ΛΟΓΟΣ ΙΗʹ. Ἐπιτάφιος εἰς τὸν πατέρα, παρόντος Βασιλείου.

 Αʹ. Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος: οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τοὺς διαβεβ

 Βʹ. Πλὴν εἰπέ: πόθεν πάρει καὶ τίς σου ἡ ἐργασία καὶ τί χαριούμενος ἥκεις ἡμῖν Ἐπειδὴ πάντα σε σὺν Θεῷ, καὶ παρὰ Θεοῦ κινούμενον ἔγνων, καὶ ἐπ' εὐε

 Γʹ. Τριῶν δὲ ὄντων, ὅπερ ἔφην, ἅ σοι τὴν παρουσίαν ἀναγκαίαν ποιεῖ, καὶ πάντων ἐξ ἴσης, ἡμῶν, τοῦ ποιμένος, τῆς ποίμνης: φέρε, κατὰ τὸ ἐν σοὶ πνεῦμα τ

 Δʹ. Ἡμᾶς μὲν οὕτω παραμυθήσῃ: τὴν ποίμνην δὲ πῶς Πρῶτον μὲν τὴν σὴν ὑποσχόμενος ἐπιστασίαν καὶ ἡγεμονίαν, οὗ πᾶσι καλὸν ὑπὸ τὰς πτέρυγας ἀναπαύεσθαι,

 Εʹ. Ἐκεῖνος τοίνυν (ἵνα πατρίδα, καὶ γένος, καὶ σώματος εὐφυΐαν, καὶ τὴν ἔξωθεν περιφάνειαν, καὶ τἄλλα οἷς μέγα φρονοῦσιν ἄνθρωποι, τοῖς τῶν ἐγκωμίων

 #2ʹ. Ἐκεῖνος καὶ πρὸ τῆς ἡμετέρας αὐλῆς ἦν ἡμέτερος: εἰσεποίει γὰρ αὐτὸν ἡμῖν ὁ τρόπος. Ὥσπερ γὰρ πολλοὶ τῶν ἡμετέρων οὐ μεθ' ἡμῶν εἰσιν, οὓς ὁ βίος ἀ

 Ζʹ. Γυναῖκα μὲν ἀνδρείαν τίς εὑρήσει τῆς θείας ἤκουσα λεγούσης Γραφῆς: καὶ τὸ δῶρον θεόθεν εἶναι, τὴν ἀγαθὴν παρὰ τοῦ Κυρίου συζυγίαν ἁρμόζεσθαι. Τὸ

 Ηʹ. Καὶ τῷ μὲν Ἀδὰμ ἡ δοθεῖσα κατ' αὐτὸν βοηθὸς (ἐπειδὴ καλὸν ἦν μὴ μόνον εἶναι τὸν ἄνθρωπον), ἀντὶ συνεργοῦ πολεμία κατέστη, καὶ οὐχ ὁμόζυγος, ἀλλ' ἀ

 Θʹ. Τίς μὲν ἔλαθεν ἐκείνην, εὐχῆς ἢ καιρὸς, ἢ τόπος ὃ καὶ πρῶτον ἦν αὐτῇ πάντων τῆς ἡμέρας κίνημα. Μᾶλλον δὲ τίς οὕτως ἔχειν ὁμοῦ τῷ αἰτεῖν τὸ αἰτούμ

 Ιʹ. Καὶ εἰ μέγα τῷ θυσιαστηρίῳ ποτὲ τὸ μὴ πέλεκυν ἐπ' αὐτὸ ἀναβῆναι, μηδὲ ὀφθῆναι, ἢ ἀκουσθῆναι λαξευτήριον (λόγῳ μείζονι, ὡς δέον φυσικὸν καὶ ἄτεχνον

 ΙΑʹ. Καὶ σιωπῶ τὰ τούτων ἀποῤῥητότερα, ὧν Θεὸς μάρτυς, καὶ τῶν πιστῶν θεραπαινίδων αἷς τὰ τοιαῦτα ἐπίστευσε. Τὸ γὰρ καθ' ἡμᾶς ἴσως οὐδὲ μνήμης ἀξιωτέο

 ΙΒʹ. Ἡ μὲν καὶ ᾔτει ταῦτα καὶ ἤλπιζεν, ἅτε τῇ πίστει μᾶλλον ἢ τῇ νεότητι ζέουσα. Καὶ γὰρ οὐδεὶς οὕτως ἐθάῤῥει τοῖς παροῦσιν, ὡς αὕτη τοῖς ἐλπισθεῖσι,

 ΙΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ τῷ θαύματι θαῦμα συνάπτεται: παραθήσομαι δὲ πιστῶν ἀκοαῖς τὸν λόγον: ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Πρόσε

 ΙΔʹ. Καὶ τοῦτο οὐδεὶς ἀπιστήσειε τῶν ἀκηκοότων τε καὶ γιγνωσκόντων, ὅτι Μωϋσῆς μὲν ἔτι μικρὸς ὢν τοῖς πολλοῖς, καὶ οὔπω λόγου τινὸς ἀξιούμενος, ἐκ τῆς

 ΙΕʹ. Τί δεῖ πάντας ἀπαριθμεῖσθαι τοὺς ὑπὸ Θεοῦ προσκληθέντας, καὶ τοιούτοις οἰκειωθέντας θαύμασιν, οἷς κἀκεῖνος ἐβεβαιώθη πρὸς τὴν εὐσέβειαν Καὶ οὐ τ

 Ι#2ʹ. Παραλαβὼν γὰρ τὴν Ἐκκλησίαν ὑλώδη καὶ ἀπηγροικισμένην, οὐ πόῤῥωθεν μὲν ἐπισκοπῇ ποιμανθεῖσαν, ἀλλ' ὅσον ἑνὶ τῶν πρὸ αὐτοῦ κοσμηθῆναι, καὶ τούτῳ

 ΙΖʹ. Ταῦτα ἐννοῶν ὁ μέγας ἐκεῖνος ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἀληθῶς Θεολόγος, καὶ μετὰ τοῦ Πνεύματος περὶ τούτων κινούμενος, τί χρὴ λέγειν ἕτερον, ἢ ὅτι ν

 ΙΗʹ. Τεκμήριον δὲ τοῦ λόγου: Καὶ γὰρ ἡνίκα παρὰ τοῦ θερμοτέρου μέρους τῆς Ἐκκλησίας κατεστασιάσθημεν, γράμματι κλαπέντες καὶ ῥήμασι τεχνικοῖς εἰς πονη

 ΙΘʹ. Τίς δ' ἂν τῶν ἐκείνου καλῶν ἢ τὸ πλῆθος ἐξαριθμήσαιτο, ἢ τὰ πλείω παραδραμεῖν ἐθέλων, μὴ χαλεπῶς εὕροι τὸ παρετέον Ἀεὶ γὰρ τὸ τὴν διάνοιαν ἐπεισ

 Κʹ. Τίς μὲν γὰρ ἐκείνου περὶ τὰ κοινὰ σπουδαιότερος τίς δὲ τὰ οἴκοι φιλοσοφώτερος, ἐπειδὴ καὶ οἶκον ἐμέρισεν αὐτῷ, καὶ κτῆσιν σύμμετρον, ὁ πάντα καλῶ

 ΚΑʹ. Τὸ δὲ κάλλιστόν τε καὶ μέγιστον, ὅτι τῷ μεγαλοψύχῳ προσῆν καὶ τὸ ἀφιλότιμον. Ὅσον δὲ καὶ οἷον, δηλώσων ἔρχομαι: Τὰ μὲν γὰρ χρήματα κοινὰ, καὶ ἡ π

 ΚΒʹ. Ἡ μὲν οὖν χεὶρ τοσαύτη: καὶ τὰ πλείω τοῖς εἰδόσι παρήσομεν, ὥστε, εἴ τι καὶ ἡμῖν μαρτυρεῖται τοιοῦτον, ἐξ ἐκείνης εἶναι τῆς πηγῆς, κἀκείνου μοῖρα

 ΚΓʹ. Τίς δὲ πλέον, ἢ τῦφον ἐκόλασεν, ἢ ταπεινοφροσύνην ἠγάπησε, καὶ ταύτην οὐκ ἐπιπλάστως, οὐδὲ ἐξ ἐπιπολῆς, ὡς οἱ πολλοὶ τῶν νῦν προσποιουμένων φιλοσ

 ΚΔʹ. Ὃ δὲ κάλλιστον τῶν ἐκείνου καὶ ἰδιώτατον, καὶ οὐδὲ τοῖς πολλοῖς ἀγνοούμενον, ἡ ἁπλότης, καὶ τὸ τοῦ ἤθους ἄδολόν τε καὶ ἀμνησίκακον. Ἄλλος μὲν γὰρ

 ΚΕʹ. Θεοῦ μὲν ὀργῆς τρυγίαν τινὰ καὶ πιστεύομεν καὶ ἀκούομεν, τὸ λεῖμμα τῆς κατὰ τῶν ἀξίων κινήσεως: ἐπειδὴ Θεὸς ἐκδικήσεων Κύριος. Εἰ γὰρ καὶ κλίνει

 Κ#2ʹ. Δρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λείψανον: ἀλλ' ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι σ

 ΚΖʹ. Ἆρ' οὖν τὸ μὲν ἐπιεικὲς τοσοῦτον αὐτῷ καὶ οὕτω γνώριμον: ἐντελείας δὲ καὶ τῆς περὶ τὸ πρακτέον ἀρετῆς παρῆκεν ἑτέρῳ τὸ πλέον ἔχειν Οὐ μὲν οὖν: ἀ

 ΚΗʹ. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων: Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, εἰ κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρσιν κα

 ΚΘʹ. Τί οὖν ἐνταῦθα ὁ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ κειμένου Θεός Φρίττειν ἐπέρχεταί μοι τοῖς ἑξῆς προσιόντι τοῦ διηγήματος (φρίττοιτε δὲ καὶ ὑμεῖς, οἱ

 Λʹ. Τὸ δ' αὐτὸ καὶ περὶ τὴν μητέρα τὴν ἐμὴν συνηνέχθη θαῦμα, οὐ μικρὸν ὕστερον: ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν: ταύτην τε γὰρ τὰ εἰκότα τιμήσομεν, εἴ

 ΛΑʹ. Πλέοντί μοι τὸ Παρθενικὸν πέλαγος ἀπὸ τῆς Ἀλεξανδρέων, ἐπὶ τὴν Ἑλλάδα: ἔπλεον δὲ παντελῶς ἔξω τῆς ὥρας, οὕτω τοῦ πόθου πείθοντος, ἐπὶ νηὸς Αἰγινα

 ΛΒʹ. Τὰ μὲν δὴ κοινὰ τοιαῦτα. Πάλαι δὲ οἶμαι θαυμάζειν τινὰς τῶν τὰ ἐκείνου σαφῶς ἐγνωκότων, ὅτι περὶ μὲν τούτων οὕτω καταγεγόναμεν, ὡς μόνα πρὸς εὐφη

 ΛΓʹ. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα: ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζ

 ΛΔʹ. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι' ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς: ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ' εἶναι μετὰ τὴν ἡμέρ

 ΛΕʹ. Ὃ δὲ τελευταῖον μὲν τῶν ἐκείνου τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει καὶ μέγιστον, τίς οὕτως ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν Ἐστασίαζε πάλι

 Λ#2ʹ. Ἤ|δει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος: καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάρι

 ΛΖʹ. Τοῦ δὲ αὐτοῦ ζήλου καὶ ἡ κατὰ τῶν αἱρετικῶν ἔνστασις, ἡνίκα ἐπεστράτευσαν ἡμῖν μετὰ τῆς βασιλικῆς ἀσεβείας, ὡς καταστρεφόμενοι καὶ ἡμᾶς, καὶ τοῖς

 ΛΗʹ. Οὐκ ἂν οὐδὲ τοῦτο τῶν ἐκείνου καλῶν παρέλθοιμι. Πάντα μὲν ἦν καρτερικὸς, καὶ κρείττων τοῦ περιβλήματος: τῇ τελευταίᾳ δὲ νόσῳ κακοπαθῶν, ἣ τῷ γήρᾳ

 ΛΘʹ. Ἐπεὶ δὲ καὶ μνημόσυνον τῆς ἐκείνου μεγαλοψυχίας ἔδει τῷ βίῳ καταλειφθῆναι, τί μᾶλλον ἔδει, ἢ τὸν νεὼν τοῦτον, ὃν Θεῷ τε ἤγειρε καὶ ἡμῖν, ὀλίγα μὲ

 Μʹ. Τί φῂς, ὦ πάτερ ἱκανὰ ταῦτα, καὶ ἀπέχεις τῶν πόνων τὰς ἀμοιβὰς, οὓς ἐπὶ τοῖς ἐμοῖς λόγοις ἐμόχθησας, τὸν εἴτε προπεμπτήριον, εἴτ' ἐπιτάφιον τοῦτο

 ΜΑʹ. Σοὶ δὲ τί δοκοῦμεν, ὦ κριτὰ τῶν ἐμῶν λόγων καὶ κινημάτων Εἰ μὲν αὐτάρκως διείλεκται ταῦτα, καὶ τῆς σῆς ἐπιθυμίας ἀξίως, τοῦτο ἐπιψήφισον, καὶ δε

 ΜΒʹ. Οὐχ ἡ αὐτὴ φύσις, ὦ μῆτερ, Θεοῦ καὶ ἀνθρώπων: μᾶλλον δὲ ὅλως τῶν θείων καὶ τῶν ἐπιγείων. Παρ' ἐκείνοις μὲν τὸ ἄτρεπτον καὶ ἀθάνατον, αὐτοῦ τε τοῦ

 ΜΓʹ. Ἀλλὰ λυπεῖ σε τὸ τῆς διαζεύξεως ἀλλ' εὐφραινέτω τὸ τῆς ἐλπίδος. Ἀλλὰ δεινὸν ἡ χηρεία ἐκείνῳ δὲ οὐ δεινόν. Καὶ ποῦ τὸ τῆς ἀγάπης ἀγαθὸν, ἑαυτῷ τ

34.  The Emperor77    The Emperor, Julian. had come, raging against the Christians; he was angry at the election and threatened the elect, and the city stood in imminent peril78    In imminent peril, lit. “on a razor’s edge.”  Homer Il. x. 173. as to whether, after that day it should cease to exist, or escape and be treated with some degree of mercy.  The innovation in regard to the election was a new ground of exasperation, in addition to the destruction of the temple of Fortune in a time of prosperity, and was looked upon as an invasion of his rights.  The governor of the province also was eager to turn the opportunity to his own account, and was ill disposed to the new bishop, with whom he had never had friendly relations, in consequence of their different political views.  Accordingly he sent letters to summon the consecrators to invalidate the election, and in no gentle terms, for they were threatened as if by command of the Emperor.  Hereupon, when the letter reached him, without fear or delay, he replied—consider the courage and spirit of his answer—“Most excellent governor, we have one Censor of all our actions, and one Emperor, against whom his enemies are in arms.  He will review the present consecration, which we have legitimately performed according to His will.  In regard to any other matter, you may, if you will, use violence with the greatest ease against us.  But no one can prevent us from vindicating the legitimacy and justice of our action in this case; unless you should make a law on this point, you, who have no right to interfere in our affairs.”  This letter excited the admiration of its recipient, although he was for a while annoyed at it, as we have been told by many who know the facts well.  It also stayed the action of the Emperor, and delivered the city from peril, and ourselves, it is not amiss to add, from disgrace.  This was the work of the occupant of an unimportant and suffragan see.  Is not a presidency of this kind far preferable to a title derived from a superior see, and a power which is based upon action rather than upon a name.

ΛΔʹ. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι' ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς: ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ' εἶναι μετὰ τὴν ἡμέραν ἐκείνην, ἢ περισωθῆναι, καί τινος φιλανθρωπίας τυχεῖν. Προσεγεγόνει γὰρ οἷς παρώξυντο περὶ τῆς Τύχης, ἐν καιρῷ τῆς εὐτυχίας περιλυθείσης, καὶ ἡ περὶ τὸν ἄνδρα καινοτομία, ὡς τῶν δημοσίων σεσυλημένων. Ἐζήτει δὲ ὁ τοῦ ἔθνους ἄρχων ὅ τι χαρίσαιτο τῷ καιρῷ, κἀκεῖνον τί διαθείη κακὸν, οὐδὲ ἄλλως πρὸς αὐτὸν ἔχων ἐπιτηδείως, ἀλλ' ὡς ἐξ ἀντιπολιτείας διάφορος ὤν. Ἐκάλει δὲ δι' ἐπιστολῶν τοὺς χειροτονήσαντας ὡς κατηγορήσοντας, οὐκ ἔτι ἀπραγμόνως, ἀλλ' ἤδη τι καὶ ἀπειλῆς προστιθεὶς, ὡς τοῦτο ἀπαιτοῦντος τοῦ βασιλέως. Τότε τοίνυν καὶ πρὸς αὐτὸν ἐλθούσης ἐπιστολῆς, οὐδὲν δείσας, οὐδὲ μικρὸν ἐπισχὼν (σκοπῶμεν τὴν παῤῥησίαν, ὅση καὶ μεθ' ὅσου τοῦ πνεύματος, ἐκ τῶν ἀντεπεσταλμένων), Ἡμεῖς, φησὶν, ὦ κράτιστε ἡγεμὼν, πάντων τῶν πραττομένων ἔχομεν ἐξεταστὴν ἕνα καὶ βασιλέα, τὸν νῦν πολεμούμενον: ἐκεῖνος καὶ τὴν νῦν ἐξετάσει χειροτονίαν, ἣν ἔνθεσμον καὶ φίλην αὐτῷ πεποιήμεθα. Ὑμῖν δὲ ἄλλο μέν τι βιάζεσθαι βουλομένοις, καὶ πάνυ ῥᾷστον: τοῦτο δὲ οὐδεὶς ἡμᾶς ἀφαιρήσεται, τὸ συνηγορεῖν, ὡς ὀρθῶς καὶ δικαίως πεπραγμένοις, τοῖς πεπραγμένοις: εἰ μὴ καὶ τοῦτον θείητε τὸν νόμον, οἷς οὐ θεμιτὸν παρακύπτειν εἰς τὰ ἡμέτερα. Τοῦτο τὸ γράμμα καὶ αὐτὸς ἐθαύμασεν ὁ δεξάμενος, εἰ καὶ πρὸς ὀλίγον ἐχαλέπῃνεν, ὡς οἱ πολλοὶ τῶν τὰ ἐκείνου καλῶς γιγνωσκόντων ἀπήγγελλον: τοῦτο καὶ βασιλέως τὴν ὁρμὴν ἔστησε, καὶ τοῦ κινδύνου τὴν πόλιν ἀπήλλαξεν, οὐ φαύλως δ' ἂν προσθείην, ὅτι καὶ τῆς αἰσχύνης ἡμᾶς. Τούτου τοῦ μικροπολίτου τὸ ἔργον, καὶ τῆς καθέδρας τὰ δεύτερα ἔχοντος. Ἆρ' οὐ πολλῷ βέλτιον οὕτω πρωτεύειν, ἢ ἀπὸ τῶν ὑψηλοτέρων θρόνων φθέγγεσθαι, καὶ κρατεῖν ἐν τοῖς πράγμασι μᾶλλον ἢ τοῖς ὀνόμασιν;