ΛΟΓΟΣ ΛΖʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου: «Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,» καὶ τὰ ἑξῆς.

 Αʹ. Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ τόπων ἀμείβει. Τίνος ἕνεκεν Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τ

 Βʹ. Διὰ τοῦτο καὶ νῦν, ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Γαλιλαίας ἐπ

 Γʹ. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ, ἔνθα πλείων ἡ ἐρημία. Εἰ ἐπὶ τῆς ἰδίας ἔμεινε περιωπῆς, εἰ μὴ συγκατέβη τῇ ἀσθενεί

 Δʹ. Δότε δέ μοι συγγνώμην μεταξὺ, καὶ πάθος τι ἀνθρώπινον πάλιν πάσχοντι. Θυμοῦ πληροῦμαι καὶ λύπης ἐπὶ τῷ ἐμῷ Χριστῷ, συμπάσχοιτε δὲ καὶ ὑμεῖς, ὅταν

 Εʹ. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀναδράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμετέραις. Εἶτα

 #2ʹ. Τὸ ἐρώτημα, ὃ ἐρώτησας, τοῦτο σωφροσύνην τιμᾷν μοι δοκεῖ, καὶ ἀπόκρισιν ἀπαιτεῖν φιλάνθρωπον: σωφροσύνην, περὶ ἣν ὁρῶ τοὺς πολλοὺς κακῶς διακειμέ

 Ζʹ. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ πῶς, ὃ μὴ δίδως, αἰτεῖς πῶς ὁμότιμον σῶμα ὢν, ἀνίσως νομοθετεῖς Εἰ δὲ τὰ χείρω σκοπεῖς:

 Ηʹ. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον: ἐξέταζε καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. Δοκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ

 Θʹ. Τί δὲ οἱ Φαρισαῖοι Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόντων ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίο

 Ιʹ. Καλὸν ὁ γάμος: ἀλλ' οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετ

 ΙΑʹ. Ὁ δὲ εἶπεν αὐτοῖς: Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖτ

 ΙΒʹ. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδίνοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἓν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος πολλά

 ΙΓʹ. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χ

 ΙΔʹ. Καὶ τοῦτο ἀλλαχοῦ λεγόμενον, καὶ νοούμενον, καὶ ἴσως ἀναγκαῖον προσθεῖναι καὶ τὸ ἐπελθὸν τοῖς εἰρημένοις, ἵνα τὸν ἐμὸν πλοῦτον καὶ ὑμῖν χαρίσωμαι

 ΙΕʹ. Φοβοῦμαι μὴ καὶ ἄτοπός τις εἰσέλθῃ λογισμὸς, ὡς τῆς ψυχῆς ἀλλαχοῦ πολιτευσαμένης, εἶτα τῷ σώματι τούτῳ ἐνδεθείσης: καὶ ἐκ τῆς ἐκεῖθεν πολιτείας,

 Ι#2ʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς εὐνουχίσθησαν, καὶ τὰ ἑξῆς. Σφόδρα ἐβουλόμην ἀνδρικόν τι περὶ τῶν εὐνούχων ἔχειν εἰπεῖν. Μὴ μέγα φρ

 ΙΖʹ. Ἐπειδὴ οὖν τὸ σωματικὰ φρονεῖν οὐκ ἐπαινετὸν, ἄλλο τι αἰτῶ τοὺς εὐνούχους. Μὴ πορνεύσητε περὶ θεότητα. Χριστῷ συζευχθέντες, Χριστὸν μὴ ἀτιμάσητε.

 ΙΗʹ. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἳ ἀπὸ τῶν χρωμάτων ὀνομάζονται, καὶ τῶν μερίδων, αἷς συνεστήκασιν. Ὑμεῖς δὲ ἴστε τὰ ὀνόματ

 ΙΘʹ. Οὐ γὰρ ἡ περὶ σῶμα μόνον ἁμαρτία, πορνεία καὶ μοιχεία λέγεται, ἀλλὰ καὶ ὁτιοῦν ἥμαρτες, καὶ μάλιστα ἡ περὶ τὸ θεῖον παρανομία. Πόθεν παράσχωμεν

 Κʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, φησὶν, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως: καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων: καὶ εἰσὶν εὐνο

 ΚΑʹ. Καὶ εἰσὶν, οἵτινες ἑαυτοὺς εὐνούχισαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλοι διδασκάλων μὲν οὐκ ἐπέτυχον, ἑαυτῶν δὲ γεγόνασιν ἐπαινετοὶ διδάσκαλοι.

 ΚΒʹ. Μόνον ἐκτέμνωμεν ἑαυτοὺς τῶν παθῶν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Μόνον ἀκολουθῶμεν τῇ εἰκόνι, μόνον αἰδώμεθα τὸ ἀρχέτυπον. Ἔκτεμνε τὰ σ

 ΚΓʹ. Ταῦτα καὶ λαϊκοῖς νομοθετῶ, ταῦτα καὶ πρεσβυτέροις ἐντέλλομαι, ταῦτα καὶ τοῖς ἄρχειν πεπιστευμένοις. Βοηθήσατε τῷ λόγῳ πάντες ὅσοις τὸ δύνασθαι β

 ΚΔʹ. Λοιπὸν δὲ ἔστω ὑπὲρ τῶν συνεληλυθότων εὐχή. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ἀρχόμενοί τε καὶ ἄρχοντες, πρεσβῦται καὶ νεανίσκοι μετὰ παρθένων, πᾶν γένος

V.  But, as I was saying, to return to my argument; for this reason great multitudes followed Him, because He condescended to our infirmities.  What next?  The Pharisees also, it says, came unto Him, tempting Him, and saying unto Him, is it lawful for a man to put away his wife for every cause?  Again the Pharisees tempt Him; again they who read the Law do not know the Law; again they who are expounders of the Law need others to teach them.  It was not enough that Sadducees should tempt Him concerning the Resurrection, and Lawyers question Him about perfection, and the Herodians about the poll-tax, and others about authority; but some one must also ask about Marriage at Him who cannot be tempted, the Creator of wedlock, Him who from the First Cause made this whole race of mankind.  And He answered and said unto them, Have ye not read that He which made them at the beginning made them male and female?  He knoweth how to solve some of their questions and to bridle others.  When He is asked, By what authority doest thou these things? He Himself, because of the utter ignorance of those who asked Him, replies with another question; The baptism of John, was it from Heaven or of men?  He on both sides entangles His questioners, so that we also are able, following the example of Christ, sometimes to check those who argue with us over-officiously, and with still more absurd questions to solve the absurdity of their questions.  For we too are wise in vanity at times, if I may boast of the things of folly.  But when He sees a question that calls for reasoning, then He does not deem His questioners unworthy of prudent answers.

Εʹ. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀναδράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμετέραις. Εἶτα τί; Καὶ προσῆλθον αὐτῷ, φησὶν, οἱ Φαρισαῖοι, πειράζοντες αὐτὸν καὶ λέγοντες: Εἰ ἔξεστιν ἀνθρώπῳ κατὰ πᾶσαν αἰτίαν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ; Πάλιν Φαρισαῖοι πειράζουσι: πάλιν οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐ γινώσκουσι: πάλιν οἱ ἐξηγηταὶ τοῦ νόμου τυγχάνοντες, ἄλλων διδασκάλων δέονται. Οὐκ ἤρκεσαν Σαδδουκαῖοι πειράζοντες περὶ ἀναστάσεως, καὶ νομικοὶ πυνθανόμενοι περὶ τελειότητος, καὶ Ἡρωδιανοὶ περὶ κήνσου, καὶ περὶ ἐξουσίας ἕτεροι. Ἀλλὰ καὶ περὶ γάμου τις πάλιν ἐρωτᾷ τὸν ἀπείραστον, τὸν κτίστην τῆς συζυγίας, τὸν ἐκ τῆς πρώτης αἰτίας τὸ πᾶν τῶν ἀνθρώπων γένος τοῦτο συστησάμενον. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς: Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἐξ ἀρχῆς, ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς; Οἶδε τινὰς μὲν τῶν ἐρωτήσεων διαλύειν, τινὰς δὲ ἐπιστομίζειν. Ὅτε ἐρωτᾶται, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; διὰ τὸ ἄγαν ἀπαίδευτον τῶν ἐρωτησάντων, καὶ αὐτὸς ἀντερωτᾷ: Τὸ βάπτισμα τὸ Ἰωάννου, ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Καὶ ἀμφοτέρωθεν συμποδίζει τοὺς ἐρωτῶντας. Ὥστε δυνάμεθα καὶ ἡμεῖς μιμούμενοι Χριστὸν, ἔστιν ὅτε τοὺς περιέργως ἡμῖν διαλεγομένους ἐπιστομίζειν, καὶ ἀτοπωτέροις ἀντερωτήμασι λύειν τὴν ἀτοπίαν τῶν ἐρωτήσεων. Ἐσμὲν γὰρ καὶ ἡμεῖς σοφοὶ τὰ μάταια ἔστιν ὅτε, ἵνα τὰ τῆς ἀφροσύνης καυχήσωμαι. Ὅτε δὲ ἐρώτησιν ὁρᾷ λογισμοῦ δεομένην, τότε οὐκ ἀπαξιοῖ τοὺς ἐρωτῶντας συνετῶν ἀποκρίσεων.