ΛΟΓΟΣ ΛΖʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου: «Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,» καὶ τὰ ἑξῆς.

 Αʹ. Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ τόπων ἀμείβει. Τίνος ἕνεκεν Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τ

 Βʹ. Διὰ τοῦτο καὶ νῦν, ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Γαλιλαίας ἐπ

 Γʹ. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ, ἔνθα πλείων ἡ ἐρημία. Εἰ ἐπὶ τῆς ἰδίας ἔμεινε περιωπῆς, εἰ μὴ συγκατέβη τῇ ἀσθενεί

 Δʹ. Δότε δέ μοι συγγνώμην μεταξὺ, καὶ πάθος τι ἀνθρώπινον πάλιν πάσχοντι. Θυμοῦ πληροῦμαι καὶ λύπης ἐπὶ τῷ ἐμῷ Χριστῷ, συμπάσχοιτε δὲ καὶ ὑμεῖς, ὅταν

 Εʹ. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀναδράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμετέραις. Εἶτα

 #2ʹ. Τὸ ἐρώτημα, ὃ ἐρώτησας, τοῦτο σωφροσύνην τιμᾷν μοι δοκεῖ, καὶ ἀπόκρισιν ἀπαιτεῖν φιλάνθρωπον: σωφροσύνην, περὶ ἣν ὁρῶ τοὺς πολλοὺς κακῶς διακειμέ

 Ζʹ. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ πῶς, ὃ μὴ δίδως, αἰτεῖς πῶς ὁμότιμον σῶμα ὢν, ἀνίσως νομοθετεῖς Εἰ δὲ τὰ χείρω σκοπεῖς:

 Ηʹ. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον: ἐξέταζε καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. Δοκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ

 Θʹ. Τί δὲ οἱ Φαρισαῖοι Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόντων ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίο

 Ιʹ. Καλὸν ὁ γάμος: ἀλλ' οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετ

 ΙΑʹ. Ὁ δὲ εἶπεν αὐτοῖς: Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖτ

 ΙΒʹ. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδίνοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἓν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος πολλά

 ΙΓʹ. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χ

 ΙΔʹ. Καὶ τοῦτο ἀλλαχοῦ λεγόμενον, καὶ νοούμενον, καὶ ἴσως ἀναγκαῖον προσθεῖναι καὶ τὸ ἐπελθὸν τοῖς εἰρημένοις, ἵνα τὸν ἐμὸν πλοῦτον καὶ ὑμῖν χαρίσωμαι

 ΙΕʹ. Φοβοῦμαι μὴ καὶ ἄτοπός τις εἰσέλθῃ λογισμὸς, ὡς τῆς ψυχῆς ἀλλαχοῦ πολιτευσαμένης, εἶτα τῷ σώματι τούτῳ ἐνδεθείσης: καὶ ἐκ τῆς ἐκεῖθεν πολιτείας,

 Ι#2ʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς εὐνουχίσθησαν, καὶ τὰ ἑξῆς. Σφόδρα ἐβουλόμην ἀνδρικόν τι περὶ τῶν εὐνούχων ἔχειν εἰπεῖν. Μὴ μέγα φρ

 ΙΖʹ. Ἐπειδὴ οὖν τὸ σωματικὰ φρονεῖν οὐκ ἐπαινετὸν, ἄλλο τι αἰτῶ τοὺς εὐνούχους. Μὴ πορνεύσητε περὶ θεότητα. Χριστῷ συζευχθέντες, Χριστὸν μὴ ἀτιμάσητε.

 ΙΗʹ. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἳ ἀπὸ τῶν χρωμάτων ὀνομάζονται, καὶ τῶν μερίδων, αἷς συνεστήκασιν. Ὑμεῖς δὲ ἴστε τὰ ὀνόματ

 ΙΘʹ. Οὐ γὰρ ἡ περὶ σῶμα μόνον ἁμαρτία, πορνεία καὶ μοιχεία λέγεται, ἀλλὰ καὶ ὁτιοῦν ἥμαρτες, καὶ μάλιστα ἡ περὶ τὸ θεῖον παρανομία. Πόθεν παράσχωμεν

 Κʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, φησὶν, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως: καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων: καὶ εἰσὶν εὐνο

 ΚΑʹ. Καὶ εἰσὶν, οἵτινες ἑαυτοὺς εὐνούχισαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλοι διδασκάλων μὲν οὐκ ἐπέτυχον, ἑαυτῶν δὲ γεγόνασιν ἐπαινετοὶ διδάσκαλοι.

 ΚΒʹ. Μόνον ἐκτέμνωμεν ἑαυτοὺς τῶν παθῶν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Μόνον ἀκολουθῶμεν τῇ εἰκόνι, μόνον αἰδώμεθα τὸ ἀρχέτυπον. Ἔκτεμνε τὰ σ

 ΚΓʹ. Ταῦτα καὶ λαϊκοῖς νομοθετῶ, ταῦτα καὶ πρεσβυτέροις ἐντέλλομαι, ταῦτα καὶ τοῖς ἄρχειν πεπιστευμένοις. Βοηθήσατε τῷ λόγῳ πάντες ὅσοις τὸ δύνασθαι β

 ΚΔʹ. Λοιπὸν δὲ ἔστω ὑπὲρ τῶν συνεληλυθότων εὐχή. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ἀρχόμενοί τε καὶ ἄρχοντες, πρεσβῦται καὶ νεανίσκοι μετὰ παρθένων, πᾶν γένος

X.  Marriage is honourable; but I cannot say that it is more lofty than virginity; for virginity were no great thing if it were not better than a good thing.  Do not however be angry, ye women that are subject to the yoke.  We must obey God rather than man.  But be ye bound together, both virgins and wives, and be one in the Lord, and each others’ adornment.  There would be no celibate if there were no marriage.  For whence would the virgin have passed into this life?  Marriage would not have been venerable unless it had borne virgin fruit to God and to life.  Honour thou also thy mother, of whom thou wast born.  Honour thou also her who is of a mother and is a mother.17    The passage is obscure.  Combefis reads, “Though she be not a mother” but the mss are against him.  A mother she is not, but a Bride of Christ she is.  The visible beauty is not hidden, but that which is unseen is visible to God.  All the glory of the King’s Daughter is within,18    Ps. xlv. 14. clothed with golden fringes, embroidered whether by actions or by contemplation.  And she who is under the yoke, let her also in some degree be Christ’s; and the virgin altogether Christ’s.  Let the one be not entirely chained to the world,19    Luke viii. 14. and let the other not belong to the world at all.  For that which is a part to the yoked, is to the virgin all in all.  Hast thou chosen the life of Angels?  Art thou ranked among the unyoked?  Sink not down to the flesh; sink not down to matter; be not wedded to matter, while otherwise thou remainest unwedded.  A lascivious eye guardeth not virginity; a meretricious tongue mingles with the Evil One; feet that walk disorderly accuse of disease or danger.  Let the mind also be virgin; let it not rove about; let it not wander; let it not carry in itself forms of evil things (for the form is a part of harlotry); let it not make idols in its soul of hateful things.

Ιʹ. Καλὸν ὁ γάμος: ἀλλ' οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετε, ὅσαι ὑπὸ ζυγόν. Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πλὴν ἀλλήλαις συνδεσμεῖσθε, καὶ παρθένοι, καὶ γυναῖκες, καὶ ἕν ἐστε ἐν Κυρίῳ, καὶ ἀλλήλων καλλώπισμα. Οὐκ ἂν ἦν ἄγαμος, εἰ μὴ γάμος. Πόθεν γὰρ εἰς τοῦτον παρῆλθε τὸν βίον παρθένος; Οὐκ ἂν ἦν γάμος σεμνὸς, εἰ μὴ παρθένον καρποφορῶν καὶ τῷ Θεῷ καὶ τῷ βίῳ. Τίμησον καὶ σὺ τὴν μητέρα τὴν σὴν, ἐξ ἧς γέγονας. Τίμησον καὶ σὺ τὴν ἐκ μητρὸς, καὶ μητέρα. Μήτηρ μὲν οὐκ ἔστι, Χριστοῦ δὲ νύμφη ἐστί. Τὸ μὲν φαινόμενον κάλλος οὐ κρύπτεται: τὸ δὲ ἀφανὲς Θεῷ βλέπεται. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ Βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη, εἴτ' οὖν πράξεσιν, εἴτε καὶ θεωρήμασιν. Καὶ ἡ ὑπὸ ζυγὸν ἔστω τι Χριστοῦ: καὶ ἡ παρθένος ὅλη Χριστοῦ. Ἡ μὲν μὴ παντελῶς ἐνδεσμείσθω τῷ κόσμῳ: ἡ δὲ μηδ' ὅλως γινέσθω τοῦ κόσμου. Ὃ γάρ ἐστι τῇ ὑπὸ ζυγὸν τὸ μέρος, τοῦτο παντελὲς τῇ παρθένῳ. Ἀγγέλων ἐπανῄρησαι πολιτείαν; μετὰ τῶν ἀζύγων ἐτάχθης; μὴ κατενεχθῇς εἰς σάρκα, μὴ κατενεχθῇς εἰς ὕλην μὴ τῇ ὕλῃ γαμηθῇς, κἂν ἄλλως ἄγαμος μένῃς. Ὀφθαλμὸς πορνεύων οὐ φυλάσσει τὴν παρθενίαν, γλῶττα πορνεύουσα τῷ πονηρῷ μίγνυται. Πόδες ἄτακτα βαίνοντες ἐγκαλοῦνται νόσον, ἢ κίνδυνον. Παρθενευέτω καὶ ἡ διάνοια: μὴ ῥεμβέσθω, μὴ πλανάσθω, μὴ τύπους ἐν αὐτῇ φερέτω πονηρῶν πραγμάτων. καὶ ὁ τύπος μέρος πορνείας ἐστί: μὴ εἰδωλοποιείτω τῇ ψυχῇ τὰ μισούμενα.