ΛΟΓΟΣ ΛΖʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου: «Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,» καὶ τὰ ἑξῆς.

 Αʹ. Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ τόπων ἀμείβει. Τίνος ἕνεκεν Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τ

 Βʹ. Διὰ τοῦτο καὶ νῦν, ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Γαλιλαίας ἐπ

 Γʹ. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ, ἔνθα πλείων ἡ ἐρημία. Εἰ ἐπὶ τῆς ἰδίας ἔμεινε περιωπῆς, εἰ μὴ συγκατέβη τῇ ἀσθενεί

 Δʹ. Δότε δέ μοι συγγνώμην μεταξὺ, καὶ πάθος τι ἀνθρώπινον πάλιν πάσχοντι. Θυμοῦ πληροῦμαι καὶ λύπης ἐπὶ τῷ ἐμῷ Χριστῷ, συμπάσχοιτε δὲ καὶ ὑμεῖς, ὅταν

 Εʹ. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀναδράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμετέραις. Εἶτα

 #2ʹ. Τὸ ἐρώτημα, ὃ ἐρώτησας, τοῦτο σωφροσύνην τιμᾷν μοι δοκεῖ, καὶ ἀπόκρισιν ἀπαιτεῖν φιλάνθρωπον: σωφροσύνην, περὶ ἣν ὁρῶ τοὺς πολλοὺς κακῶς διακειμέ

 Ζʹ. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ πῶς, ὃ μὴ δίδως, αἰτεῖς πῶς ὁμότιμον σῶμα ὢν, ἀνίσως νομοθετεῖς Εἰ δὲ τὰ χείρω σκοπεῖς:

 Ηʹ. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον: ἐξέταζε καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. Δοκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ

 Θʹ. Τί δὲ οἱ Φαρισαῖοι Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόντων ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίο

 Ιʹ. Καλὸν ὁ γάμος: ἀλλ' οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετ

 ΙΑʹ. Ὁ δὲ εἶπεν αὐτοῖς: Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖτ

 ΙΒʹ. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδίνοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἓν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος πολλά

 ΙΓʹ. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χ

 ΙΔʹ. Καὶ τοῦτο ἀλλαχοῦ λεγόμενον, καὶ νοούμενον, καὶ ἴσως ἀναγκαῖον προσθεῖναι καὶ τὸ ἐπελθὸν τοῖς εἰρημένοις, ἵνα τὸν ἐμὸν πλοῦτον καὶ ὑμῖν χαρίσωμαι

 ΙΕʹ. Φοβοῦμαι μὴ καὶ ἄτοπός τις εἰσέλθῃ λογισμὸς, ὡς τῆς ψυχῆς ἀλλαχοῦ πολιτευσαμένης, εἶτα τῷ σώματι τούτῳ ἐνδεθείσης: καὶ ἐκ τῆς ἐκεῖθεν πολιτείας,

 Ι#2ʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς εὐνουχίσθησαν, καὶ τὰ ἑξῆς. Σφόδρα ἐβουλόμην ἀνδρικόν τι περὶ τῶν εὐνούχων ἔχειν εἰπεῖν. Μὴ μέγα φρ

 ΙΖʹ. Ἐπειδὴ οὖν τὸ σωματικὰ φρονεῖν οὐκ ἐπαινετὸν, ἄλλο τι αἰτῶ τοὺς εὐνούχους. Μὴ πορνεύσητε περὶ θεότητα. Χριστῷ συζευχθέντες, Χριστὸν μὴ ἀτιμάσητε.

 ΙΗʹ. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἳ ἀπὸ τῶν χρωμάτων ὀνομάζονται, καὶ τῶν μερίδων, αἷς συνεστήκασιν. Ὑμεῖς δὲ ἴστε τὰ ὀνόματ

 ΙΘʹ. Οὐ γὰρ ἡ περὶ σῶμα μόνον ἁμαρτία, πορνεία καὶ μοιχεία λέγεται, ἀλλὰ καὶ ὁτιοῦν ἥμαρτες, καὶ μάλιστα ἡ περὶ τὸ θεῖον παρανομία. Πόθεν παράσχωμεν

 Κʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, φησὶν, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως: καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων: καὶ εἰσὶν εὐνο

 ΚΑʹ. Καὶ εἰσὶν, οἵτινες ἑαυτοὺς εὐνούχισαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλοι διδασκάλων μὲν οὐκ ἐπέτυχον, ἑαυτῶν δὲ γεγόνασιν ἐπαινετοὶ διδάσκαλοι.

 ΚΒʹ. Μόνον ἐκτέμνωμεν ἑαυτοὺς τῶν παθῶν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Μόνον ἀκολουθῶμεν τῇ εἰκόνι, μόνον αἰδώμεθα τὸ ἀρχέτυπον. Ἔκτεμνε τὰ σ

 ΚΓʹ. Ταῦτα καὶ λαϊκοῖς νομοθετῶ, ταῦτα καὶ πρεσβυτέροις ἐντέλλομαι, ταῦτα καὶ τοῖς ἄρχειν πεπιστευμένοις. Βοηθήσατε τῷ λόγῳ πάντες ὅσοις τὸ δύνασθαι β

 ΚΔʹ. Λοιπὸν δὲ ἔστω ὑπὲρ τῶν συνεληλυθότων εὐχή. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ἀρχόμενοί τε καὶ ἄρχοντες, πρεσβῦται καὶ νεανίσκοι μετὰ παρθένων, πᾶν γένος

XVIII.  Consider those men who are devoted to horse racing.  They are named after the colours and the sides on which they have placed themselves.  You know the names without my mentioning them.  If it is thus that you have got the name of Christian, the mere title is a very small thing even though you pride yourself upon it.  But if it is because you believe Him to be God, shew your faith by your works.  If the Son is a creature, even now also you are worshipping the creature instead of the Creator.  If the Holy Ghost is a creature, you are baptized in vain, and are only sound on two sides, or rather not even on them; but on one you are altogether in danger.  Imagine the Trinity to be a single pearl, alike on all sides and equally glistening.  If any part of the pearl be injured; the whole beauty of the stone is gone.  So when you dishonour the Son in order to honour the Father, He does not accept your honour.  The Father doth not glory in the dishonour of the Son.  If a wise Son maketh a glad Father,25    Prov. x. 1. how much more doth the honour of the Son become that of the Father!  And if you also accept this saying, My Son, glory not in the dishonour of thy Father,26    Ecclus. iii. 10. similarly the Father doth not glory in the Son’s dishonour.  If you dishonour the Holy Ghost, the Son receiveth not your honour.  For though He be not of the Father in the same way as the Son, yet He is of the same Father.  Either honour the whole or dishonour the whole, so as to have a consistent mind.  I cannot accept your half piety.  I would have you altogether pious, but in the way that I desire.  Pardon my affection:  I am grieved even for those who hate me.  You were one of my members, even though you are now cut off:  perhaps you will again become a member; and therefore I speak kindly.  Thus much for the sake of the Eunuchs, that they may be chaste in respect of the Godhead.

ΙΗʹ. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἳ ἀπὸ τῶν χρωμάτων ὀνομάζονται, καὶ τῶν μερίδων, αἷς συνεστήκασιν. Ὑμεῖς δὲ ἴστε τὰ ὀνόματα, κἂν ἐγὼ μὴ λέγω. Εἰ οὕτως ἀκούεις Χριστιανὸς, μικρὰ λίαν ἡ προσηγορία, κἂν ἐπ' αὐτῇ καλλωπίζῃ: εἰ δὲ, ὅτι καὶ Θεὸν ὑπείληφας, δεῖξον τοῖς ἔργοις ὡς ὑπείληφας. Εἰ κτίσμα ὁ Υἱὸς, ἔτι καὶ νῦν λατρεύεις τῇ κτίσει παρὰ τὸν κτίστην. Εἰ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μάτην ἐβαπτίσθης, καὶ τοῖς μὲν δυσὶ μέρεσιν ὑγιαίνεις. μᾶλλον δὲ οὐδὲ ἐκείνοις: τῷ δὲ ἐνὶ, παντελῶς κινδυνεύεις. Ὑπόθου μαργαρίτην ἕνα εἶναι τὴν Τριάδα. πανταχόθεν ὅμοιον, καὶ ἴσον στίλβοντα. Ὅ τι ἂν πάθῃ τοῦ μαργαρίτου, ἡ πᾶσα τοῦ λίθου χάρις ἠφάνισται. Οὕτως ὅταν ἀτιμάζῃς Υἱὸν, ἵνα τιμήσῃς Πατέρα, οὐ δέχεταί σου τὴν τιμήν. Ἐπ' ἀτιμίᾳ τοῦ Υἱοῦ ὁ Πατὴρ οὐ δοξάζεται. Εἰ σοφὸς υἱὸς εὐφραίνει πατέρα, πόσῳ μᾶλλον ἡ τοῦ Υἱοῦ τιμὴ, τιμὴ τοῦ Πατρὸς γένηται; Εἰ δὲ καὶ τοῦτο δέξῃ: Τὸ τέκνον, μὴ δοξάζου ἐπ' ἀτιμίᾳ Πατρός: οὕτως οὐδὲ Πατὴρ ἐπ' ἀτιμίᾳ τοῦ Υἱοῦ δοξάζεται. Εἰ ἀτιμάζεις τὸ Πνεῦμα τὸ ἅγιον, οὐ δέχεταί σου τὴν τιμὴν ὁ Υἱός. Εἰ γὰρ καὶ μὴ ὡς Υἱὸς ἐκ τοῦ Πατρὸς, ἀλλ' οὖν ἐκ τοῦ αὐτοῦ Πατρός. Ἢ τὸ πᾶν τίμησον, ἢ τὸ ὅλον ἀτίμασον, ἵνα ἀκόλουθος νοῦς σεαυτῷ τυγχάνῃς. Οὐ δέχομαί σου τὸ ἐξ ἡμισείας εὐσεβές. Ὅλον εὐσεβῆ μὲν εἶναί σε βούλομαι, ἀλλὰ καθὼς βούλομαι. Σύγγνωθι τῷ πάθει. Ἀλγῶ καὶ ὑπὲρ τῶν μισούντων. Μέλος ἦς ἐμὸν, καὶ εἰ νῦν ἀποτέμνῃ: μέλος καὶ γενήσῃ τυχόν: διὰ τοῦτο καὶ φιλάνθρωπα φθέγγομαι. Ταῦτα διὰ τοὺς εὐνούχους, ἵνα περὶ θεότητα σωφρονῶσιν.