ΛΟΓΟΣ ΛΖʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου: «Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,» καὶ τὰ ἑξῆς.

 Αʹ. Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ τόπων ἀμείβει. Τίνος ἕνεκεν Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τ

 Βʹ. Διὰ τοῦτο καὶ νῦν, ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Γαλιλαίας ἐπ

 Γʹ. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ, ἔνθα πλείων ἡ ἐρημία. Εἰ ἐπὶ τῆς ἰδίας ἔμεινε περιωπῆς, εἰ μὴ συγκατέβη τῇ ἀσθενεί

 Δʹ. Δότε δέ μοι συγγνώμην μεταξὺ, καὶ πάθος τι ἀνθρώπινον πάλιν πάσχοντι. Θυμοῦ πληροῦμαι καὶ λύπης ἐπὶ τῷ ἐμῷ Χριστῷ, συμπάσχοιτε δὲ καὶ ὑμεῖς, ὅταν

 Εʹ. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀναδράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμετέραις. Εἶτα

 #2ʹ. Τὸ ἐρώτημα, ὃ ἐρώτησας, τοῦτο σωφροσύνην τιμᾷν μοι δοκεῖ, καὶ ἀπόκρισιν ἀπαιτεῖν φιλάνθρωπον: σωφροσύνην, περὶ ἣν ὁρῶ τοὺς πολλοὺς κακῶς διακειμέ

 Ζʹ. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ πῶς, ὃ μὴ δίδως, αἰτεῖς πῶς ὁμότιμον σῶμα ὢν, ἀνίσως νομοθετεῖς Εἰ δὲ τὰ χείρω σκοπεῖς:

 Ηʹ. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον: ἐξέταζε καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. Δοκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ

 Θʹ. Τί δὲ οἱ Φαρισαῖοι Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόντων ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίο

 Ιʹ. Καλὸν ὁ γάμος: ἀλλ' οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετ

 ΙΑʹ. Ὁ δὲ εἶπεν αὐτοῖς: Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖτ

 ΙΒʹ. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδίνοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἓν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος πολλά

 ΙΓʹ. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χ

 ΙΔʹ. Καὶ τοῦτο ἀλλαχοῦ λεγόμενον, καὶ νοούμενον, καὶ ἴσως ἀναγκαῖον προσθεῖναι καὶ τὸ ἐπελθὸν τοῖς εἰρημένοις, ἵνα τὸν ἐμὸν πλοῦτον καὶ ὑμῖν χαρίσωμαι

 ΙΕʹ. Φοβοῦμαι μὴ καὶ ἄτοπός τις εἰσέλθῃ λογισμὸς, ὡς τῆς ψυχῆς ἀλλαχοῦ πολιτευσαμένης, εἶτα τῷ σώματι τούτῳ ἐνδεθείσης: καὶ ἐκ τῆς ἐκεῖθεν πολιτείας,

 Ι#2ʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς εὐνουχίσθησαν, καὶ τὰ ἑξῆς. Σφόδρα ἐβουλόμην ἀνδρικόν τι περὶ τῶν εὐνούχων ἔχειν εἰπεῖν. Μὴ μέγα φρ

 ΙΖʹ. Ἐπειδὴ οὖν τὸ σωματικὰ φρονεῖν οὐκ ἐπαινετὸν, ἄλλο τι αἰτῶ τοὺς εὐνούχους. Μὴ πορνεύσητε περὶ θεότητα. Χριστῷ συζευχθέντες, Χριστὸν μὴ ἀτιμάσητε.

 ΙΗʹ. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἳ ἀπὸ τῶν χρωμάτων ὀνομάζονται, καὶ τῶν μερίδων, αἷς συνεστήκασιν. Ὑμεῖς δὲ ἴστε τὰ ὀνόματ

 ΙΘʹ. Οὐ γὰρ ἡ περὶ σῶμα μόνον ἁμαρτία, πορνεία καὶ μοιχεία λέγεται, ἀλλὰ καὶ ὁτιοῦν ἥμαρτες, καὶ μάλιστα ἡ περὶ τὸ θεῖον παρανομία. Πόθεν παράσχωμεν

 Κʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, φησὶν, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως: καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων: καὶ εἰσὶν εὐνο

 ΚΑʹ. Καὶ εἰσὶν, οἵτινες ἑαυτοὺς εὐνούχισαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλοι διδασκάλων μὲν οὐκ ἐπέτυχον, ἑαυτῶν δὲ γεγόνασιν ἐπαινετοὶ διδάσκαλοι.

 ΚΒʹ. Μόνον ἐκτέμνωμεν ἑαυτοὺς τῶν παθῶν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Μόνον ἀκολουθῶμεν τῇ εἰκόνι, μόνον αἰδώμεθα τὸ ἀρχέτυπον. Ἔκτεμνε τὰ σ

 ΚΓʹ. Ταῦτα καὶ λαϊκοῖς νομοθετῶ, ταῦτα καὶ πρεσβυτέροις ἐντέλλομαι, ταῦτα καὶ τοῖς ἄρχειν πεπιστευμένοις. Βοηθήσατε τῷ λόγῳ πάντες ὅσοις τὸ δύνασθαι β

 ΚΔʹ. Λοιπὸν δὲ ἔστω ὑπὲρ τῶν συνεληλυθότων εὐχή. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ἀρχόμενοί τε καὶ ἄρχοντες, πρεσβῦται καὶ νεανίσκοι μετὰ παρθένων, πᾶν γένος

VII.  How then dost thou demand Chastity, while thou dost not thyself observe it?  How dost thou demand that which thou dost not give?  How, though thou art equally a body, dost thou legislate unequally?  If thou enquire into the worse—The Woman Sinned, and so did Adam.8    Gen. iii. 6.  The serpent deceived them both; and one was not found to be the stronger and the other the weaker.  But dost thou consider the better?  Christ saves both by His Passion.  Was He made flesh for the Man?  So He was also for the woman.  Did He die for the Man?  The Woman also is saved by His death.  He is called of the seed of David;9    Rom. i. 3. and so perhaps you think the Man is honoured; but He is born of a Virgin, and this is on the Woman’s side.  They two, He says, shall be one Flesh; so let the one flesh have equal honour.  And Paul legislates for chastity by His example.  How, and in what way?  This Sacrament is great, he says, But I speak concerning Christ and the Church.10    Ephes. v. 32.  It is well for the wife to reverence Christ through her husband:  and it is well for the husband not to dishonor the Church through his wife.  Let the wife, he says, see that she reverence her husband, for so she does Christ; but also he bids the husband cherish his wife, for so Christ does the Church.11    Ib. v. 22 seq.  Let us, then, give further consideration to this saying.

Ζʹ. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ; πῶς, ὃ μὴ δίδως, αἰτεῖς; πῶς ὁμότιμον σῶμα ὢν, ἀνίσως νομοθετεῖς; Εἰ δὲ τὰ χείρω σκοπεῖς: ἥμαρτεν ἡ γυνὴ, τοῦτο καὶ ὁ Ἀδάμ: ἀμφοτέρους ὁ ὄφις ἠπάτησεν. Οὐ τὸ μὲν ἀσθενέστερον εὑρέθη, τὸ δὲ ἰσχυρότερον. Ἀλλὰ τὰ βελτίω λογίζῃ; ἀμφοτέρους σώζει Χριστὸς τοῖς πάθεσιν. Ὑπὲρ ἀνδρὸς σὰρξ ἐγένετο; τοῦτο καὶ ὑπὲρ γυναικός. Ὑπὲρ ἀνδρὸς ἀπέθανε; καὶ ἡ γυνὴ τῷ θανάτῳ σώζεται. Ἐκ σπέρματος Δαβὶδ ὀνομάζεται: τιμᾶσθαι ἴσως οἴει τὸν ἄνδρα; ἀλλὰ καὶ ἐκ Παρθένου γεννᾶται, τοῦτο καὶ ὑπὲρ γυναικῶν. Ἔσονται μὲν οὖν οἱ δύο, φησὶν, εἰς σάρκα μίαν: καὶ ἡ μία σὰρξ ἐχέτω τὸ ὁμότιμον. Παῦλος δὲ καὶ τῷ ὑποδείγματι τὴν σωφροσύνην νομοθετεῖ. Πῶς, καὶ τίνα τρόπον; Τὸ μυστήριον τοῦτο μέγα ἐστίν: ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Καλὸν τῇ γυναικὶ Χριστὸν αἰδεῖσθαι διὰ τοῦ ἀνδρός: καλὸν καὶ τῷ ἀνδρὶ τὴν Ἐκκλησίαν μὴ ἀτιμάζειν διὰ τῆς γυναικός. Ἡ γυνὴ, φησὶν, ἵνα φοβῆται τὸν ἄνδρα: καὶ Χριστὸν γάρ. Ἀλλὰ καὶ ὁ ἀνὴρ, ἵνα περιέπῃ τὴν γυναῖκα: καὶ γὰρ Χριστὸς τὴν Ἐκκλησίαν. Μᾶλλον δ' ἔτι καὶ προσφιλοπονήσωμεν τῷ ῥητῷ.