ΛΟΓΟΣ ΛΓʹ. Πρὸς Ἀρειανοὺς, καὶ εἰς ἑαυτόν.

 Αʹ. Ποῦ ποτέ εἰσιν, οἱ τὴν πενίαν ἡμῖν ὀνειδίζοντες, καὶ τὸν πλοῦτον κομπάζοντες Οἱ πλήθει τὴν Ἐκκλησίαν ὁρίζοντες, καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον

 Βʹ. Βούλει σοι τὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰσραὴλ φθέγξομαι, τραχηλιῶντα καὶ σκληρυνόμενον Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι

 Γʹ. Τίνα δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον Τίνας ὁπλίτας παρέταξα Τίνα στρατηγὸν θυμῷ ζέοντα, καὶ τῶν ἐπιτασσόντων θρασύτερον, καὶ τοῦτον οὐδὲ Χρι

 Δʹ. Τίνας ἐπαφήκαμεν θῆρας ἁγίων σώμασιν, ὥς τινες τὴν ἀνθρωπείαν φύσιν δημοσιεύσαντες, ἓν ἐγκαλέσαντες μόνον, τὸ μὴ τῇ ἀσεβείᾳ συνθέσθαι, μηδὲ τῇ κοι

 Εʹ: Ἢ ἵνα τὰ παλαιότερα λέγωμεν καὶ ταῦτα γὰρ τῆς αὐτῆς φρατρίας), τίνας περιελὼν χεῖρας, ἢ τεθνηκότων, ἢ ζώντων ἁγίων, κατεψευσάμην, ἵνα τὴν πίστιν π

 #2ʹ. Ἐπεὶ δὲ τοιαῦτα τὰ σὰ, καὶ οὕτως ἔχοντα, λέγε μοι καὶ τὰς ἐμὰς ἀδικίας, ἵν' ἢ παύσωμαι κακὸς ὢν, ἢ αἰσχύνωμαι. Ὡς ἔγωγε μάλιστα μὲν εὔχομαι μηδὲν

 Ζʹ. Πῶς δὲ οὐ λέγεις καὶ θέσεως εὐκαιρίαν, καὶ γῆν καὶ θάλασσαν, ὥσπερ ἀμιλλωμένας, ποτέρας ἂν εἴη μᾶλλον ἡ πόλις, καὶ τοῖς παρ' ἑαυτῶν ἀγαθοῖς τὴν βα

 Ηʹ. Ἦ καὶ τῆς ἐσθῆτός μου τὸ τρύχινον αἰτιάσῃ, καὶ τοῦ προσώπου τὴν θέσιν οὐκ εὐφυῶς ἔχουσαν ἐπεὶ καὶ τούτοις ὁρῶ τινας τῶν λίαν ταπεινῶν αἰρομένους.

 Θʹ. Ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω καὶ φιλοσόφως, ὥστε ἕνα μὲν οὐρανὸν, καὶ κοινὸν ἅπασι τὸν αὐτὸν, ὑπολαμβάνω, κοινὴν δὲ ἡλίου καὶ σελήνης περίοδον, κοινὴν

 Ιʹ. Ἠπάτα δέ με καὶ ἡ τοῦ Σαμουὴλ Ἀρμαθαῒμ, ἡ μικρὰ τοῦ μεγάλου πατρὶς, οὐκ ἀτιμάσασα τὸν προφήτην, οὐδὲ παρ' ἑαυτῆς μᾶλλον, ἣ παρ' ἐκείνου γενομένη τ

 ΙΑʹ. Ἀλλὰ καὶ ξένος ἡμῖν ὁ κῆρυξ καὶ ὑπερόριος, τάχα ἂν εἴποι τις τῶν σφόβρα περιγραπτῶν τε καὶ φιλοσάρκων. Οἱ ἀπόστολοι δὲ, οὐ ξένοι τῶν πολλῶν ἐθνῶν

 ΙΒʹ. Πᾶσι μία τοῖς ὑψηλοῖς πατρὶς, ὦ οὗτος, ἡ ἄνω Ἱερουσαλὴμ, εἰς ἣν ἀποτιθέμεθα τὸ πολίτευμα. Πᾶσι γένος ἓν, εἰ μὲν τὰ κάτω βούλει σκοπεῖν, ὁ χοῦς: ε

 ΙΓ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ἐπέστην ὑμῖν ὁ μικρὸς ἐγὼ καὶ κακόπατρις, καὶ τοῦτο, οὐχ ἑκὼν, οὐδ' αὐτεπάγγελτος, κατὰ τοὺς πολλοὺς τῶν νῦν ἐπιπηδώντ

 ΙΔʹ. Εἰ δὲ, ὅτι τυραννούμενος φέρω, τοῦτο ἀδικῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ ὑπ' ἄλλων ἤνεγκα τυραννούμενος: καὶ χάρις, ὅτι τὴν ἐπιείκειαν ἐ

 ΙΕʹ. Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζομαι, καὶ σκοπεῖτε, εἰ μὴ καὶ λίαν ὀρθῶς, ἃ καὶ πολλάκις ὑμῖν ἐφιλοσόφησα. Ἔχουσιν οὗτοι τοὺς οἴκους, ἡμ

 Ι2ʹ. Ταῦτα καλῶ κατ' ὄνομα (οὐκ ἀνώνυμα γὰρ, ὥσπερ οὐδὲ ἀστέρες ἀριθμούμενοι καὶ ὀνομαζόμενοι), καὶ ἀκολουθοῦσί μοι, ἐκτρέφω γὰρ ἐπὶ ὕδατος ἀναπαύσεως

 ΙΖʹ. Τούτων παραχωρείτω μοι τῶν φωνῶν πᾶς ὁ ἀπειλῶν σήμερον: τῶν δὲ ἄλλων μεταποιείσθωσαν οἱ βουλόμενοι. Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζημιούμενος, οὐδὲ Υἱὸ

XVII.  These words let everyone who threatens me to-day concede to me; the rest let whoever will claim.  The Father will not endure to be deprived of the Son, nor the Son of the Holy Ghost.  Yet that must happen if They are confined to time, and are created Beings…for that which is created is not God.  Neither will I bear to be deprived of my consecration; One Lord, One Faith, One Baptism.  If this be cancelled, from whom shall I get a second?  What say you, you who destroy Baptism or repeat it?  Can a man be spiritual without the Spirit?  Has he a share in the Spirit who does not honour the Spirit?  Can he honour Him who is baptized into a creature and a fellow-servant?  It is not so; it is not so; for all your talk.  I will not play Thee false, O Unoriginate Father, or Thee O Only-begotten Word, or Thee O Holy Ghost.  I know Whom I have confessed, and whom I have renounced, and to Whom I have joined myself.  I will not allow myself, after having been taught the words of the faithful, to learn also those of the unfaithful; to confess the truth, and then range myself with falsehood; to come down for consecration and to go back even less hallowed; having been baptised that I might live, to be killed by the water, like infants who die in the very birthpangs, and receive death simultaneously with birth.  Why make me at once blessed and wretched, newly enlightened and unenlightened, Divine and godless, that I may make shipwreck even of the hope of regeneration?  A few words will suffice.  Remember your confession.  Into what were you baptised?  The Father?  Good but Jewish still.  The Son?…good…but not yet perfect.  The Holy Ghost?…Very good…this is perfect.  Now was it into these simply, or some common name of Them?  The latter.  And what was the common Name?  Why, God.  In this common Name believe, and ride on prosperously and reign,35    Ps. xlv. 4. and pass on from hence into the Bliss of Heaven.  And that is, as I think, the more distinct apprehension of These; to which may we all come, in the same Christ our God, to Whom be the glory and the might, with the Unoriginate Father, and the Lifegiving Spirit, now and for ever and to ages of ages.  Amen.

ΙΖʹ. Τούτων παραχωρείτω μοι τῶν φωνῶν πᾶς ὁ ἀπειλῶν σήμερον: τῶν δὲ ἄλλων μεταποιείσθωσαν οἱ βουλόμενοι. Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζημιούμενος, οὐδὲ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον: ζημιοῦται δὲ, εἰ ποτὲ, καὶ εἰ κτίσματα. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον. Οὐ φέρω ζημιούμενος, οὐδὲ ἐγὼ τὴν τελείωσιν. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τοῦτο ἀκυρωθείη μοι, παρὰ τίνος ἕξω τὸ δεύτερον; Τί φατὲ, οἱ καταβαπτίζοντες, ἢ ἀναβαπτίζοντες; Ἔστιν εἶναι πνευματικὸν δίχα Πνεύματος; Μετέχει δὲ Πνεύματος ὁ μὴ τιμῶν τὸ Πνεῦμα; Τιμᾷ δὲ ὁ εἰς κτίσμα καὶ ὁμόδουλον βαπτιζόμενος; Οὐκ ἔστιν, οὐχ οὕτω, πολλὰ ἐρεῖς. Οὐ ψεύσομαί σε, Πάτερ ἄναρχε: οὐ ψεύσομαί σε, μονογενὲς Λόγε: οὐ ψεύσομαί σε, τὸ Πνεῦμα τὸ ἅγιον. Οἶδα τίνι ὡμολόγησα, καὶ τίνι ἀπεταξάμην, καὶ τίνι συνεταξάμην. Οὐ δέχομαι τὰς πιστοῦ φωνὰς διδαχθῆναι, καὶ μαθεῖν ἀπίστους: ὁμολογῆσαι ἀλήθειαν, καὶ γενέσθαι μετὰ τοῦ ψεύδους: ὡς τελειούμενος κατελθεῖν, καὶ ἀνελθεῖν ἀτελέστερος: ὡς ζησόμενος βαπτισθῆναι, καὶ ἐννεκρωθῆναι τῷ ὕδατι, καθάπερ τὰ ταῖς ὠδῖσιν ἐναποθανόντα κυήματα, καὶ σύνδρομον λαβόντα τῇ γεννήσει τὸν θάνατον. Τί με ποιεῖς μακάριον ἐν ταυτῷ καὶ ἄθλιον, νεοφώτιστον καὶ ἀφώτιστον, θεῖον καὶ ἄθεον, ἵνα ναυαγήσω καὶ τὴν ἐλπίδα τῆς ἀναπλάσεως; Βραχὺς ὁ λόγος: μνήσθητι τῆς ὁμολογίας. Εἰς τί ἐβαπτίσθης; εἰς Πατέρα; Καλῶς: πλὴν, Ἰουδαϊκὸν ἔτι. Εἰς Υἱόν; Καλῶς: οὐκ ἔτι μὲν Ἰουδαϊκὸν, οὔπω δὲ τέλειον. Εἰς τὸ ἅγιον Πνεῦμα; Ὑπέρευγε: τοῦτο τέλειον. Ἆρ' οὖν ἁπλῶς εἰς ταῦτα, ἢ καί τι κοινὸν τούτων ὄνομα; Ναὶ κοινόν. Τί τοῦτο; Δηλαδὴ τὸ τοῦ Θεοῦ. Εἰς τοῦτο τὸ κοινὸν ὄνομα πίστευε, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ μεταβήσῃ ἐντεῦθεν εἰς τὴν ἐκεῖθεν μακαριότητα. Ἡ δέ ἐστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τούτων αὐτῶν ἐκτυπωτέρα κατάληψις: εἰς ἣν φθάσαιμεν καὶ ἡμεῖς, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.