ΛΟΓΟΣ ΛΓʹ. Πρὸς Ἀρειανοὺς, καὶ εἰς ἑαυτόν.

 Αʹ. Ποῦ ποτέ εἰσιν, οἱ τὴν πενίαν ἡμῖν ὀνειδίζοντες, καὶ τὸν πλοῦτον κομπάζοντες Οἱ πλήθει τὴν Ἐκκλησίαν ὁρίζοντες, καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον

 Βʹ. Βούλει σοι τὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰσραὴλ φθέγξομαι, τραχηλιῶντα καὶ σκληρυνόμενον Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι

 Γʹ. Τίνα δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον Τίνας ὁπλίτας παρέταξα Τίνα στρατηγὸν θυμῷ ζέοντα, καὶ τῶν ἐπιτασσόντων θρασύτερον, καὶ τοῦτον οὐδὲ Χρι

 Δʹ. Τίνας ἐπαφήκαμεν θῆρας ἁγίων σώμασιν, ὥς τινες τὴν ἀνθρωπείαν φύσιν δημοσιεύσαντες, ἓν ἐγκαλέσαντες μόνον, τὸ μὴ τῇ ἀσεβείᾳ συνθέσθαι, μηδὲ τῇ κοι

 Εʹ: Ἢ ἵνα τὰ παλαιότερα λέγωμεν καὶ ταῦτα γὰρ τῆς αὐτῆς φρατρίας), τίνας περιελὼν χεῖρας, ἢ τεθνηκότων, ἢ ζώντων ἁγίων, κατεψευσάμην, ἵνα τὴν πίστιν π

 #2ʹ. Ἐπεὶ δὲ τοιαῦτα τὰ σὰ, καὶ οὕτως ἔχοντα, λέγε μοι καὶ τὰς ἐμὰς ἀδικίας, ἵν' ἢ παύσωμαι κακὸς ὢν, ἢ αἰσχύνωμαι. Ὡς ἔγωγε μάλιστα μὲν εὔχομαι μηδὲν

 Ζʹ. Πῶς δὲ οὐ λέγεις καὶ θέσεως εὐκαιρίαν, καὶ γῆν καὶ θάλασσαν, ὥσπερ ἀμιλλωμένας, ποτέρας ἂν εἴη μᾶλλον ἡ πόλις, καὶ τοῖς παρ' ἑαυτῶν ἀγαθοῖς τὴν βα

 Ηʹ. Ἦ καὶ τῆς ἐσθῆτός μου τὸ τρύχινον αἰτιάσῃ, καὶ τοῦ προσώπου τὴν θέσιν οὐκ εὐφυῶς ἔχουσαν ἐπεὶ καὶ τούτοις ὁρῶ τινας τῶν λίαν ταπεινῶν αἰρομένους.

 Θʹ. Ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω καὶ φιλοσόφως, ὥστε ἕνα μὲν οὐρανὸν, καὶ κοινὸν ἅπασι τὸν αὐτὸν, ὑπολαμβάνω, κοινὴν δὲ ἡλίου καὶ σελήνης περίοδον, κοινὴν

 Ιʹ. Ἠπάτα δέ με καὶ ἡ τοῦ Σαμουὴλ Ἀρμαθαῒμ, ἡ μικρὰ τοῦ μεγάλου πατρὶς, οὐκ ἀτιμάσασα τὸν προφήτην, οὐδὲ παρ' ἑαυτῆς μᾶλλον, ἣ παρ' ἐκείνου γενομένη τ

 ΙΑʹ. Ἀλλὰ καὶ ξένος ἡμῖν ὁ κῆρυξ καὶ ὑπερόριος, τάχα ἂν εἴποι τις τῶν σφόβρα περιγραπτῶν τε καὶ φιλοσάρκων. Οἱ ἀπόστολοι δὲ, οὐ ξένοι τῶν πολλῶν ἐθνῶν

 ΙΒʹ. Πᾶσι μία τοῖς ὑψηλοῖς πατρὶς, ὦ οὗτος, ἡ ἄνω Ἱερουσαλὴμ, εἰς ἣν ἀποτιθέμεθα τὸ πολίτευμα. Πᾶσι γένος ἓν, εἰ μὲν τὰ κάτω βούλει σκοπεῖν, ὁ χοῦς: ε

 ΙΓ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ἐπέστην ὑμῖν ὁ μικρὸς ἐγὼ καὶ κακόπατρις, καὶ τοῦτο, οὐχ ἑκὼν, οὐδ' αὐτεπάγγελτος, κατὰ τοὺς πολλοὺς τῶν νῦν ἐπιπηδώντ

 ΙΔʹ. Εἰ δὲ, ὅτι τυραννούμενος φέρω, τοῦτο ἀδικῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ ὑπ' ἄλλων ἤνεγκα τυραννούμενος: καὶ χάρις, ὅτι τὴν ἐπιείκειαν ἐ

 ΙΕʹ. Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζομαι, καὶ σκοπεῖτε, εἰ μὴ καὶ λίαν ὀρθῶς, ἃ καὶ πολλάκις ὑμῖν ἐφιλοσόφησα. Ἔχουσιν οὗτοι τοὺς οἴκους, ἡμ

 Ι2ʹ. Ταῦτα καλῶ κατ' ὄνομα (οὐκ ἀνώνυμα γὰρ, ὥσπερ οὐδὲ ἀστέρες ἀριθμούμενοι καὶ ὀνομαζόμενοι), καὶ ἀκολουθοῦσί μοι, ἐκτρέφω γὰρ ἐπὶ ὕδατος ἀναπαύσεως

 ΙΖʹ. Τούτων παραχωρείτω μοι τῶν φωνῶν πᾶς ὁ ἀπειλῶν σήμερον: τῶν δὲ ἄλλων μεταποιείσθωσαν οἱ βουλόμενοι. Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζημιούμενος, οὐδὲ Υἱὸ

III.  What tumultuous mob have I led against you?  What soldiers have I armed?  What general boiling with rage, and more savage than his employers, and not even a Christian, but one who offers his impiety against us as his private worship to his own gods?7    Dr. Ullmann makes this passage refer to outrages perpetrated in Constantinople itself on Gregory, by his Arian opponents.  On one occasion, he says, in the night time the meetingplace of the Orthodox was assailed; a mob of Arians, and in particular women of the lowest stamp, set on by monks, armed themselves with sticks and stones, and forced an entrance into the peaceful place of holy worship.  The champion of orthodoxy well nigh became a martyr to his convictions; the Altar was profaned, the consecrated wine was mixed with blood; the house of prayer was made a scene of outrage and unbridled licentiousness.  The Benedictine Editors, however, whom Benoit follows, think the reference is to the disturbances in Alexandria when the Arian Lucius was forcibly intruded into the Chair of Athanasius by the Prefect Palladius.  A full account of the atrocities by which his installation was marked is to be found in a letter of Peter, the expelled or orthodox Patriarch, preserved in Theodoret (H. E. IV. 22).  This Lucius was living in Constantinople and abetting the Arian party there at the time when Gregory pronounced this Oration.  Whom have I besieged while engaged in prayer and lifting up their hands to God?  When have I put a stop to psalmody with trumpets? or mingled the Sacramental Blood with blood of massacre?  What spiritual sighs have I put an end to by cries of death, or tears of penitence by tears of tragedy?  What House of prayer have I made a burialplace?  What liturgical vessels which the multitude may not touch have I given over to the hands of the wicked, of a Nebuzaradan,8    2 Kings xxv. 11. chief of the cooks, or of a Belshazzar, who wickedly used the sacred vessels for his revels,9    Dan. v. 3. and then paid a worthy penalty for his madness?  “Altars beloved” as Holy Scripture saith, but “now defiled.”10    Hos. viii. 11 (LXX.).  And what licentious youth has insulted you for our sake with shameful writhings and contortions?  O precious Throne, seat and rest of precious men, which hast been occupied by a succession of pious Priests, who from ancient times have taught the divine Mysteries, what heathen popular speaker and evil tongue hath mounted thee to inveigh against the Christian’s faith?  O modesty and majesty of Virgins, that cannot endure the looks of even virtuous men, which of us hath shamed thee, and outraged thee by the exposure of what may not be seen, and showed to the eyes of the impious a pitiable sight, worthy of the fires of Sodom?  I say nothing of deaths, which were more endurable than this shame.

Γʹ. Τίνα δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον; Τίνας ὁπλίτας παρέταξα; Τίνα στρατηγὸν θυμῷ ζέοντα, καὶ τῶν ἐπιτασσόντων θρασύτερον, καὶ τοῦτον οὐδὲ Χριστιανὸν, ἀλλ' οἰκείαν θρησκείαν προσάγοντα τοῖς ἑαυτοῦ δαίμοσι, τὴν καθ' ἡμῶν ἀσέβειαν; Τίνας εὐχομένους ἐπολιόρκησα, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν αἴροντας; Τίνας ψαλμῳδίας σάλπιγξιν ἔστησα; Τίνων μυστικὸν αἷμα φονικοῖς αἵμασιν ἔμιξα; Τίνων οἰμωγὰς θρήνοις ἔπαυσα, πνευματικὰς ὀλεθρίοις, καὶ δάκρυσι τραγῳδίας, δάκρυα κατανύξεως; Ποῖον προσευχῆς οἶκον πεποίηκα πολυάνδριον; Ποῖα λειτουργικὰ σκεύη, καὶ τοῖς πολλοῖς ἄψαυστα, χερσὶν ἀνόμων ἐξέδωκα, ἢ Ναβουζαρδὰν τῷ ἀρχιμαγείρῳ, ἢ Βαλτάσαρ τῷ κακῶς ἐν τοῖς ἁγίοις τρυφήσαντι, καὶ μέντοι καὶ δίκας εἰσπραχθέντι τῆς ἀπονοίας ἀξίας; Θυσιαστήρια ἠγαπημένα, ὥς φησιν ἡ θεία Γραφὴ, νυνὶ δὲ καθυβρισμένα: ὑμῶν δὲ ποῖον δι' ἡμᾶς κατωρχήσατο μειράκιον ἀσελγὲς, αἰσχρὰ λυγιζόμενον, καὶ καμπτόμενον; μᾶλλον δὲ, διὰ τίνος ἐγὼ τοιούτου τὸ μέγα μυστήριον καὶ θεῖον ἐξωρχησάμην; Καθέδρα τιμία, καὶ τιμίων ἀνδρῶν ἵδρυμα καὶ ἀνάπαυμα, καὶ πολλοὺς εὐσεβεῖς ἀμείψασα ἱερέας, ἄνωθεν τὰ θεῖα μυσταγωγήσαντας: ἐπὶ δὲ σὲ τίς ἀνέβη δημηγόρος Ἕλλην, καὶ γλῶσσα πονηρὰ, τὰ Χριστιανῶν στηλιτεύουσα; Παρθένων αἰδὼς καὶ σεμνότης, ὄψεις ἀνδρῶν μηδὲ σωφρόνων φέρουσα, σὲ δὲ τίς ἡμῶν ᾔσχυνε καὶ καθύβρισε μέχρι τῶν ἀθεάτων, καὶ ἀσεβῶν ὄψεσι προὔθηκε θέαν ἐλεεινὴν, καὶ τοῦ Σοδομιτικοῦ πυρὸς ἀξίαν; Ἐῶ γὰρ θανάτους λέγειν τῆς αἰσχύνης ἀνεκτοτέρους.