ΛΟΓΟΣ ΛΖʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου: «Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,» καὶ τὰ ἑξῆς.

 Αʹ. Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ τόπων ἀμείβει. Τίνος ἕνεκεν Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τ

 Βʹ. Διὰ τοῦτο καὶ νῦν, ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Γαλιλαίας ἐπ

 Γʹ. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ, ἔνθα πλείων ἡ ἐρημία. Εἰ ἐπὶ τῆς ἰδίας ἔμεινε περιωπῆς, εἰ μὴ συγκατέβη τῇ ἀσθενεί

 Δʹ. Δότε δέ μοι συγγνώμην μεταξὺ, καὶ πάθος τι ἀνθρώπινον πάλιν πάσχοντι. Θυμοῦ πληροῦμαι καὶ λύπης ἐπὶ τῷ ἐμῷ Χριστῷ, συμπάσχοιτε δὲ καὶ ὑμεῖς, ὅταν

 Εʹ. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀναδράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμετέραις. Εἶτα

 #2ʹ. Τὸ ἐρώτημα, ὃ ἐρώτησας, τοῦτο σωφροσύνην τιμᾷν μοι δοκεῖ, καὶ ἀπόκρισιν ἀπαιτεῖν φιλάνθρωπον: σωφροσύνην, περὶ ἣν ὁρῶ τοὺς πολλοὺς κακῶς διακειμέ

 Ζʹ. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ πῶς, ὃ μὴ δίδως, αἰτεῖς πῶς ὁμότιμον σῶμα ὢν, ἀνίσως νομοθετεῖς Εἰ δὲ τὰ χείρω σκοπεῖς:

 Ηʹ. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον: ἐξέταζε καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. Δοκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ

 Θʹ. Τί δὲ οἱ Φαρισαῖοι Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόντων ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίο

 Ιʹ. Καλὸν ὁ γάμος: ἀλλ' οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετ

 ΙΑʹ. Ὁ δὲ εἶπεν αὐτοῖς: Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖτ

 ΙΒʹ. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδίνοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἓν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος πολλά

 ΙΓʹ. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χ

 ΙΔʹ. Καὶ τοῦτο ἀλλαχοῦ λεγόμενον, καὶ νοούμενον, καὶ ἴσως ἀναγκαῖον προσθεῖναι καὶ τὸ ἐπελθὸν τοῖς εἰρημένοις, ἵνα τὸν ἐμὸν πλοῦτον καὶ ὑμῖν χαρίσωμαι

 ΙΕʹ. Φοβοῦμαι μὴ καὶ ἄτοπός τις εἰσέλθῃ λογισμὸς, ὡς τῆς ψυχῆς ἀλλαχοῦ πολιτευσαμένης, εἶτα τῷ σώματι τούτῳ ἐνδεθείσης: καὶ ἐκ τῆς ἐκεῖθεν πολιτείας,

 Ι#2ʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς εὐνουχίσθησαν, καὶ τὰ ἑξῆς. Σφόδρα ἐβουλόμην ἀνδρικόν τι περὶ τῶν εὐνούχων ἔχειν εἰπεῖν. Μὴ μέγα φρ

 ΙΖʹ. Ἐπειδὴ οὖν τὸ σωματικὰ φρονεῖν οὐκ ἐπαινετὸν, ἄλλο τι αἰτῶ τοὺς εὐνούχους. Μὴ πορνεύσητε περὶ θεότητα. Χριστῷ συζευχθέντες, Χριστὸν μὴ ἀτιμάσητε.

 ΙΗʹ. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἳ ἀπὸ τῶν χρωμάτων ὀνομάζονται, καὶ τῶν μερίδων, αἷς συνεστήκασιν. Ὑμεῖς δὲ ἴστε τὰ ὀνόματ

 ΙΘʹ. Οὐ γὰρ ἡ περὶ σῶμα μόνον ἁμαρτία, πορνεία καὶ μοιχεία λέγεται, ἀλλὰ καὶ ὁτιοῦν ἥμαρτες, καὶ μάλιστα ἡ περὶ τὸ θεῖον παρανομία. Πόθεν παράσχωμεν

 Κʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, φησὶν, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως: καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων: καὶ εἰσὶν εὐνο

 ΚΑʹ. Καὶ εἰσὶν, οἵτινες ἑαυτοὺς εὐνούχισαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλοι διδασκάλων μὲν οὐκ ἐπέτυχον, ἑαυτῶν δὲ γεγόνασιν ἐπαινετοὶ διδάσκαλοι.

 ΚΒʹ. Μόνον ἐκτέμνωμεν ἑαυτοὺς τῶν παθῶν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Μόνον ἀκολουθῶμεν τῇ εἰκόνι, μόνον αἰδώμεθα τὸ ἀρχέτυπον. Ἔκτεμνε τὰ σ

 ΚΓʹ. Ταῦτα καὶ λαϊκοῖς νομοθετῶ, ταῦτα καὶ πρεσβυτέροις ἐντέλλομαι, ταῦτα καὶ τοῖς ἄρχειν πεπιστευμένοις. Βοηθήσατε τῷ λόγῳ πάντες ὅσοις τὸ δύνασθαι β

 ΚΔʹ. Λοιπὸν δὲ ἔστω ὑπὲρ τῶν συνεληλυθότων εὐχή. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ἀρχόμενοί τε καὶ ἄρχοντες, πρεσβῦται καὶ νεανίσκοι μετὰ παρθένων, πᾶν γένος

XIII.  All men, He saith, cannot receive this saying, but they to whom it is given.  When you hear this, It is given, do not understand it in a heretical fashion, and bring in differences of nature, the earthly and the spiritual and the mixed.  For there are people so evilly disposed as to think that some men are of an utterly ruined nature, and some of a nature which is saved, and that others are of such a disposition as their will may lead them to, either to the better, or to the worse.  For that men may have a certain aptitude, one more, another less, I too admit; but not that this aptitude alone suffices for perfection, but that it is reason which calls this out, that nature may proceed to action, just as fire is produced when a flint is struck with iron.  When you hear To whom it is given, add, And it is given to those who are called and to those who incline that way.  For when you hear, Not of him that willeth, nor of him that runneth, but of God that sheweth mercy,20    Rom. ix. 16. I counsel you to think the same.  For since there are some who are so proud of their successes that they attribute all to themselves and nothing to Him that made them and gave them wisdom and supplied them with good; such are taught by this word that even to wish well needs help from God; or rather that even to choose what is right is divine and a gift of the mercy of God.  For it is necessary both that we should be our own masters and also that our salvation should be of God.  This is why He saith not of him that willeth; that is, not of him that willeth only, nor of him that runneth only, but also of God.  That sheweth mercy.  Next; since to will also is from God, he has attributed the whole to God with reason.  However much you may run, however much you may wrestle, yet you need one to give the crown.  Except the Lord build the house, they laboured in vain that built it:  Except the Lord keep the city, in vain they watched that keep it.21    Ps. cxxvii. 1.  I know, He says, that the race is not to the swift, nor the battle to the strong,22    Eccles. ix. 11. nor the victory to the fighters, nor the harbours to the good sailors; but to God it belongs both to work victory, and to bring the barque safe to port.

ΙΓʹ. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χοϊκοὺς, καὶ τοὺς πνευματικοὺς, καὶ τοὺς μέσους. Εἰσὶ γὰρ οὕτω τινὲς διακείμενοι κακῶς, ὥστε οἴεσθαι, τοὺς μὲν πάντη ἀπολλυμένης εἶναι φύσεως, τοὺς δὲ σωζομένης, τοὺς δὲ οὕτως ἔχειν, ὅπως ἂν ἡ προαίρεσις ἄγῃ πρὸς τὸ χεῖρον, ἢ βέλτιον. Ἐπιτηδειότητα μὲν γὰρ ἄλλον ἄλλου μᾶλλον, ἢ ἔλαττον ἔχειν, κἀγὼ δέχομαι: οὐκ ἀρκεῖν δὲ μόνην τὴν ἐπιτηδειότητα πρὸς τελείωσιν: λογισμὸν δὲ εἶναι τὸν ταύτην ἐκκαλούμενον, ἵνα ἡ φύσις εἰς ἔργον προέλθῃ, καθάπερ λίθος πυρίτης σιδήρῳ κρουσθεὶς, καὶ οὕτω πῦρ γένηται. Ὅταν ἀκούσῃς, Οἷς δέδοται, πρόσθες, δέδοται μὲν τοῖς καλουμένοις καὶ τοῖς οὕτω νεύουσι. Καὶ γὰρ ὅταν ἀκούσῃς, οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ, συμβουλεύω σοι ταυτὸν ὑπολαβεῖν. Ἐπειδὴ γάρ εἰσί τινες οἱ τοσοῦτον μεγαλοφρονοῦντες ἐπὶ τοῖς κατορθώμασιν, ὥστε τὸ πᾶν ἑαυτοῖς διδόναι, καὶ μηδὲν τῷ ποιήσαντι, καὶ σοφίσαντι, καὶ χορηγῷ τῶν καλῶν, διδάσκει τούτους ὁ λόγος, ὅτι καὶ τὸ βούλεσθαι καλῶς, δεῖται τῆς παρὰ Θεοῦ βοηθείας: μᾶλλον δὲ, αὐτὸ τὸ προαιρεῖσθαι τὰ δέοντα, θεῖόν τι καὶ ἐκ Θεοῦ δῶρον φιλανθρωπίας: δεῖ γὰρ, καὶ τὸ ἐφ' ἡμῖν εἶναι, καὶ τὸ ἐκ Θεοῦ σώζεσθαι. Διὰ τοῦτό φησιν: Οὐ τοῦ θέλοντος: τοῦτ' ἔστιν, οὐ μόνον τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος μόνον, ἀλλὰ καὶ τοῦ ἐλεοῦντος Θεοῦ. Εἶτα, ἐπειδὴ καὶ τὸ βούλεσθαι παρὰ Θεοῦ, τὸ πᾶν εἰκότως ἀνέθηκε τῷ Θεῷ. Ὅσον ἂν δράμῃς, ὅσον ἂν ἀγωνίσῃ, χρῄζης τοῦ διδόντος τὸν στέφανον. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν. Οἶδα, φησὶν, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐδὲ τοῖς δυνατοῖς ὁ πόλεμος, οὐδὲ τῶν μαχομένων ἡ νίκη, οὔτε τῶν εὐπλούντων οἱ λιμένες: ἀλλὰ Θεοῦ, καὶ νίκην ἀπεργάσασθαι, καὶ εἰς λιμένας ἀποσῶσαι τὸ σκάφος.