς πτέρυγας ἀναπαύεσθαι,

 Εʹ. Ἐκεῖνος τοίνυν (ἵνα πατρίδα, καὶ γένος, καὶ σώματος εὐφυΐαν, καὶ τὴν ἔξωθεν περιφάνειαν, καὶ τἄλλα οἷς μέγα φρονοῦσιν ἄνθρωποι, τοῖς τῶν ἐγκωμίων

 #2ʹ. Ἐκεῖνος καὶ πρὸ τῆς ἡμετέρας αὐλῆς ἦν ἡμέτερος: εἰσεποίει γὰρ αὐτὸν ἡμῖν ὁ τρόπος. Ὥσπερ γὰρ πολλοὶ τῶν ἡμετέρων οὐ μεθ' ἡμῶν εἰσιν, οὓς ὁ βίος ἀ

 Ζʹ. Γυναῖκα μὲν ἀνδρείαν τίς εὑρήσει τῆς θείας ἤκουσα λεγούσης Γραφῆς: καὶ τὸ δῶρον θεόθεν εἶναι, τὴν ἀγαθὴν παρὰ τοῦ Κυρίου συζυγίαν ἁρμόζεσθαι. Τὸ

 Ηʹ. Καὶ τῷ μὲν Ἀδὰμ ἡ δοθεῖσα κατ' αὐτὸν βοηθὸς (ἐπειδὴ καλὸν ἦν μὴ μόνον εἶναι τὸν ἄνθρωπον), ἀντὶ συνεργοῦ πολεμία κατέστη, καὶ οὐχ ὁμόζυγος, ἀλλ' ἀ

 Θʹ. Τίς μὲν ἔλαθεν ἐκείνην, εὐχῆς ἢ καιρὸς, ἢ τόπος ὃ καὶ πρῶτον ἦν αὐτῇ πάντων τῆς ἡμέρας κίνημα. Μᾶλλον δὲ τίς οὕτως ἔχειν ὁμοῦ τῷ αἰτεῖν τὸ αἰτούμ

 Ιʹ. Καὶ εἰ μέγα τῷ θυσιαστηρίῳ ποτὲ τὸ μὴ πέλεκυν ἐπ' αὐτὸ ἀναβῆναι, μηδὲ ὀφθῆναι, ἢ ἀκουσθῆναι λαξευτήριον (λόγῳ μείζονι, ὡς δέον φυσικὸν καὶ ἄτεχνον

 ΙΑʹ. Καὶ σιωπῶ τὰ τούτων ἀποῤῥητότερα, ὧν Θεὸς μάρτυς, καὶ τῶν πιστῶν θεραπαινίδων αἷς τὰ τοιαῦτα ἐπίστευσε. Τὸ γὰρ καθ' ἡμᾶς ἴσως οὐδὲ μνήμης ἀξιωτέο

 ΙΒʹ. Ἡ μὲν καὶ ᾔτει ταῦτα καὶ ἤλπιζεν, ἅτε τῇ πίστει μᾶλλον ἢ τῇ νεότητι ζέουσα. Καὶ γὰρ οὐδεὶς οὕτως ἐθάῤῥει τοῖς παροῦσιν, ὡς αὕτη τοῖς ἐλπισθεῖσι,

 ΙΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ τῷ θαύματι θαῦμα συνάπτεται: παραθήσομαι δὲ πιστῶν ἀκοαῖς τὸν λόγον: ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Πρόσε

 ΙΔʹ. Καὶ τοῦτο οὐδεὶς ἀπιστήσειε τῶν ἀκηκοότων τε καὶ γιγνωσκόντων, ὅτι Μωϋσῆς μὲν ἔτι μικρὸς ὢν τοῖς πολλοῖς, καὶ οὔπω λόγου τινὸς ἀξιούμενος, ἐκ τῆς

 ΙΕʹ. Τί δεῖ πάντας ἀπαριθμεῖσθαι τοὺς ὑπὸ Θεοῦ προσκληθέντας, καὶ τοιούτοις οἰκειωθέντας θαύμασιν, οἷς κἀκεῖνος ἐβεβαιώθη πρὸς τὴν εὐσέβειαν Καὶ οὐ τ

 Ι#2ʹ. Παραλαβὼν γὰρ τὴν Ἐκκλησίαν ὑλώδη καὶ ἀπηγροικισμένην, οὐ πόῤῥωθεν μὲν ἐπισκοπῇ ποιμανθεῖσαν, ἀλλ' ὅσον ἑνὶ τῶν πρὸ αὐτοῦ κοσμηθῆναι, καὶ τούτῳ

 ΙΖʹ. Ταῦτα ἐννοῶν ὁ μέγας ἐκεῖνος ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἀληθῶς Θεολόγος, καὶ μετὰ τοῦ Πνεύματος περὶ τούτων κινούμενος, τί χρὴ λέγειν ἕτερον, ἢ ὅτι ν

 ΙΗʹ. Τεκμήριον δὲ τοῦ λόγου: Καὶ γὰρ ἡνίκα παρὰ τοῦ θερμοτέρου μέρους τῆς Ἐκκλησίας κατεστασιάσθημεν, γράμματι κλαπέντες καὶ ῥήμασι τεχνικοῖς εἰς πονη

 ΙΘʹ. Τίς δ' ἂν τῶν ἐκείνου καλῶν ἢ τὸ πλῆθος ἐξαριθμήσαιτο, ἢ τὰ πλείω παραδραμεῖν ἐθέλων, μὴ χαλεπῶς εὕροι τὸ παρετέον Ἀεὶ γὰρ τὸ τὴν διάνοιαν ἐπεισ

 Κʹ. Τίς μὲν γὰρ ἐκείνου περὶ τὰ κοινὰ σπουδαιότερος τίς δὲ τὰ οἴκοι φιλοσοφώτερος, ἐπειδὴ καὶ οἶκον ἐμέρισεν αὐτῷ, καὶ κτῆσιν σύμμετρον, ὁ πάντα καλῶ

 ΚΑʹ. Τὸ δὲ κάλλιστόν τε καὶ μέγιστον, ὅτι τῷ μεγαλοψύχῳ προσῆν καὶ τὸ ἀφιλότιμον. Ὅσον δὲ καὶ οἷον, δηλώσων ἔρχομαι: Τὰ μὲν γὰρ χρήματα κοινὰ, καὶ ἡ π

 ΚΒʹ. Ἡ μὲν οὖν χεὶρ τοσαύτη: καὶ τὰ πλείω τοῖς εἰδόσι παρήσομεν, ὥστε, εἴ τι καὶ ἡμῖν μαρτυρεῖται τοιοῦτον, ἐξ ἐκείνης εἶναι τῆς πηγῆς, κἀκείνου μοῖρα

 ΚΓʹ. Τίς δὲ πλέον, ἢ τῦφον ἐκόλασεν, ἢ ταπεινοφροσύνην ἠγάπησε, καὶ ταύτην οὐκ ἐπιπλάστως, οὐδὲ ἐξ ἐπιπολῆς, ὡς οἱ πολλοὶ τῶν νῦν προσποιουμένων φιλοσ

 ΚΔʹ. Ὃ δὲ κάλλιστον τῶν ἐκείνου καὶ ἰδιώτατον, καὶ οὐδὲ τοῖς πολλοῖς ἀγνοούμενον, ἡ ἁπλότης, καὶ τὸ τοῦ ἤθους ἄδολόν τε καὶ ἀμνησίκακον. Ἄλλος μὲν γὰρ

 ΚΕʹ. Θεοῦ μὲν ὀργῆς τρυγίαν τινὰ καὶ πιστεύομεν καὶ ἀκούομεν, τὸ λεῖμμα τῆς κατὰ τῶν ἀξίων κινήσεως: ἐπειδὴ Θεὸς ἐκδικήσεων Κύριος. Εἰ γὰρ καὶ κλίνει

 Κ#2ʹ. Δρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λείψανον: ἀλλ' ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι σ

 ΚΖʹ. Ἆρ' οὖν τὸ μὲν ἐπιεικὲς τοσοῦτον αὐτῷ καὶ οὕτω γνώριμον: ἐντελείας δὲ καὶ τῆς περὶ τὸ πρακτέον ἀρετῆς παρῆκεν ἑτέρῳ τὸ πλέον ἔχειν Οὐ μὲν οὖν: ἀ

 ΚΗʹ. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων: Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, εἰ κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρσιν κα

 ΚΘʹ. Τί οὖν ἐνταῦθα ὁ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ κειμένου Θεός Φρίττειν ἐπέρχεταί μοι τοῖς ἑξῆς προσιόντι τοῦ διηγήματος (φρίττοιτε δὲ καὶ ὑμεῖς, οἱ

 Λʹ. Τὸ δ' αὐτὸ καὶ περὶ τὴν μητέρα τὴν ἐμὴν συνηνέχθη θαῦμα, οὐ μικρὸν ὕστερον: ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν: ταύτην τε γὰρ τὰ εἰκότα τιμήσομεν, εἴ

 ΛΑʹ. Πλέοντί μοι τὸ Παρθενικὸν πέλαγος ἀπὸ τῆς Ἀλεξανδρέων, ἐπὶ τὴν Ἑλλάδα: ἔπλεον δὲ παντελῶς ἔξω τῆς ὥρας, οὕτω τοῦ πόθου πείθοντος, ἐπὶ νηὸς Αἰγινα

 ΛΒʹ. Τὰ μὲν δὴ κοινὰ τοιαῦτα. Πάλαι δὲ οἶμαι θαυμάζειν τινὰς τῶν τὰ ἐκείνου σαφῶς ἐγνωκότων, ὅτι περὶ μὲν τούτων οὕτω καταγεγόναμεν, ὡς μόνα πρὸς εὐφη

 ΛΓʹ. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα: ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζ

 ΛΔʹ. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι' ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς: ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ' εἶναι μετὰ τὴν ἡμέρ

 ΛΕʹ. Ὃ δὲ τελευταῖον μὲν τῶν ἐκείνου τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει καὶ μέγιστον, τίς οὕτως ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν Ἐστασίαζε πάλι

 Λ#2ʹ. Ἤ|δει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος: καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάρι

 ΛΖʹ. Τοῦ δὲ αὐτοῦ ζήλου καὶ ἡ κατὰ τῶν αἱρετικῶν ἔνστασις, ἡνίκα ἐπεστράτευσαν ἡμῖν μετὰ τῆς βασιλικῆς ἀσεβείας, ὡς καταστρεφόμενοι καὶ ἡμᾶς, καὶ τοῖς

 ΛΗʹ. Οὐκ ἂν οὐδὲ τοῦτο τῶν ἐκείνου καλῶν παρέλθοιμι. Πάντα μὲν ἦν καρτερικὸς, καὶ κρείττων τοῦ περιβλήματος: τῇ τελευταίᾳ δὲ νόσῳ κακοπαθῶν, ἣ τῷ γήρᾳ

 ΛΘʹ. Ἐπεὶ δὲ καὶ μνημόσυνον τῆς ἐκείνου μεγαλοψυχίας ἔδει τῷ βίῳ καταλειφθῆναι, τί μᾶλλον ἔδει, ἢ τὸν νεὼν τοῦτον, ὃν Θεῷ τε ἤγειρε καὶ ἡμῖν, ὀλίγα μὲ

 Μʹ. Τί φῂς, ὦ πάτερ ἱκανὰ ταῦτα, καὶ ἀπέχεις τῶν πόνων τὰς ἀμοιβὰς, οὓς ἐπὶ τοῖς ἐμοῖς λόγοις ἐμόχθησας, τὸν εἴτε προπεμπτήριον, εἴτ' ἐπιτάφιον τοῦτο

 ΜΑʹ. Σοὶ δὲ τί δοκοῦμεν, ὦ κριτὰ τῶν ἐμῶν λόγων καὶ κινημάτων Εἰ μὲν αὐτάρκως διείλεκται ταῦτα, καὶ τῆς σῆς ἐπιθυμίας ἀξίως, τοῦτο ἐπιψήφισον, καὶ δε

 ΜΒʹ. Οὐχ ἡ αὐτὴ φύσις, ὦ μῆτερ, Θεοῦ καὶ ἀνθρώπων: μᾶλλον δὲ ὅλως τῶν θείων καὶ τῶν ἐπιγείων. Παρ' ἐκείνοις μὲν τὸ ἄτρεπτον καὶ ἀθάνατον, αὐτοῦ τε τοῦ

 ΜΓʹ. Ἀλλὰ λυπεῖ σε τὸ τῆς διαζεύξεως ἀλλ' εὐφραινέτω τὸ τῆς ἐλπίδος. Ἀλλὰ δεινὸν ἡ χηρεία ἐκείνῳ δὲ οὐ δεινόν. Καὶ ποῦ τὸ τῆς ἀγάπης ἀγαθὸν, ἑαυτῷ τ

26.  The dew would more easily resist the morning rays of the sun, than any remains of anger continue in him; but as soon as he had spoken, his indignation departed with his words, leaving behind only his love for what is good, and never outlasting the sun; nor did he cherish anger which destroys even the prudent, or show any bodily trace of vice within, nay, even when roused, he preserved calmness.  The result of this was most unusual, not that he was the only one to give rebuke, but the only one to be both loved and admired by those whom he reproved, from the victory which his goodness gained over warmth of feeling; and it was felt to be more serviceable to be punished by a just man than besmeared by a bad one, for in one case the severity becomes pleasant for its utility, in the other the kindliness is suspected because of the evil of the man’s character.  But though his soul and character were so simple and divine, his piety nevertheless inspired the insolent with awe:  or rather, the cause of their respect was the simplicity which they despised.  For it was impossible to him to utter either prayer or curse without the immediate bestowal of permanent blessing or transient pain.  The one proceeded from his inmost soul, the other merely rested upon his lips as a paternal reproof.  Many indeed of those who had injured him incurred neither lingering requital nor, as the poet63    The poet.  Pindar. says, “vengeance which dogs men’s steps;” but at the very moment of their passion they were struck and converted, came forward, knelt before him, and were pardoned, going away gloriously vanquished, and amended both by the chastisement and the forgiveness.  Indeed, a forgiving spirit often has great saving power, checking the wrongdoer by the sense of shame, and bringing him back from fear to love, a far more secure state of mind.  In chastisement some were tossed by oxen oppressed by the yoke, which suddenly attacked them, though they had never done anything of the kind before; others were thrown and trampled upon by most obedient and quiet horses; others seized by intolerable fevers, and apparitions of their daring deeds; others being punished in different ways, and learning obedience from the things which they suffered.

Κ#2ʹ. Δρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λείψανον: ἀλλ' ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι συναπήρχετο, μόνον ἀφεὶς τὸ φιλάγαθον, καὶ οὔποτε ἡλίου φανεὶς μακρότερος: οὐδὲ τὴν ἀπολλύουσαν καὶ φρονίμους ὀργὴν γεωργήσας, ἤ τι τῆς ἑαυτοῦ κακίας ἐνσημήνας τῷ σώματι, τὸ δὲ γαληνὸν διασώζων κἀν τῷ κινήματι. Τοιγαροῦν συνέβαινεν ἐκείνῳ τὸ παραδοξότατον, οὐ μόνῳ μὲν ἐπιτιμᾷν, μόνῳ δὲ ὑπὸ τῶν ἐγκαλουμένων ἀγαπᾶσθαί τε καὶ θαυμάζεσθαι, νικῶντος τοῦ χρηστοῦ τὴν θερμότητα: καὶ ὄντως τιμιώτερον εἶναι τὸ τῷ δικαίῳ παιδεύεσθαι, ἢ τῷ πονηρῷ καταλείφεσθαι: τοῦ μὲν γὰρ καὶ τὸ τραχὺ προσηνὲς διὰ τὴν ὠφέλειαν, τοῦ δὲ καὶ τὸ χρηστὸν ὕποπτον διὰ τὸ κακόηθες. Καίπερ δὲ οὕτως ἔχων ψυχῆς καὶ ἤθους ἁπλοϊκοῦ καὶ θεοειδοῦς, ὅμως τι τοῖς ὑβρισταῖς καὶ φοβερὸς ἦν διὰ τὴν εὐσέβειαν: μᾶλλον δὲ οὐδὲ ἄλλο τι τὸ πλῆττον ἦν, ἢ ἁπλότης καταφρονουμένη. Οὐ γὰρ ἦν αὐτὸν εὐχῆς, ἢ κατάρας προέσθαι ῥῆμα, καὶ μή τι δοῦναι παραυτίκα, ἢ ἀγαθὸν διαρκὲς, ἢ λυπηρὸν πρόσκαιρον: τὸ μὲν γὰρ ἦν ἐκ βάθους ψυχῆς, τὸ δὲ ἐπὶ χείλεσι μόνον, καὶ πατρική τις ἐπίπληξις. Πολλοῖς γέ τοι τῶν λελυπηκότων οὐδὲ ὑπερήμερος ἀπήντησεν ἡ ἀντίδοσις, οὐδὲ ὀπισθόπους ἡ δίκη, τοῦτο δὴ τὸ ποιητικόν: ἀλλὰ παρ' αὐτὰ τῆς κινήσεως ἐπλήγησαν, ἐπεστράφησαν, προσῆλθον, ἐγονυπέτησαν, συγγνώμης ἔτυχον, ἀπῆλθον, ἡττημένοι καλῶς, ἀμείνους ἐγένοντο, καὶ σωφρονισθέντες, καὶ συγγνωσθέντες. Ἐπεὶ καὶ τὸ σύγγνωμον πολλάκις μέγα πρὸς σωτηρίαν, αἰδοῖ κατεῖργον τὸν ἀδικήσαντα, καὶ μετάγον εἰς φίλτρον ἐκ φόβου τὴν ἀσφαλεστέραν εὔνοιαν. Ἐπαιδεύθησαν δὲ, οἱ μὲν ὑπὸ βοῶν ἀναῤῥιφέντες τῇ ζεύγλῃ τετρυχωμένων, καὶ ἀπαντησάντων ἀθρόως, οὔπω τοῦτο πρότερον πεπονθότων: οἱ δὲ ἵπποις σφενδονηθέντες, καὶ συμπατηθέντες, τῶν εὐπειθεστάτων τε καὶ ἡμερωτάτων: οἱ δὲ πυρετοῖς ἀσχέτοις καταληφθέντες, καὶ φαντασίαις ὧν τετολμήκασιν: οἱ δὲ ἄλλοι ἄλλο τι παιδαγωγηθέντες, καὶ μαθόντες τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθον.